§4.prop.6εἰς τὸν δοθέντα κύκλον τετράγωνον ἐγγράψαι.
在给定的圆内,内接一个正方形。
ἔστω ὁ δοθεὶς κύκλος ὁ ΑΒΓΔ· δεῖ δὴ εἰς τὸν ΑΒΓΔ κύκλον τετράγωνον ἐγγράψαι.
设给定的圆为ABCD;此时必须在圆ABCD内,内接一个正方形。
ἤχθωσαν τοῦ ΑΒΓΔ κύκλου δύο διάμετροι πρὸς ὀρθὰς ἀλλήλαις αἱ ΑΓ, ΒΔ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΒ, ΒΓ, ΓΔ, ΔΑ.
καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΒΕ τῇ ΕΔ·
设圆ABCD的两条直径AC、BD 互相垂直地引出,并连接AB、BC、CD、DA。
κέντρον γὰρ τὸ Ε· κοινὴ δὲ καὶ πρὸς ὀρθὰς ἡ ΕΑ, βάσις ἄρα ἡ ΑΒ βάσει τῇ ΑΔ ἴση ἐστίν.
因为BE等于ED(因为E是圆心),且EA是公共的且垂直,所以底边AB等于底边AD。
διὰ τὰ αὐτὰ δὴ καὶ ἑκατέρα τῶν ΒΓ, ΓΔ ἑκατέρᾳ τῶν ΑΒ, ΑΔ ἴση ἐστίν· ἰσόπλευρον ἄρα ἐστὶ τὸ ΑΒΓΔ τετράπλευρον.
因此,由于同样的原因, BC、CD中的每一个也分别等于AB、AD中的每一个;所以四边形ABCD是等边四边形。
λέγω δή, ὅτι καὶ ὀρθογώνιον.
我还说,它也是矩形。
ἐπεὶ γὰρ ἡ ΒΔ εὐθεῖα διάμετρός ἐστι τοῦ ΑΒΓΔ κύκλου, ἡμικύκλιον ἄρα ἐστὶ τὸ ΒΑΔ· ὀρθὴ ἄρα ἡ ὑπὸ ΒΑΔ γωνία.
因为直线BD是圆ABCD的直径,所以BAD是半圆;因而角BAD是直角。
διὰ τὰ αὐτὰ δὴ καὶ ἑκάστη τῶν ὑπὸ ΑΒΓ, ΒΓΔ, ΓΔΑ ὀρθή ἐστιν· ὀρθογώνιον ἄρα ἐστὶ τὸ ΑΒΓΔ τετράπλευρον.
因此,由于同样的原因,角ABC、BCD、CDA中的每一个也是直角;所以四边形ABCD是矩形。
ἐδείχθη δὲ καὶ ἰσόπλευρον· τετράγωνον ἄρα ἐστίν.
并且它已被证明是等边的;所以它是正方形。
καὶ ἐγγέγραπται εἰς τὸν ΑΒΓΔ κύκλον.
并且它已被内接于圆ABCD中。
εἰς ἄρα τὸν δοθέντα κύκλον τετράγωνον ἐγγέγραπται τὸ ΑΒΓΔ· ὅπερ ἔδει ποιῆσαι.
因而,在给定的圆内,已内接了正方形ABCD;这就是所要做的事。
§4.prop.7περὶ τὸν δοθέντα κύκλον τετράγωνον περιγράψαι.
在给定的圆外,外切一个正方形。
ἔστω ὁ δοθεὶς κύκλος ὁ ΑΒΓΔ· δεῖ δὴ περὶ τὸν ΑΒΓΔ κύκλον τετράγωνον περιγράψαι.
设给定的圆为ABCD;此时必须在圆ABCD外,外切一个正方形。
ἤχθωσαν τοῦ ΑΒΓΔ κύκλου δύο διάμετροι πρὸς ὀρθὰς ἀλλήλαις αἱ ΑΓ, ΒΔ, καὶ διὰ τῶν Α, Β, Γ, Δ σημείων ἤχθωσαν ἐφαπτόμεναι τοῦ ΑΒΓΔ κύκλου αἱ ΖΗ, ΗΘ, ΘΚ, ΚΖ.
