Humanitext Reader

欧几里得 · 几何原本 §2.prop.1-2.prop.3

线段分割与矩形面积的分配律

第 26 段,共 316 段 · 希腊语

内容简介

第2卷的前三个命题。命题1证明了一条线段被分割时两直线所成矩形的分配律;命题2证明了整条线与各段所成矩形之和等于整条线的自乘正方形;命题3证明了整条线与其中一段所成矩形等于两段所成矩形连同该段的自乘正方形之和。

§2.prop.1ἐὰν ὦσι δύο εὐθεῖαι, τμηθῇ δὲ ἡ ἑτέρα αὐτῶν εἰς ὁσαδηποτοῦν τμήματα, τὸ περιεχόμενον ὀρθογώνιον ὑπὸ τῶν δύο εὐθειῶν ἴσον ἐστὶ τοῖς ὑπό τε τῆς ἀτμήτου καὶ ἑκάστου τῶν τμημάτων περιεχομένοις ὀρθογωνίοις.
如果有两条直线,且其中一条被任意分成若干段,则这两条直线所包围的矩形等于未分割的直线与各段所包围的矩形之和。
ἔστωσαν δύο εὐθεῖαι αἱ Α, ΒΓ, καὶ τετμήσθω ἡ ΒΓ, ὡς ἔτυχεν, κατὰ τὰ Δ, Ε σημεῖα· λέγω, ὅτι τὸ ὑπὸ τῶν Α, ΒΓ περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ τε ὑπὸ τῶν Α, ΒΔ περιεχομένῳ ὀρθογωνίῳ καὶ τῷ ὑπὸ τῶν Α, ΔΕ καὶ ἔτι τῷ ὑπὸ τῶν Α, ΕΓ. ἤχθω γὰρ ἀπὸ τοῦ Β τῇ ΒΓ πρὸς ὀρθὰς ἡ ΒΖ, καὶ κείσθω τῇ Α ἴση ἡ ΒΗ, καὶ διὰ μὲν τοῦ Η τῇ ΒΓ παράλληλος ἤχθω ἡ ΗΘ, διὰ δὲ τῶν Δ, Ε, Γ τῇ ΒΗ παράλληλοι ἤχθωσαν αἱ ΔΚ, ΕΛ, ΓΘ. ἴσον δή ἐστι τὸ ΒΘ τοῖς ΒΚ, ΔΛ, ΕΘ. καί ἐστι τὸ μὲν ΒΘ τὸ ὑπὸ τῶν Α, ΒΓ·
设 A、BC 为两条直线,并设 BC 在点 D、E 处被任意分割;我说,由 A、BC 所包围的矩形等于由 A、BD 所包围的矩形,与由 A、DE 所包围的矩形,以及由 A、EC 所包围的矩形之和。
περιέχεται μὲν γὰρ ὑπὸ τῶν ΗΒ, ΒΓ, ἴση δὲ ἡ ΒΗ τῇ Α·
因为,设从 B 引 BZ 垂直于 BC,并设 BH 等于 A,通过 H 引 HQ 平行于 BC,通过 D、E、C 引 DK、EL、CQ 平行于 BH。
τὸ δὲ ΒΚ τὸ ὑπὸ τῶν Α, ΒΔ·
因而,BQ 等于 BK、DL、EQ 之和。 而 BQ 是由 A、BC 所包围的矩形;因为它是由 HB、BC 所包围,且 BH 等于 A。
περιέχεται μὲν γὰρ ὑπὸ τῶν ΗΒ, ΒΔ, ἴση δὲ ἡ ΒΗ τῇ Α. τὸ δὲ ΔΛ τὸ ὑπὸ τῶν Α, ΔΕ· ἴση γὰρ ἡ ΔΚ, τουτέστιν ἡ ΒΗ, τῇ Α. καὶ ἔτι ὁμοίως τὸ ΕΘ τὸ ὑπὸ τῶν Α, ΕΓ·
而 BK 是由 A、BD 所包围的矩形;因为它是由 HB、BD 所包围,且 BH 等于 A。 而 DL 是由 A、DE 所包围的矩形;因为 DK,即 BH,等于 A。 同样地,EQ 是由 A、EC 所包围的矩形。
τὸ ἄρα ὑπὸ τῶν Α, ΒΓ ἴσον ἐστὶ τῷ τε ὑπὸ Α, ΒΔ καὶ τῷ ὑπὸ Α, ΔΕ καὶ ἔτι τῷ ὑπὸ Α, ΕΓ. ἐὰν ἄρα ὦσι δύο εὐθεῖαι, τμηθῇ δὲ ἡ ἑτέρα αὐτῶν εἰς ὁσαδηποτοῦν τμήματα, τὸ περιεχόμενον ὀρθογώνιον ὑπὸ τῶν δύο εὐθειῶν ἴσον ἐστὶ τοῖς ὑπό τε τῆς ἀτμήτου καὶ ἑκάστου τῶν τμημάτων περιεχομένοις ὀρθογωνίοις· ὅπερ ἔδει δεῖξαι.
因此,由 A、BC 所包围的矩形等于由 A、BD 所包围的,与由 A、DE 所包围的,以及由 A、EC 所包围的矩形之和。 因此,如果有两条直线,且其中一条被任意分成若干段,则这两条直线所包围的矩形等于未分割的直线与各段所包围的矩形之和;这就是所要证明的。
§2.prop.2ἐὰν εὐθεῖα γραμμὴ τμηθῇ, ὡς ἔτυχεν, τὸ ὑπὸ τῆς ὅλης καὶ ἑκατέρου τῶν τμημάτων περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ὅλης τετραγώνῳ.
如果一条直线被任意分割,则由整条线与其中每一段所包围的矩形之和等于整条线上所作的正方形。
εὐθεῖα γὰρ ἡ ΑΒ τετμήσθω, ὡς ἔτυχεν, κατὰ τὸ Γ σημεῖον· λέγω, ὅτι τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ περιεχόμενον ὀρθογώνιον μετὰ τοῦ ὑπὸ ΒΑ, ΑΓ περιεχομένου ὀρθογωνίου ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΑΒ τετραγώνῳ.
