Humanitext Reader

欧几里得 · 几何原本 §5.prop.3

等倍数的等倍数仍为等倍数的性质

第 70 段,共 316 段 · 希腊语

内容简介

证明若第一量是第二量的等倍数,且第三量是第四量的等倍数,而对第一与第三量再取等倍数,则新取得的量也将分别是第二与第四量的等倍数。

§5.prop.3ἐὰν πρῶτον δευτέρου ἰσάκις ᾖ πολλαπλάσιον καὶ τρίτον τετάρτου, ληφθῇ δὲ ἰσάκις πολλαπλάσια τοῦ τε πρώτου καὶ τρίτου, καὶ διʼ ἴσου τῶν ληφθέντων ἑκάτερον ἑκατέρου ἰσάκις ἔσται πολλαπλάσιον τὸ μὲν τοῦ δευτέρου τὸ δὲ τοῦ τετάρτου.
若第一量是第二量的等倍数,且第三量是第四量的等倍数,且对第一量与第三量取等倍数,那么同样地,在所取的量中,每一个也将分别是第二量和第四量的等倍数。
πρῶτον γὰρ τὸ Α δευτέρου τοῦ Β ἰσάκις ἔστω πολλαπλάσιον καὶ τρίτον τὸ Γ τετάρτου τοῦ Δ, καὶ εἰλήφθω τῶν Α, Γ ἰσάκις πολλαπλάσια τὰ ΕΖ, ΗΘ·
因为,设第一量 A 是第二量 B 的等倍数,并且第三量 Γ 是第四量 Δ 的等倍数,并且对 A, Γ 取等倍数 EZ, ΗΘ。
λέγω, ὅτι ἰσάκις ἐστὶ πολλαπλάσιον τὸ ΕΖ τοῦ Β καὶ τὸ ΗΘ τοῦ Δ. ἐπεὶ γὰρ ἰσάκις ἐστὶ πολλαπλάσιον τὸ ΕΖ τοῦ Α καὶ τὸ ΗΘ τοῦ Γ, ὅσα ἄρα ἐστὶν ἐν τῷ ΕΖ ἴσα τῷ Α, τοσαῦτα καὶ ἐν τῷ ΗΘ ἴσα τῷ Γ. διῃρήσθω τὸ μὲν ΕΖ εἰς τὰ τῷ Α μεγέθη ἴσα τὰ ΕΚ, ΚΖ, τὸ δὲ ΗΘ εἰς τὰ τῷ Γ ἴσα τὰ ΗΛ, ΛΘ·
我说, EZ 是 B 的等倍数,且 ΗΘ 是 Δ 的等倍数。 因为 EZ 是 A 的等倍数,且 ΗΘ 是 Γ 的等倍数,所以,在 EZ 中等于 A 的个数,与在 ΗΘ 中等于 Γ 的个数相同。 设 EZ 被分割为等于 A 的量 EK, KZ,而 ΗΘ 被分割为等于 Γ 的量 ΗΛ, ΛΘ。
ἔσται δὴ ἴσον τὸ πλῆθος τῶν ΕΚ, ΚΖ τῷ πλήθει τῶν ΗΛ, ΛΘ. καὶ ἐπεὶ ἰσάκις ἐστὶ πολλαπλάσιον τὸ Α τοῦ Β καὶ τὸ Γ τοῦ Δ, ἴσον δὲ τὸ μὲν ΕΚ τῷ Α, τὸ δὲ ΗΛ τῷ Γ, ἰσάκις ἄρα ἐστὶ πολλαπλάσιον τὸ ΕΚ τοῦ Β καὶ τὸ ΗΛ τοῦ Δ. διὰ τὰ αὐτὰ δὴ ἰσάκις ἐστὶ πολλαπλάσιον τὸ ΚΖ τοῦ Β καὶ τὸ ΛΘ τοῦ Δ. ἐπεὶ οὖν πρῶτον τὸ ΕΚ δευτέρου τοῦ Β ἰσάκις ἐστὶ πολλαπλάσιον καὶ τρίτον τὸ ΗΛ τετάρτου τοῦ Δ, ἔστι δὲ καὶ πέμπτον τὸ ΚΖ δευτέρου τοῦ Β ἰσάκις πολλαπλάσιον καὶ ἕκτον τὸ ΛΘ τετάρτου τοῦ Δ, καὶ συντεθὲν ἄρα πρῶτον καὶ πέμπτον τὸ ΕΖ δευτέρου τοῦ Β ἰσάκις ἐστὶ πολλαπλάσιον καὶ τρίτον καὶ ἕκτον τὸ ΗΘ τετάρτου τοῦ Δ. ἐὰν ἄρα πρῶτον δευτέρου ἰσάκις ᾖ πολλαπλάσιον καὶ τρίτον τετάρτου, ληφθῇ δὲ τοῦ πρώτου καὶ τρίτου ἰσάκις πολλαπλάσια, καὶ διʼ ἴσου τῶν ληφθέντων ἑκάτερον ἑκατέρου ἰσάκις ἔσται πολλαπλάσιον τὸ μὲν τοῦ δευτέρου τὸ δὲ τοῦ τετάρτου·
那么 EK, KZ 的个数将等于 ΗΛ, ΛΘ 的个数。 又因为 A 是 B 的等倍数,且 Γ 是 Δ 的等倍数,而 EK 等于 A,ΗΛ 等于 Γ,所以 EK 是 B 的等倍数,且 ΗΛ 是 Δ 的等倍数。 同理,KZ 也是 B 的等倍数,且 ΛΘ 也是 Δ 的等倍数。 因为,第一量 EK 是第二量 B 的等倍数,且第三量 ΗΛ 是第四量 Δ 的等倍数,而第五量 KZ 也是第二量 B 的等倍数,且第六量 ΛΘ 是第四量 Δ 的等倍数,所以,第一与第五相加之和 EZ 也是第二量 B 的等倍数,且第三与第六相加之和 ΗΘ 也是第四量 Δ 的等倍数。 因此,若第一量是第二量的等倍数,且第三量是第四量的等倍数,且对第一量与第三量取等倍数,那么同样地,在所取的量中,每一个也将分别是第二量和第四量的等倍数。
ὅπερ ἔδει δεῖξαι.
这就是所要证明的。

词汇与语法注释

  1. §5.prop.3διʼ ἴσου — “δι' ἴσου”是一个技术性短语,意为“通过相等关系”或“同样地”。它表明通过中间量的传递,新取出的倍数与最初的量之间也将确立同样的倍数关系。
  2. §5.prop.3ἑκάτερον ἑκατέρου — 表示两个配对量之间的一一对应关系。主格中性单数“ἑκάτερον”指代新取出的两个量(EZ, ΗΘ),而属格“ἑκατέρου”则指代与之对应的原基准量(B, Δ)。
  3. ¦25¦ἐπεὶ οὖν πρῶτον — 标志着应用前一命题(第5卷命题2)结论的长条件句的开始。为了引出第28行由“καὶ συντεθὲν ἄρα...”引导的主句,此处将第一至第六个量分别带入前一命题的对应关系中进行确认。

引用这一段

欧几里得, 几何原本 §5.prop.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:5.prop.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。