Humanitext Reader

欧几里得 · 几何原本 §3.prop.14

圆中等弦与圆心距离的关系

第 43 段,共 316 段 · 希腊语

内容简介

利用勾股定理证明:圆中的等弦到圆心的距离相等;反之,到圆心距离相等的弦也相等。

§3.prop.14ἐν κύκλῳ αἱ ἴσαι εὐθεῖαι ἴσον ἀπέχουσιν ἀπὸ τοῦ κέντρου, καὶ αἱ ἴσον ἀπέχουσαι ἀπὸ τοῦ κέντρου ἴσαι ἀλλήλαις εἰσίν.
在圆中,等弦到圆心的距离相等;到圆心距离相等的弦也彼此相等。
ἔστω κύκλος ὁ ΑΒΓΔ, καὶ ἐν αὐτῷ ἴσαι εὐθεῖαι ἔστωσαν αἱ ΑΒ, ΓΔ· λέγω, ὅτι αἱ ΑΒ, ΓΔ ἴσον ἀπέχουσιν ἀπὸ τοῦ κέντρου.
设 ΑΒΓΔ 为一圆,且在其中设 ΑΒ、ΓΔ 为等弦;我说,ΑΒ、ΓΔ 到圆心的距离相等。
εἰλήφθω γὰρ τὸ κέντρον τοῦ ΑΒΓΔ κύκλου καὶ ἔστω τὸ Ε, καὶ ἀπὸ τοῦ Ε ἐπὶ τὰς ΑΒ, ΓΔ κάθετοι ἤχθωσαν αἱ ΕΖ, ΕΗ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΕ, ΕΓ. ἐπεὶ οὖν εὐθεῖά τις διὰ τοῦ κέντρου ἡ ΕΖ εὐθεῖάν τινα μὴ διὰ τοῦ κέντρου τὴν ΑΒ πρὸς ὀρθὰς τέμνει, καὶ δίχα αὐτὴν τέμνει.
因为,取圆 ΑΒΓΔ 的圆心并设为 Ε,自 Ε 向 ΑΒ、ΓΔ 作垂线 ΕΖ、ΕΗ,并连结 ΑΕ、ΕΓ。 于是,因为通过圆心的某直线 ΕΖ 与不通过圆心的某直线 ΑΒ 垂直相交,所以它也平分它。
ἴση ἄρα ἡ ΑΖ τῇ ΖΒ· διπλῆ ἄρα ἡ ΑΒ τῆς ΑΖ. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ΓΔ τῆς ΓΗ ἐστι διπλῆ· καί ἐστιν ἴση ἡ ΑΒ τῇ ΓΔ· ἴση ἄρα καὶ ἡ ΑΖ τῇ ΓΗ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΕ τῇ ΕΓ, ἴσον καὶ τὸ ἀπὸ τῆς ΑΕ τῷ ἀπὸ τῆς ΕΓ. ἀλλὰ τῷ μὲν ἀπὸ τῆς ΑΕ ἴσα τὰ ἀπὸ τῶν ΑΖ, ΕΖ· ὀρθὴ γὰρ ἡ πρὸς τῷ Ζ γωνία· τῷ δὲ ἀπὸ τῆς ΕΓ ἴσα τὰ ἀπὸ τῶν ΕΗ, ΗΓ· ὀρθὴ γὰρ ἡ πρὸς τῷ Η γωνία· τὰ ἄρα ἀπὸ τῶν ΑΖ, ΖΕ ἴσα ἐστὶ τοῖς ἀπὸ τῶν ΓΗ, ΗΕ, ὧν τὸ ἀπὸ τῆς ΑΖ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΓΗ· ἴση γάρ ἐστιν ἡ ΑΖ τῇ ΓΗ· λοιπὸν ἄρα τὸ ἀπὸ τῆς ΖΕ τῷ ἀπὸ τῆς ΕΗ ἴσον ἐστίν· ἴση ἄρα ἡ ΕΖ τῇ ΕΗ. ἐν δὲ κύκλῳ ἴσον ἀπέχειν ἀπὸ τοῦ κέντρου εὐθεῖαι λέγονται, ὅταν αἱ ἀπὸ τοῦ κέντρου ἐπʼ αὐτὰς κάθετοι ἀγόμεναι ἴσαι ὦσιν· αἱ ἄρα ΑΒ, ΓΔ ἴσον ἀπέχουσιν ἀπὸ τοῦ κέντρου.
因此 ΑΖ 等于 ΖΒ;所以 ΑΒ 是 ΑΖ 的两倍。 基于同样的原因,当然 ΓΔ 也是 ΓΗ 的两倍;且 ΑΒ 等于 ΓΔ;所以 ΑΖ 也等于 ΓΗ。 又因为 ΑΕ 等于 ΕΓ,所以 ΑΕ 上的正方形也等于 ΕΓ 上的正方形。 但是 ΑΖ、ΕΖ 上的正方形等于 ΑΕ 上的正方形;因为在 Ζ 处的角是直角;而 ΕΗ、ΗΓ 上的正方形等于 ΕΓ 上的正方形;因为在 Η 处的角是直角;所以 ΑΖ、ΖΕ 上的正方形等于 ΓΗ、ΗΕ 上的正方形,其中 ΑΖ 上的正方形等于 ΓΗ 上的正方形;因为 ΑΖ 等于 ΓΗ;所以余下的 ΖΕ 上的正方形等于 ΕΗ 上的正方形;因此 ΕΖ 等于 ΕΗ。 在圆中,当自圆心向它们所作的垂线相等时,这些直线就被称为到圆心距离相等;所以 ΑΒ、ΓΔ 到圆心的距离相等。
