Humanitext Reader

欧几里得 · 几何原本 §5.prop.11-5.prop.12

比例相等的传递性与加比定理

第 75 段,共 316 段 · 希腊语

内容简介

在第五卷命题十一中,证明了比例相等的传递律(若 A:B=Γ:Δ 且 Γ:Δ=E:Z,则 A:B=E:Z)。在命题十二中,证明了合比定理(加比之理),即若若干个比相等,则所有前件之和与所有后件之和的比等于其中任意一个比。

§5.prop.11οἱ τῷ αὐτῷ λόγῳ οἱ αὐτοὶ καὶ ἀλλήλοις εἰσὶν οἱ αὐτοί.
与同之比相同的比,彼此也相同。
ἔστωσαν γὰρ ὡς μὲν τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Γ πρὸς τὸ Δ, ὡς δὲ τὸ Γ πρὸς τὸ Δ, οὕτως τὸ Ε πρὸς τὸ Ζ· λέγω, ὅτι ἐστὶν ὡς τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Ε πρὸς τὸ Ζ. εἰλήφθω γὰρ τῶν Α, Γ, Ε ἰσάκις πολλαπλάσια τὰ Η, Θ, Κ, τῶν δὲ Β, Δ, Ζ ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια τὰ Λ, Μ, Ν. καὶ ἐπεί ἐστιν ὡς τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Γ πρὸς τὸ Δ, καὶ εἴληπται τῶν μὲν Α, Γ ἰσάκις πολλαπλάσια τὰ Η, Θ, τῶν δὲ Β, Δ ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια τὰ Λ, Μ, εἰ ἄρα ὑπερέχει τὸ Η τοῦ Λ, ὑπερέχει καὶ τὸ Θ τοῦ Μ, καὶ εἰ ἴσον ἐστίν, ἴσον, καὶ εἰ ἐλλείπει, ἐλλείπει.
因为,设 A 对 B 的比等于 Γ 对 Δ 的比,而 Γ 对 Δ 的比等于 E 对 Z 的比;我说,A 对 B 的比等于 E 对 Z 的比。 因为,设取 A, Γ, E 的同倍量 H, Θ, K,以及 B, Δ, Z 的另一些任意取的同倍量 Λ, M, N。 并且,因为 A 对 B 的比等于 Γ 对 Δ 的比,且已取 A, Γ 的同倍量 H, Θ,以及 B, Δ 的另一些任意取的同倍量 Λ, M,所以若 H 大于 Λ,则 Θ 也大于 M,若相等则相等,若小于则小于。
πάλιν, ἐπεί ἐστιν ὡς τὸ Γ πρὸς τὸ Δ, οὕτως τὸ Ε πρὸς τὸ Ζ, καὶ εἴληπται τῶν Γ, Ε ἰσάκις πολλαπλάσια τὰ Θ, Κ, τῶν δὲ Δ, Ζ ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια τὰ Μ, Ν, εἰ ἄρα ὑπερέχει τὸ Θ τοῦ Μ, ὑπερέχει καὶ τὸ Κ τοῦ Ν, καὶ εἰ ἴσον, ἴσον, καὶ εἰ ἔλαττον, ἔλαττον.
再者,因为 Γ 对 Δ 的比等于 E 对 Z 的比,且已取 Γ, E 的同倍量 Θ, K,以及 Δ, Z 的另一些任意取的同倍量 M, N,所以若 Θ 大于 M,则 K 也大于 N,若相等则相等,若小于则小于。
ἀλλὰ εἰ ὑπερεῖχε τὸ Θ τοῦ Μ, ὑπερεῖχε καὶ τὸ Η τοῦ Λ, καὶ εἰ ἴσον, ἴσον, καὶ εἰ ἔλαττον, ἔλαττον· ὥστε καὶ εἰ ὑπερέχει τὸ Η τοῦ Λ, ὑπερέχει καὶ τὸ Κ τοῦ Ν, καὶ εἰ ἴσον, ἴσον, καὶ εἰ ἔλαττον, ἔλαττον.
然而,若 Θ 大于 M,则 H 也大于 Λ,若相等则相等,若小于则小于;因此,若 H 大于 Λ,则 K 也大于 N,若相等则相等,若小于则小于。
καί ἐστι τὰ μὲν Η, Κ τῶν Α, Ε ἰσάκις πολλαπλάσια, τὰ δὲ Λ, Ν τῶν Β, Ζ ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια· ἔστιν ἄρα ὡς τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Ε πρὸς τὸ Ζ. οἱ ἄρα τῷ αὐτῷ λόγῳ οἱ αὐτοὶ καὶ ἀλλήλοις εἰσὶν οἱ αὐτοί· ὅπερ ἔδει δεῖξαι.
而且 H, K 是 A, E 的同倍量,而 Λ, N 是 B, Z 的另一些任意取的同倍量;因此,A 对 B 的比等于 E 对 Z 的比。 因此,与同之比相同的比,彼此也相同;这就是所要证明的。
