Humanitext Reader

欧几里得 · 几何原本 §3.prop.6-3.prop.7

相切圆的圆心与从直径所引的线段

第 38 段,共 316 段 · 希腊语

内容简介

第3卷命题6证明了两个相切的圆不具有相同的圆心。命题7证明了在圆的直径上(非圆心处)引向圆周的直线的长度性质:含圆心的最长,剩余的最短,靠近圆心的较大,且在最短线两侧仅有一对相等直线。

§3.prop.6ἐὰν δύο κύκλοι ἐφάπτωνται ἀλλήλων, οὐκ ἔσται αὐτῶν τὸ αὐτὸ κέντρον.
如果两个圆彼此相切,则它们不会有相同的圆心。
δύο γὰρ κύκλοι οἱ ΑΒΓ, ΓΔΕ ἐφαπτέσθωσαν ἀλλήλων κατὰ τὸ Γ σημεῖον·
因为设两个圆ΑΒΓ、ΓΔΕ在点Γ处彼此相切。
λέγω, ὅτι οὐκ ἔσται αὐτῶν τὸ αὐτὸ κέντρον.
我说,它们不会有相同的圆心。
εἰ γὰρ δυνατόν, ἔστω τὸ Ζ, καὶ ἐπεζεύχθω ἡ ΖΓ, καὶ διήχθω, ὡς ἔτυχεν, ἡ ΖΕΒ. ἐπεὶ οὖν τὸ Ζ σημεῖον κέντρον ἐστὶ τοῦ ΑΒΓ κύκλου, ἴση ἐστὶν ἡ ΖΓ τῇ ΖΒ. πάλιν, ἐπεὶ τὸ Ζ σημεῖον κέντρον ἐστὶ τοῦ ΓΔΕ κύκλου, ἴση ἐστὶν ἡ ΖΓ τῇ ΖΕ. ἐδείχθη δὲ ἡ ΖΓ τῇ ΖΒ ἴση· καὶ ἡ ΖΕ ἄρα τῇ ΖΒ ἐστιν ἴση, ἡ ἐλάττων τῇ μείζονι·
因为如果可能的话,设它是Ζ,连结ΖΓ,并任意引ΖΕΒ。 因为点Ζ是圆ΑΒΓ的圆心,所以ΖΓ等于 ΖΒ。 再次,因为点Ζ是圆ΓΔΕ的圆心,所以ΖΓ等于ΖΕ。 然而ΖΓ也被证明等于ΖΒ;因此ΖΕ也等于ΖΒ,即较小者等于较大者。
ὅπερ ἐστὶν ἀδύνατον.
这是不可能的。
οὐκ ἄρα τὸ Ζ σημεῖον κέντρον ἐστὶ τῶν ΑΒΓ, ΓΔΕ κύκλων.
因此点Ζ不是圆ΑΒΓ、ΓΔΕ的圆心。
ἐὰν ἄρα δύο κύκλοι ἐφάπτωνται ἀλλήλων, οὐκ ἔσται αὐτῶν τὸ αὐτὸ κέντρον· ὅπερ ἔδει δεῖξαι.
由此,如果两个圆彼此相切,则它们不会有相同的圆心;此即所证。
§3.prop.7ἐὰν κύκλου ἐπὶ τῆς διαμέτρου ληφθῇ τι σημεῖον, ὃ μή ἐστι κέντρον τοῦ κύκλου, ἀπὸ δὲ τοῦ σημείου πρὸς τὸν κύκλον προσπίπτωσιν εὐθεῖαί τινες, μεγίστη μὲν ἔσται, ἐφʼ ἧς τὸ κέντρον, ἐλαχίστη δὲ ἡ λοιπή, τῶν δὲ ἄλλων ἀεὶ ἡ ἔγγιον τῆς διὰ τοῦ κέντρου τῆς ἀπώτερον μείζων ἐστίν, δύο δὲ μόνον ἴσαι ἀπὸ τοῦ σημείου προσπεσοῦνται πρὸς τὸν κύκλον ἐφʼ ἑκάτερα τῆς ἐλαχίστης.
如果从圆的直径上任取一点(该点不是圆心),且从该点向圆引若干条直线,则其中最大的是含有圆心的那条直线,最小的是其余的那条直线;而在其余直线中,较靠近通过圆心的直线的总是大于较遥远的直线;并且,从该点向圆在最小直线的两侧只能引出两条相等的直线。
