§2.prop.11τὴν δοθεῖσαν εὐθεῖαν τεμεῖν ὥστε τὸ ὑπὸ τῆς ὅλης καὶ τοῦ ἑτέρου τῶν τμημάτων περιεχόμενον ὀρθογώνιον ἴσον εἶναι τῷ ἀπὸ τοῦ λοιποῦ τμήματος τετραγώνῳ.
将一条给定的直线切分,使得整条线段与其中一个分段所构成的矩形,等于其余分段上所作的正方形。
ἔστω ἡ δοθεῖσα εὐθεῖα ἡ ΑΒ· δεῖ δὴ τὴν ΑΒ τεμεῖν ὥστε τὸ ὑπὸ τῆς ὅλης καὶ τοῦ ἑτέρου τῶν τμημάτων περιεχόμενον ὀρθογώνιον ἴσον εἶναι τῷ ἀπὸ τοῦ λοιποῦ τμήματος τετραγώνῳ.
设给定的直线为 AB;因此,需要切分 AB,使得整条线段与其中一个分段所构构成之矩形,等于其余分段上所作的正方形。
Ἀναγεγράφθω γὰρ ἀπὸ τῆς ΑΒ τετράγωνον τὸ ΑΒΔΓ, καὶ τετμήσθω ἡ ΑΓ δίχα κατὰ τὸ Ε σημεῖον, καὶ ἐπεζεύχθω ἡ ΒΕ, καὶ διήχθω ἡ ΓΑ ἐπὶ τὸ Ζ, καὶ κείσθω τῇ ΒΕ ἴση ἡ ΕΖ, καὶ ἀναγεγράφθω ἀπὸ τῆς ΑΖ τετράγωνον τὸ ΖΘ, καὶ διήχθω ἡ ΗΘ ἐπὶ τὸ Κ·
因为,设在 AB 上作正方形 ABDG,且 AC 在 E 点被二等分,并连结 BE;又将 CA 延长到 Z,且使 EZ 等于 BE,并在 AZ 上作正方形 ZTh,又将 HTh 延长到 K。
λέγω, ὅτι ἡ ΑΒ τέτμηται κατὰ τὸ Θ, ὥστε τὸ ὑπὸ τῶν ΑΒ, ΒΘ περιεχόμενον ὀρθογώνιον ἴσον ποιεῖν τῷ ἀπὸ τῆς ΑΘ τετραγώνῳ.
我说,AB 在 Th 点被切分,使得由 AB、BTh 所构成的矩形,等于在 ATh 上所作的正方形。
ἐπεὶ γὰρ εὐθεῖα ἡ ΑΓ τέτμηται δίχα κατὰ τὸ Ε, πρόσκειται δὲ αὐτῇ ἡ ΖΑ, τὸ ἄρα ὑπὸ τῶν ΓΖ, ΖΑ περιεχόμενον ὀρθογώνιον μετὰ τοῦ ἀπὸ τῆς ΑΕ τετραγώνου ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΕΖ τετραγώνῳ.
因为,既然直线 AC 在 E 被二等分,且 ZA 加在它上面,所以由 GZ、ZA 所构成的矩形与在 AE 上所作的正方形之和,等于在 EZ 上所作的正方形。
ἴση δὲ ἡ ΕΖ τῇ ΕΒ· τὸ ἄρα ὑπὸ τῶν ΓΖ, ΖΑ μετὰ τοῦ ἀπὸ τῆς ΑΕ ἴσον ἐστὶ τῷ ἀπὸ ΕΒ. ἀλλὰ τῷ ἀπὸ ΕΒ ἴσα ἐστὶ τὰ ἀπὸ τῶν ΒΑ, ΑΕ·
而 EZ 等于 EB;因此,由 GZ、ZA 所构成的矩形与在 AE 上所作的正方形之和,等于在 EB 上所作的正方形。
ὀρθὴ γὰρ ἡ πρὸς τῷ Α γωνία· τὸ ἄρα ὑπὸ τῶν ΓΖ, ΖΑ μετὰ τοῦ ἀπὸ τῆς ΑΕ ἴσον ἐστὶ τοῖς ἀπὸ τῶν ΒΑ, ΑΕ. κοινὸν ἀφῃρήσθω τὸ ἀπὸ τῆς ΑΕ·
但是在 BA、AE 上所作的正方形之和等于在 EB 上所作的正方形(因为在 A 点的角是直角);因此,由 GZ、ZA 所构成的矩形与在 AE 上所作的正方形之和,等于在 BA、AE 上所作的正方形之和。
λοιπὸν ἄρα τὸ ὑπὸ τῶν ΓΖ, ΖΑ περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΑΒ τετραγώνῳ.