ἀλλὰ δὴ αἱ ΑΒ, ΓΔ εὐθεῖαι ἴσον ἀπεχέτωσαν ἀπὸ τοῦ κέντρου, τουτέστιν ἴση ἔστω ἡ ΕΖ τῇ ΕΗ. λέγω, ὅτι ἴση ἐστὶ καὶ ἡ ΑΒ τῇ ΓΔ. τῶν γὰρ αὐτῶν κατασκευασθέντων ὁμοίως δείξομεν, ὅτι διπλῆ ἐστιν ἡ μὲν ΑΒ τῆς ΑΖ, ἡ δὲ ΓΔ τῆς ΓΗ· καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΕ τῇ ΓΕ, ἴσον ἐστὶ τὸ ἀπὸ τῆς ΑΕ τῷ ἀπὸ τῆς ΓΕ· ἀλλὰ τῷ μὲν ἀπὸ τῆς ΑΕ ἴσα ἐστὶ τὰ ἀπὸ τῶν ΕΖ, ΖΑ, τῷ δὲ ἀπὸ τῆς ΓΕ ἴσα τὰ ἀπὸ τῶν ΕΗ, ΗΓ. τὰ ἄρα ἀπὸ τῶν ΕΖ, ΖΑ ἴσα ἐστὶ τοῖς ἀπὸ τῶν ΕΗ, ΗΓ·
然而,现在设直线 ΑΒ、ΓΔ 到圆心的距离相等,即设 ΕΖ 等于 ΕΗ。 我说,ΑΒ 也等于 ΓΔ。 因为,作相同的辅助线,我们同样可以证明 ΑΒ 是 ΑΖ 的两倍,ΓΔ 是 ΓΗ 的两倍;又因为 ΑΕ 等于 ΓΕ,所以 ΑΕ 上的正方形等于 ΓΕ 上的正方形;但是 ΕΖ、ΖΑ 上的正方形等于 ΑΕ 上的正方形,且 ΕΗ、ΗΓ 上的正方形等于 ΓΕ 上的正方形。
ὧν τὸ ἀπὸ τῆς ΕΖ τῷ ἀπὸ τῆς ΕΗ ἐστιν ἴσον· ἴση γὰρ ἡ ΕΖ τῇ ΕΗ· λοιπὸν ἄρα τὸ ἀπὸ τῆς ΑΖ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΓΗ· ἴση ἄρα ἡ ΑΖ τῇ ΓΗ· καί ἐστι τῆς μὲν ΑΖ διπλῆ ἡ ΑΒ, τῆς δὲ ΓΗ διπλῆ ἡ ΓΔ·
所以 ΕΖ、ΖΑ 上的正方形等于 ΕΗ、ΗΓ 上的正方形;其中 ΕΖ 上的正方形等于 ΕΗ 上的正方形;因为 ΕΖ 等于 ΕΗ;所以余下的 ΑΖ 上的正方形等于 ΓΗ 上的正方形;因此 ΑΖ 等于 ΓΗ;且 ΑΒ 是 ΑΖ 的两倍,ΓΔ 是 ΓΗ 的两倍;所以 ΑΒ 等于 ΓΔ。
ἴση ἄρα ἡ ΑΒ τῇ ΓΔ. ἐν κύκλῳ ἄρα αἱ ἴσαι εὐθεῖαι ἴσον ἀπέχουσιν ἀπὸ τοῦ κέντρου, καὶ αἱ ἴσον ἀπέχουσαι ἀπὸ τοῦ κέντρου ἴσαι ἀλλήλαις εἰσίν· ὅπερ ἔδει δεῖξαι.
因此,在圆中,等弦到圆心的距离相等;到圆心距离相等的弦也彼此相等;这就是所要证明的。

词汇与语法注释

  1. §3.prop.14τὸ ἀπὸ τῆς ΑΕ — 意为“在 AE 上的正方形”。在希腊数学文本中,带中性单数冠词的 τὸ ἀπὸ ...(或 τὸ ὑπὸ ...)表示以该线段为一边的正方形(或以两线段为邻边的矩形)的面积。
  2. §3.prop.14ὧν τὸ ἀπὸ τῆς ΑΖ ἴσον ἐστὶ — 属格关系代词 ὧν 指代前述两组正方形之和(τὰ ἀπὸ τῶν ΑΖ, ΖΕ 与 τοῖς ἀπὸ τῶν ΓΗ, ΗΕ),表示“在这些(相等的量)之中”。
  3. §3.prop.14τῶν γὰρ αὐτῶν κατασκευασθέντων — 属格独立结构(分词绝对属格),意为“因为在作相同辅助线的情况下”。

引用这一段

欧几里得, 几何原本 §3.prop.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:3.prop.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。