ἔστω κύκλος ὁ ΑΒΓΔ, διάμετρος δὲ αὐτοῦ ἔστω ἡ ΑΔ, καὶ ἐπὶ τῆς ΑΔ εἰλήφθω τι σημεῖον τὸ Ζ, ὃ μή ἐστι κέντρον τοῦ κύκλου, κέντρον δὲ τοῦ κύκλου ἔστω τὸ Ε, καὶ ἀπὸ τοῦ Ζ πρὸς τὸν ΑΒΓΔ κύκλον προσπιπτέτωσαν εὐθεῖαί τινες αἱ ΖΒ, ΖΓ, ΖΗ·
设圆为ΑΒΓΔ,其直径为ΑΔ,在ΑΔ上取任一点Ζ(该点不是圆心),并设圆心为Ε;又从Ζ向圆ΑΒΓΔ引若干条直线ΖΒ、ΖΓ、ΖΗ。
λέγω, ὅτι μεγίστη μέν ἐστιν ἡ ΖΑ, ἐλαχίστη δὲ ἡ ΖΔ, τῶν δὲ ἄλλων ἡ μὲν ΖΒ τῆς ΖΓ μείζων, ἡ δὲ ΖΓ τῆς ΖΗ. ἐπεζεύχθωσαν γὰρ αἱ ΒΕ, ΓΕ, ΗΕ. καὶ ἐπεὶ παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονές εἰσιν, αἱ ἄρα ΕΒ, ΕΖ τῆς ΒΖ μείζονές εἰσιν.
我说,ΖΑ最大,ΖΔ最小;在其余直线中,ΖΒ大于ΖΓ, ΖΓ大于ΖΗ。 因为连结ΒΕ、ΓΕ、ΗΕ。 由于在任何三角形中,两边之和大于第三边,所以ΕΒ、ΕΖ大于ΒΖ。
ἴση δὲ ἡ ΑΕ τῇ ΒΕ· μείζων ἄρα ἡ ΑΖ τῆς ΒΖ. πάλιν, ἐπεὶ ἴση ἐστὶν ἡ ΒΕ τῇ ΓΕ, κοινὴ δὲ ἡ ΖΕ, δύο δὴ αἱ ΒΕ, ΕΖ δυσὶ ταῖς ΓΕ, ΕΖ ἴσαι εἰσίν.
而ΑΕ等于ΒΕ;因此ΑΖ大于ΒΖ。 再次,因为ΒΕ等于ΓΕ,且ΖΕ是公共的,所以ΒΕ、ΕΖ两边等于ΓΕ、ΕΖ两边。
ἀλλὰ καὶ γωνία ἡ ὑπὸ ΒΕΖ γωνίας τῆς ὑπὸ ΓΕΖ μείζων.
然而角ΒΕΖ也大于角ΓΕΖ。
βάσις ἄρα ἡ ΒΖ βάσεως τῆς ΓΖ μείζων ἐστίν.
因此底边ΒΖ大于底边 ΓΖ。
διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ΓΖ τῆς ΖΗ μείζων ἐστίν.
由于同样的原因,ΓΖ也大于ΖΗ。
πάλιν, ἐπεὶ αἱ ΗΖ, ΖΕ τῆς ΕΗ μείζονές εἰσιν, ἴση δὲ ἡ ΕΗ τῇ ΕΔ, αἱ ἄρα ΗΖ, ΖΕ τῆς ΕΔ μείζονές εἰσιν.
再次,因为ΗΖ、ΖΕ大于ΕΗ,而ΕΗ等于ΕΔ,所以ΗΖ、ΖΕ大于ΕΔ。
κοινὴ ἀφῃρήσθω ἡ ΕΖ· λοιπὴ ἄρα ἡ ΗΖ λοιπῆς τῆς ΖΔ μείζων ἐστίν.
减去公共的ΕΖ;因此,余下的ΗΖ大于余下的ΖΔ。
μεγίστη μὲν ἄρα ἡ ΖΑ, ἐλαχίστη δὲ ἡ ΖΔ, μείζων δὲ ἡ μὲν ΖΒ τῆς ΖΓ, ἡ δὲ ΖΓ τῆς ΖΗ. λέγω, ὅτι καὶ ἀπὸ τοῦ Ζ σημείου δύο μόνον ἴσαι προσπεσοῦνται πρὸς τὸν ΑΒΓΔ κύκλον ἐφʼ ἑκάτερα τῆς ΖΔ ἐλαχίστης.
由此,ΖΑ最大,ΖΔ最小,且ΖΒ大于ΖΓ,ΖΓ大于ΖΗ。 我说,从点Ζ向圆ΑΒΓΔ在最小直线ΖΔ的两侧也只能引出两条相等的直线。
συνεστάτω γὰρ πρὸς τῇ ΕΖ εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῷ Ε τῇ ὑπὸ ΗΕΖ γωνίᾳ ἴση ἡ ὑπὸ ΖΕΘ, καὶ ἐπεζεύχθω ἡ ΖΘ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΗΕ τῇ ΕΘ, κοινὴ δὲ ἡ ΕΖ, δύο δὴ αἱ ΗΕ, ΕΖ δυσὶ ταῖς ΘΕ, ΕΖ ἴσαι εἰσίν· καὶ γωνία ἡ ὑπὸ ΗΕΖ γωνίᾳ τῇ ὑπὸ ΘΕΖ ἴση· βάσις ἄρα ἡ ΖΗ βάσει τῇ ΖΘ ἴση ἐστίν.