§5.prop.12ἐὰν ᾖ ὁποσαοῦν μεγέθη ἀνάλογον, ἔσται ὡς ἓν τῶν ἡγουμένων πρὸς ἓν τῶν ἑπομένων, οὕτως ἅπαντα τὰ ἡγούμενα πρὸς ἅπαντα τὰ ἑπόμενα.
如果任意数量的量成比例,则前件之一对后件之一的比,等于所有前件之和对所有后件之和的比。
ἔστωσαν ὁποσαοῦν μεγέθη ἀνάλογον τὰ Α, Β, Γ, Δ, ε, Ζ, ὡς τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Γ πρὸς τὸ Δ, καὶ τὸ Ε πρὸς τὸ Ζ· λέγω, ὅτι ἐστὶν ὡς τὸ Α πρὸς τὸ Β, οὕτως τὰ Α, Γ, Ε πρὸς τὰ Β, Δ, Ζ. εἰλήφθω γὰρ τῶν μὲν Α, Γ, Ε ἰσάκις πολλαπλάσια τὰ Η, Θ, Κ, τῶν δὲ Β, Δ, Ζ ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια τὰ Λ, Μ, Ν. καὶ ἐπεί ἐστιν ὡς τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Γ πρὸς τὸ Δ, καὶ τὸ Ε πρὸς τὸ Ζ, καὶ εἴληπται τῶν μὲν Α, Γ, Ε ἰσάκις πολλαπλάσια τὰ Η, Θ, Κ τῶν δὲ Β, Δ, Ζ ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια τὰ Λ, Μ, Ν, εἰ ἄρα ὑπερέχει τὸ Η τοῦ Λ, ὑπερέχει καὶ τὸ Θ τοῦ Μ, καὶ τὸ Κ τοῦ Ν, καὶ εἰ ἴσον, ἴσον, καὶ εἰ ἔλαττον, ἔλαττον.
设 A, B, Γ, Δ, E, Z 为任意数量成比例的量,A 对 B 的比等于 Γ 对 Δ 的比,且等于 E 对 Z 的比;我说,A 对 B 的比等于 A, Γ, E 的和对 B, Δ, Z 的和的比。 因为,设取 A, Γ, E 的同倍量 H, Θ, K,以及 B, Δ, Z 的另一些任意取的同倍量 Λ, M, N。 并且,因为 A 对 B 的比等于 Γ 对 Δ 的比,且等于 E 对 Z 的比,又已取 A, Γ, E 的同倍量 H, Θ, K,以及 B, Δ, Z 的另一些任意取的同倍量 Λ, M, N,所以若 H 大于 Λ,则 Θ 也大于 M,K 也大于 N,若相等则相等,若小于则小于。
ὥστε καὶ εἰ ὑπερέχει τὸ Η τοῦ Λ, ὑπερέχει καὶ τὰ Η, Θ, Κ τῶν Λ, Μ, Ν, καὶ εἰ ἴσον, ἴσα, καὶ εἰ ἔλαττον, ἐλάττονα.
因此,若 H 大于 Λ,则 H, Θ, K 的和也大于 Λ, M, N 的和,若相等则相等,若小于则小于。
καί ἐστι τὸ μὲν Η καὶ τὰ Η, Θ, Κ τοῦ Α καὶ τῶν Α, Γ, Ε ἰσάκις πολλαπλάσια, ἐπειδήπερ ἐὰν ᾖ ὁποσαοῦν μεγέθη ὁποσωνοῦν μεγεθῶν ἴσων τὸ πλῆθος ἕκαστον ἑκάστου ἰσάκις πολλαπλάσιον, ὁσαπλάσιόν ἐστιν ἓν τῶν μεγεθῶν ἑνός, τοσαυταπλάσια ἔσται καὶ τὰ πάντα τῶν πάντων.
而且,H 以及 H, Θ, K 的和分别是 A 以及 A, Γ, E 的和的同倍量,因为如果任意数量的量是同等数量量的各自的同倍量,那么其中一个量是一个的多少倍,所有的和也就是所有的和的多少倍。
διὰ τὰ αὐτὰ δὴ καὶ τὸ Λ καὶ τὰ Λ, Μ, Ν τοῦ Β καὶ τῶν β, Δ, Ζ ἰσάκις ἐστὶ πολλαπλάσια·
由于同样的原因,Λ 以及 Λ, M, N 的和也分别是 B 以及 B, Δ, Z 的和的同倍量。
ἔστιν ἄρα ὡς τὸ Α πρὸς τὸ Β, οὕτως τὰ Α, Γ, Ε πρὸς τὰ Β, Δ, Ζ. ἐὰν ἄρα ᾖ ὁποσαοῦν μεγέθη ἀνάλογον, ἔσται ὡς ἓν τῶν ἡγουμένων πρὸς ἓν τῶν ἑπομένων, οὕτως ἅπαντα τὰ ἡγούμενα πρὸς ἅπαντα τὰ ἑπόμενα· ὅπερ ἔδει δεῖξαι.
因此,A 对 B 的比等于 A, Γ, E 的和对 B, Δ, Z 的和的比。 因此,如果任意数量的量成比例,则前件之一对后件之一的比,等于所有前件之和对所有后件之和的比;这就是所要证明的。