ἐπεὶ οὖν ἐφάπτεται ἡ ΖΗ τοῦ ΑΒΓΔ κύκλου, ἀπὸ δὲ τοῦ Ε κέντρου ἐπὶ τὴν κατὰ τὸ Α ἐπαφὴν ἐπέζευκται ἡ ΕΑ, αἱ ἄρα πρὸς τῷ Α γωνίαι ὀρθαί εἰσιν.
设圆ABCD的两条直径AC、BD 互相垂直地引出,并通过点A、B、C、D引出圆ABCD的切线ZH、HΘ、ΘK、KZ。 因为ZH与圆ABCD相切,且从圆心E向A处的切点连接了 EA,所以A处的角是直角。
διὰ τὰ αὐτὰ δὴ καὶ αἱ πρὸς τοῖς Β, Γ, Δ σημείοις γωνίαι ὀρθαί εἰσιν.
因此,由于同样的原因,在点B、C、D处的角也是直角。
καὶ ἐπεὶ ὀρθή ἐστιν ἡ ὑπὸ ΑΕΒ γωνία, ἐστὶ δὲ ὀρθὴ καὶ ἡ ὑπὸ ΕΒΗ, παράλληλος ἄρα ἐστὶν ἡ ΗΘ τῇ ΑΓ. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ΑΓ τῇ ΖΚ ἐστι παράλληλος. ὥστε καὶ ἡ ΗΘ τῇ ΖΚ ἐστι παράλληλος.
并且因为角AEB是直角,角EBH也是直角,所以HΘ平行于AC。 因此,由于同样的原因, AC也平行于ZK;所以HΘ也平行于ZK。
ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἑκατέρα τῶν ΗΖ, ΘΚ τῇ ΒΕΔ ἐστι παράλληλος.
同理我们可以证明,HZ、ΘK中的每一个也平行于BED。
παραλληλόγραμμα ἄρα ἐστὶ τὰ ΗΚ, ΗΓ, ΑΚ, ΖΒ, ΒΚ· ἴση ἄρα ἐστὶν ἡ μὲν ΗΖ τῇ ΘΚ, ἡ δὲ ΗΘ τῇ ΖΚ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΓ τῇ ΒΔ, ἀλλὰ καὶ ἡ μὲν ΑΓ ἑκατέρᾳ τῶν ΗΘ, ΖΚ, ἡ δὲ ΒΔ ἑκατέρᾳ τῶν ΗΖ, ΘΚ ἐστιν ἴση, ἰσόπλευρον ἄρα ἐστὶ τὸ ΖΗΘΚ τετράπλευρον.
因而,HK、HC、AK、ZB、BK是平行四边形;所以,一方面HZ等于ΘK,另一方面HΘ等于ZK。 并且因为AC等于BD,而且AC等于HΘ、ZK中的每一个,BD等于HZ、ΘK中的每一个,所以四边形ZHΘK是等边四边形。
λέγω δή, ὅτι καὶ ὀρθογώνιον.
我还说,它也是矩形。
ἐπεὶ γὰρ παραλληλόγραμμόν ἐστι τὸ ΗΒΕΑ, καί ἐστιν ὀρθὴ ἡ ὑπὸ ΑΕΒ, ὀρθὴ ἄρα καὶ ἡ ὑπὸ ΑΗΒ. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ αἱ πρὸς τοῖς Θ, Κ, Ζ γωνίαι ὀρθαί εἰσιν.
因为HBEA是平行四边形,且角AEB是直角,所以角AHB也是直角。 同理我们可以证明,在Θ、K、Z处的角也是直角。
ὀρθογώνιον ἄρα ἐστὶ τὸ ΖΗΘΚ. ἐδείχθη δὲ καὶ ἰσόπλευρον· τετράγωνον ἄρα ἐστίν.
所以,ZHΘK是矩形。 并且它已被证明是等边的;所以它是正方形。
καὶ περιγέγραπται περὶ τὸν ΑΒΓΔ κύκλον.
并且它已被外切于圆ABCD。
περὶ τὸν δοθέντα ἄρα κύκλον τετράγωνον περιγέγραπται· ὅπερ ἔδει ποιῆσαι.
因而,在给定的圆外,已外切了一个正方形;这就是所要做的事。