因为在直线ΕΖ及其上的点Ε处,作角ΖΕΘ等于角ΗΕΖ,并连结ΖΘ。 因为ΗΕ等于ΕΘ,且ΕΖ是公共的,所以ΗΕ、ΕΖ两边等于ΘΕ、ΕΖ两边;且角ΗΕΖ等于角ΘΕΖ;因此底边ΖΗ等于底边ΖΘ。
λέγω δή, ὅτι τῇ ΖΗ ἄλλη ἴση οὐ προσπεσεῖται πρὸς τὸν κύκλον ἀπὸ τοῦ Ζ σημείου.
我说,从点Ζ向圆不会再引出另一条等于ΖΗ的直线。
εἰ γὰρ δυνατόν, προσπιπτέτω ἡ ΖΚ. καὶ ἐπεὶ ἡ ΖΚ τῇ ΖΗ ἴση ἐστίν, ἀλλὰ ἡ ΖΘ τῇ ΖΗ, καὶ ἡ ΖΚ ἄρα τῇ ΖΘ ἐστιν ἴση, ἡ ἔγγιον τῆς διὰ τοῦ κέντρου τῇ ἀπώτερον ἴση·
因为如果可能的话,设引出ΖΚ。 由于ΖΚ等于ΖΗ,且ΖΘ等于ΖΗ,所以ΖΚ也等于ΖΘ,即较靠近通过圆心的直线等于较遥远的直线。
ὅπερ ἀδύνατον.
这是不可能的。
οὐκ ἄρα ἀπὸ τοῦ Ζ σημείου ἑτέρα τις προσπεσεῖται πρὸς τὸν κύκλον ἴση τῇ ΗΖ· μία ἄρα μόνη.
因此从点Ζ向圆不会再引出另一条等于ΗΖ的直线;因此只有一条。
ἐὰν ἄρα κύκλου ἐπὶ τῆς διαμέτρου ληφθῇ τι σημεῖον, ὃ μή ἐστι κέντρον τοῦ κύκλου, ἀπὸ δὲ τοῦ σημείου πρὸς τὸν κύκλον προσπίπτωσιν εὐθεῖαί τινες, μεγίστη μὲν ἔσται, ἐφʼ ἧς τὸ κέντρον, ἐλαχίστη δὲ ἡ λοιπή, τῶν δὲ ἄλλων ἀεὶ ἡ ἔγγιον τῆς διὰ τοῦ κέντρου τῆς ἀπώτερον μείζων ἐστίν, δύο δὲ μόνον ἴσαι ἀπὸ τοῦ αὐτοῦ σημείου προσπεσοῦνται πρὸς τὸν κύκλον ἐφʼ ἑκάτερα τῆς ἐλαχίστης· ὅπερ ἔδει δεῖξαι.
由此,如果从圆的直径上任取一点(该点不是圆心),且从该点向圆引若干条直线,则其中最大的是含有圆心的那条直线,最小的是其余的那条直线;而在其余直线中,较靠近通过圆心的直线的总是大于较遥远的直线;并且,从同一点向圆在最小直线的两侧只能引出两条相等的直线;此即所证。

词汇与语法注释

  1. 3.prop.6ὡς ἔτυχεν — 字面意思是“正如碰巧发生的那样”,在数学文本中用作习惯表达,意为“任意地”或“随机地”。使用了动词 `τυγχάνω` 的无人称不定过去时直陈语气 `ἔτυχεν`。
  2. 3.prop.7ἐφʼ ἧς τὸ κέντρον — 带有关系代词 `ἧς`(先行词为 `εὐθεῖα`)的介词短语,其中省略了系动词 `ἐστιν`。作定语表示“其上[有]圆心的[那条直线]”。
  3. 3.prop.7τῆς διὰ τοῦ κέντρου — 由比较级副词 `ἔγγιον`(较靠近)所支配的比较属格。阴性冠词 `τῆς` 指代省略的阴性名词 `εὐθείας`(直线),意为“相较于通过圆心的[直线]”。

引用这一段

欧几里得, 几何原本 §3.prop.6-3.prop.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:3.prop.6-3.prop.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。