词汇与语法注释

  1. §5.prop.11οἱ τῷ αὐτῷ λόγῳ οἱ αὐτοὶ — 此处省略了冠词 `οἱ` 之后的复数名词 `λόγοι`(比)。由于 `ὁ αὐτός` 接与格表示“与……相同”,因此 `τῷ αὐτῷ λόγῳ`(与相同的比)修饰 `οἱ αὐτοί`,意为“与同一比相同的比”。此句结合后面的 `καὶ ἀλλήλοις`(彼此也),形式化地表述了比例相等的传递律。
  2. §5.prop.11ἀλλὰ εἰ ὑπερεῖχε τὸ Θ τοῦ Μ — 虽然连词 `εἰ` 后接直陈式未完成过去时(`ὑπερεῖχε`),但结论句中不带虚拟小词 `ἄν`。因此这并非表示与过去事实相反的虚拟语气,而是根据已有确定关系作出的必然逻辑推论(如果 Θ 大于 M,则 H 必然也大于 Λ)。
  3. §5.prop.12ἐπειδήπερ ἐὰν ᾖ ὁποσαοῦν μεγέθη — 一个复杂的从属句结构,其中由连词 `ἐπειδήπερ`(既然、因为)引导的原因从句中嵌套了由 `ἐὰν ᾖ...`(如果……)引导的条件句。该部分直接引用并应用了《几何原本》第五卷命题一的定理,而此嵌套结构里的主句动词为 `ἔσται`。

引用这一段

欧几里得, 几何原本 §5.prop.11-5.prop.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:5.prop.11-5.prop.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。