从双方减去共同的在 AE 上所作的正方形;因此,其余由 GZ、ZA 所构成的矩形等于在 AB 上所作的正方形。
καί ἐστι τὸ μὲν ὑπὸ τῶν ΓΖ, ΖΑ τὸ ΖΚ· ἴση γὰρ ἡ ΑΖ τῇ ΖΗ· τὸ δὲ ἀπὸ τῆς ΑΒ τὸ ΑΔ· τὸ ἄρα ΖΚ ἴσον ἐστὶ τῷ ΑΔ. κοινὸν ἀφῃρήσθω τὸ ΑΚ·
而由 GZ、ZA 所构成的矩形就是 ZK(因为 AZ 等于 ZH);在 AB 上所作的正方形就是 AD;因此 ZK 等于 AD。
λοιπὸν ἄρα τὸ ΖΘ τῷ ΘΔ ἴσον ἐστίν.
减去共同的 AK;因此其余的 ZTh 等于 ThD。
καί ἐστι τὸ μὲν ΘΔ τὸ ὑπὸ τῶν ΑΒ, ΒΘ· ἴση γὰρ ἡ ΑΒ τῇ ΒΔ· τὸ δὲ ΖΘ τὸ ἀπὸ τῆς ΑΘ· τὸ ἄρα ὑπὸ τῶν ΑΒ, ΒΘ περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ ἀπὸ ΘΑ τετραγώνῳ.
而 ThD 是由 AB、BTh 所构成的矩形(因为 AB 等于 BD);ZTh 是在 ATh 上所作的正方形;因此,由 AB、BTh 所构成的矩形等于在 ThA 上所作的正方形。
ἡ ἄρα δοθεῖσα εὐθεῖα ἡ ΑΒ τέτμηται κατὰ τὸ Θ ὥστε τὸ ὑπὸ τῶν ΑΒ, ΒΘ περιεχόμενον ὀρθογώνιον ἴσον ποιεῖν τῷ ἀπὸ τῆς ΘΑ τετραγώνῳ· ὅπερ ἔδει ποιῆσαι.
因此,给定的直线 AB 在 Th 点被切分,使得由 AB、BTh 所构成的矩形,等于在 ThA 上所作的正方形;这就是所要做的事。
§2.prop.12ἐν τοῖς ἀμβλυγωνίοις τριγώνοις τὸ ἀπὸ τῆς τὴν ἀμβλεῖαν γωνίαν ὑποτεινούσης πλευρᾶς τετράγωνον μεῖζόν ἐστι τῶν ἀπὸ τῶν τὴν ἀμβλεῖαν γωνίαν περιεχουσῶν πλευρῶν τετραγώνων τῷ περιεχομένῳ δὶς ὑπό τε μιᾶς τῶν περὶ τὴν ἀμβλεῖαν γωνίαν, ἐφʼ ἣν ἡ κάθετος πίπτει, καὶ τῆς ἀπολαμβανομένης ἐκτὸς ὑπὸ τῆς καθέτου πρὸς τῇ ἀμβλείᾳ γωνίᾳ.
在钝角三角形中,对钝角的边上所作的正方形,大于夹钝角诸边上所作正方形之和,其相差之数等于夹钝角的其中一边(即垂线所落的那一边)与垂线在钝角外侧所截出的线段所构成的矩形的两倍。
ἔστω ἀμβλυγώνιον τρίγωνον τὸ ΑΒΓ ἀμβλεῖαν ἔχον τὴν ὑπὸ ΒΑΓ, καὶ ἤχθω ἀπὸ τοῦ Β σημείου ἐπὶ τὴν ΓΑ ἐκβληθεῖσαν κάθετος ἡ ΒΔ. λέγω, ὅτι τὸ ἀπὸ τῆς ΒΓ τετράγωνον μεῖζόν ἐστι τῶν ἀπὸ τῶν ΒΑ, ΑΓ τετραγώνων τῷ δὶς ὑπὸ τῶν ΓΑ, ΑΔ περιεχομένῳ ὀρθογωνίῳ.
