Humanitext Reader

欧几里得 · 几何原本 §3.prop.15

直径的最大性与弦距圆心远近之比较

第 44 段,共 316 段 · 希腊语

内容简介

本命题证明在圆中,直径是最大的弦;而在其他弦中,较接近圆心的总是大于较远离圆心的。

§3.prop.15ἐν κύκλῳ μεγίστη μὲν ἡ διάμετρος τῶν δὲ ἄλλων ἀεὶ ἡ ἔγγιον τοῦ κέντρου τῆς ἀπώτερον μείζων ἐστίν.
在圆中,直径最大;而在其他弦中,较接近圆心的总是大于较远离圆心的。
ἔστω κύκλος ὁ ΑΒΓΔ, διάμετρος δὲ αὐτοῦ ἔστω ἡ ΑΔ, κέντρον δὲ τὸ Ε, καὶ ἔγγιον μὲν τῆς ΑΔ διαμέτρου ἔστω ἡ ΒΓ, ἀπώτερον δὲ ἡ ΖΗ· λέγω, ὅτι μεγίστη μέν ἐστιν ἡ ΑΔ, μείζων δὲ ἡ ΒΓ τῆς ΖΗ. ἤχθωσαν γὰρ ἀπὸ τοῦ Ε κέντρου ἐπὶ τὰς ΒΓ, ΖΗ κάθετοι αἱ ΕΘ, ΕΚ. καὶ ἐπεὶ ἔγγιον μὲν τοῦ κέντρου ἐστὶν ἡ ΒΓ, ἀπώτερον δὲ ἡ ΖΗ, μείζων ἄρα ἡ ΕΚ τῆς ΕΘ. κείσθω τῇ ΕΘ ἴση ἡ ΕΛ, καὶ διὰ τοῦ Λ τῇ ΕΚ πρὸς ὀρθὰς ἀχθεῖσα ἡ ΛΜ διήχθω ἐπὶ τὸ Ν, καὶ ἐπεζεύχθωσαν αἱ ΜΕ, ΕΝ, ΖΕ, ΕΗ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΕΘ τῇ ΕΛ, ἴση ἐστὶ καὶ ἡ ΒΓ τῇ ΜΝ. πάλιν, ἐπεὶ ἴση ἐστὶν ἡ μὲν ΑΕ τῇ ΕΜ, ἡ δὲ ΕΔ τῇ ΕΝ, ἡ ἄρα ΑΔ ταῖς ΜΕ, ΕΝ ἴση ἐστίν.
设圆为 ΑΒΓΔ,其直径为 ΑΔ,圆心为 Ε,且设较接近直径 ΑΔ 的为 ΒΓ,较远离的为 ΖΗ;我说,ΑΔ 最大,且 ΒΓ 大于 ΖΗ。
ἀλλʼ αἱ μὲν ΜΕ, ΕΝ τῆς ΜΝ μείζονές εἰσιν [καὶ ἡ ΑΔ τῆς ΜΝ μείζων ἐστίν, ἴση δὲ ἡ ΜΝ τῇ ΒΓ· ἡ ΑΔ ἄρα τῆς ΒΓ μείζων ἐστίν.
因为,自圆心 Ε 向 ΒΓ、ΖΗ 作垂线 ΕΘ、ΕΚ。 又因为 ΒΓ 较接近圆心,而 ΖΗ 较远离圆心,所以 ΕΚ 大于 ΕΘ。 设 ΕΛ 等于 ΕΘ,且通过 Λ 作与 ΕΚ 垂直的 ΛΜ 并延长至 Ν,连结 ΜΕ、ΕΝ、ΖΕ、ΕΗ。 又因为 ΕΘ 等于 ΕΛ,所以 ΒΓ 也等于 ΜΝ。 再次,因为 ΑΕ 等于 ΕΜ,而 ΕΔ 等于 ΕΝ,所以 ΑΔ 等于 ΜΕ、ΕΝ 之和。 但是 ΜΕ、ΕΝ 大于 ΜΝ [且 ΑΔ 大于 ΜΝ,而 ΜΝ 等于 ΒΓ;所以 ΑΔ 大于 ΒΓ。
καὶ ἐπεὶ δύο αἱ ΜΕ, ΕΝ δύο ταῖς ΖΕ, ΕΗ ἴσαι εἰσίν, καὶ γωνία ἡ ὑπὸ ΜΕΝ γωνίας τῆς ὑπὸ ΖΕΗ μείζων, βάσις ἄρα ἡ ΜΝ βάσεως τῆς ΖΗ μείζων ἐστίν.
又因为两线 ΜΕ、ΕΝ 等于两线 ΖΕ、ΕΗ,且角 ΜΕΝ 大于角 ΖΕΗ,所以底边 ΜΝ 大于底边 ΖΗ。
ἀλλὰ ἡ ΜΝ τῇ ΒΓ ἐδείχθη ἴση. μεγίστη μὲν ἄρα ἡ ΑΔ διάμετρος, μείζων δὲ ἡ ΒΓ τῆς ΖΗ. ἐν κύκλῳ ἄρα μεγίστη μέν ἐστιν ἡ διάμετρος, τῶν δὲ ἄλλων ἀεὶ ἡ ἔγγιον τοῦ κέντρου τῆς ἀπώτερον μείζων ἐστίν· ὅπερ ἔδει δεῖξαι.
但是已证明 ΜΝ 等于 ΒΓ;所以直径 ΑΔ 最大,且 ΒΓ 大于 ΖΗ]。 因此,在圆中,直径最大;而在其他弦中,较接近圆心的总是大于较远离圆心的;这就是所要证明的。

词汇与语法注释

  1. 3.prop.15τῆς ἀπώτερον — 受比较级 `μείζων`(较大)支配的比较属格,意为“比更远的那条(线)”。冠词 `τῆς` 将副词实体化,与阴性名词 `εὐθεῖα`(直线)一致。
  2. 3.prop.15τῆς ΑΔ διαμέτρου — 受比较级副词 `ἔγγιον`(较接近)支配的属格,表示距离的基准,意为“较接近直径 ΑΔ”。
  3. 3.prop.15ταῖς ΜΕ, ΕΝ — 与形容词 `ἴση` 连用的复数与格。尽管 ΑΔ 是一条直线(ΑΕ 与 ΕΔ 之和),但为了表示它等于两条直线 ΜΕ 和 ΕΝ 的和,这里使用了复数与格 `ταῖς ΜΕ, ΕΝ`。

引用这一段

欧几里得, 几何原本 §3.prop.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:3.prop.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。