设 ABG 为一钝角三角形,其钝角为 BAG,并设从 B 点向 GA 的延长线引垂线 BD。 我说,在 BG 上所作的正方形,大于在 BA、AG 上所作的正方形之和,其相差之数等于由 GA、AD 所构成的矩形的两倍。
ἐπεὶ γὰρ εὐθεῖα ἡ ΓΑ τέτμηται, ὡς ἔτυχεν, κατὰ τὸ Α σημεῖον, τὸ ἄρα ἀπὸ τῆς ΔΓ ἴσον ἐστὶ τοῖς ἀπὸ τῶν ΓΑ, ΑΔ τετραγώνοις καὶ τῷ δὶς ὑπὸ τῶν ΓΑ, ΑΔ περιεχομένῳ ὀρθογωνίῳ.
因为,既然直线 GA 在 A 点被任意切分,所以在 DG 上所作的正方形等于在 GA、AD 上所作的正方形之和,与由 GA、AD 所构成的矩形的两倍之和。
κοινὸν προσκείσθω τὸ ἀπὸ τῆς ΔΒ· τὰ ἄρα ἀπὸ τῶν ΓΔ, ΔΒ ἴσα ἐστὶ τοῖς τε ἀπὸ τῶν ΓΑ, ΑΔ, ΔΒ τετραγώνοις καὶ τῷ δὶς ὑπὸ τῶν ΓΑ, ΑΔ.
给双方加上共同的在 DB 上所作的正方形;因此,在 GD、DB 上所作的正方形之和,等于在 GA、AD、DB 上所作的正方形之和,与由 GA、AD 所构成的矩形的两倍之和。
ἀλλὰ τοῖς μὲν ἀπὸ τῶν ΓΔ, ΔΒ ἴσον ἐστὶ τὸ ἀπὸ τῆς ΓΒ· ὀρθὴ γὰρ ἡ πρὸς τῷ Δ γωνία· τοῖς δὲ ἀπὸ τῶν ΑΔ, ΔΒ ἴσον τὸ ἀπὸ τῆς ΑΒ· τὸ ἄρα ἀπὸ τῆς ΓΒ τετράγωνον ἴσον ἐστὶ τοῖς τε ἀπὸ τῶν ΓΑ, ΑΒ τετραγώνοις καὶ τῷ δὶς ὑπὸ τῶν ΓΑ, ΑΔ περιεχομένῳ ὀρθογωνίῳ·
但是,在 GD、DB 上所作的正方形之和等于在 GB 上所作的正方形(因为在 D 点的角是直角);而在 AD、DB 上所作的正方形之和等于在 AB 上所作的正方形;因此,在 GB 上所作的正方形,等于在 GA、AB 上所作的正方形之和,与由 GA、AD 所构成的矩形的两倍之和。
ὥστε τὸ ἀπὸ τῆς ΓΒ τετράγωνον τῶν ἀπὸ τῶν ΓΑ, ΑΒ τετραγώνων μεῖζόν ἐστι τῷ δὶς ὑπὸ τῶν ΓΑ, ΑΔ περιεχομένῳ ὀρθογωνίῳ.
所以,在 GB 上所作的正方形,大于在 GA、AB 上所作的正方形之和,其相差之数等于由 GA、AD 所构成的矩形的两倍。
ἐν ἄρα τοῖς ἀμβλυγωνίοις τριγώνοις τὸ ἀπὸ τῆς τὴν ἀμβλεῖαν γωνίαν ὑποτεινούσης πλευρᾶς τετράγωνον μεῖζόν ἐστι τῶν ἀπὸ τῶν τὴν ἀμβλεῖαν γωνίαν περιεχουσῶν πλευρῶν τετραγώνων τῷ περιεχομένῳ δὶς ὑπό τε μιᾶς τῶν περὶ τὴν ἀμβλεῖαν γωνίαν, ἐφʼ ἣν ἡ κάθετος πίπτει, καὶ τῆς ἀπολαμβανομένης ἐκτὸς ὑπὸ τῆς καθέτου πρὸς τῇ ἀμβλείᾳ γωνίᾳ· ὅπερ ἔδει δεῖξαι.
因此,在钝角三角形中,对钝角的边上所作的正方形,大于夹钝角诸边上所作正方形之和,其相差之数等于夹钝角的其中一边(即垂线所落的那一边)与垂线在钝角外侧所截出的线段所构成的矩形的两倍;这就是所要证明的。