因为,设直线 AB 在点 C 处被任意分割;我说,由 AB、BC 所包围的矩形,连同由 BA、AC 所包围的矩形,等于在 AB 上所作的正方形。
Ἀναγεγράφθω γὰρ ἀπὸ τῆς ΑΒ τετράγωνον τὸ ΑΔΕΒ, καὶ ἤχθω διὰ τοῦ Γ ὁποτέρᾳ τῶν ΑΔ, ΒΕ παράλληλος ἡ ΓΖ. ἴσον δή ἐστι τὸ ΑΕ τοῖς ΑΖ, ΓΕ. καί ἐστι τὸ μὲν ΑΕ τὸ ἀπὸ τῆς ΑΒ τετράγωνον, τὸ δὲ ΑΖ τὸ ὑπὸ τῶν ΒΑ, ΑΓ περιεχόμενον ὀρθογώνιον·
因为,设在 AB 上作正方形 ADEB,并通过 C 引 CZ 平行于 AD 或 BE 之一。 因而,AE 等于 AZ 与 CE 之和。
περιέχεται μὲν γὰρ ὑπὸ τῶν ΔΑ, ΑΓ, ἴση δὲ ἡ ΑΔ τῇ ΑΒ· τὸ δὲ ΓΕ τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ·
而 AE 是在 AB 上所作的正方形;AZ 是由 BA、AC 所包围的矩形,因为它是由 DA、AC 所包围,且 AD 等于 AB;而 CE 是由 AB、BC 所包围的矩形,因为 BE 等于 AB。
ἴση γὰρ ἡ ΒΕ τῇ ΑΒ. τὸ ἄρα ὑπὸ τῶν ΒΑ, ΑΓ μετὰ τοῦ ὑπὸ τῶν ΑΒ, ΒΓ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΑΒ τετραγώνῳ.
因此,由 BA、AC 所包围的矩形连同由 AB、BC 所包围的矩形,等于在 AB 上所作的正方形。
ἐὰν ἄρα εὐθεῖα γραμμὴ τμηθῇ, ὡς ἔτυχεν, τὸ ὑπὸ τῆς ὅλης καὶ ἑκατέρου τῶν τμημάτων περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ὅλης τετραγώνῳ· ὅπερ ἔδει δεῖξαι.
因此,如果一条直线被任意分割,则由整条线与其中每一段所包围的矩形之和等于在整条线上所作的正方形;这就是所要证明的。
§2.prop.3ἐὰν εὐθεῖα γραμμὴ τμηθῇ, ὡς ἔτυχεν, τὸ ὑπὸ τῆς ὅλης καὶ ἑνὸς τῶν τμημάτων περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ τε ὑπὸ τῶν τμημάτων περιεχομένῳ ὀρθογωνίῳ καὶ τῷ ἀπὸ τοῦ προειρημένου τμήματος τετραγώνῳ.
如果一条直线被任意分割,则由整条线与其中一段所包围的矩形,等于由两段所包围的矩形,连同在前述段上所作的正方形之和。
εὐθεῖα γὰρ ἡ ΑΒ τετμήσθω, ὡς ἔτυχεν, κατὰ τὸ Γ· λέγω, ὅτι τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ τε ὑπὸ τῶν ΑΓ, ΓΒ περιεχομένῳ ὀρθογωνίῳ μετὰ τοῦ ἀπὸ τῆς ΒΓ τετραγώνου.
因为,设直线 AB 在点 C 处被任意分割;我说,由 AB、BC 所包围的矩形等于由 AC、CB 所包围的矩形,连同在 BC 上所作的正方形之和。
Ἀναγεγράφθω γὰρ ἀπὸ τῆς ΓΒ τετράγωνον τὸ ΓΔΕΒ, καὶ διήχθω ἡ ΕΔ ἐπὶ τὸ Ζ, καὶ διὰ τοῦ Α ὁποτέρᾳ τῶν ΓΔ, ΒΕ παράλληλος ἤχθω ἡ ΑΖ. ἴσον δή ἐστι τὸ ΑΕ τοῖς ΑΔ, ΓΕ·
因为,设在 CB 上作正方形 CDEB,并延长 ED 到 Z,通过 A 引 AZ 平行于 CD 或 BE 之一。 因而,AE 等于 AD、CE 之和。
καί ἐστι τὸ μὲν ΑΕ τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ περιεχόμενον ὀρθογώνιον· περιέχεται μὲν γὰρ ὑπὸ τῶν ΑΒ, ΒΕ, ἴση δὲ ἡ ΒΕ τῇ ΒΓ· τὸ δὲ ΑΔ τὸ ὑπὸ τῶν ΑΓ, ΓΒ· ἴση γὰρ ἡ ΔΓ τῇ ΓΒ· τὸ δὲ ΔΒ τὸ ἀπὸ τῆς ΓΒ τετράγωνον·
而 AE 是由 AB、BC 所包围的矩形;因为它是由 AB、BE 所包围,且 BE 等于 BC;而 AD 是由 AC、CB 所包围的矩形;因为 DC 等于 CB;而 DB 是在 CB 上所作的正方形。
τὸ ἄρα ὑπὸ τῶν ΑΒ, ΒΓ περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ΑΓ, ΓΒ περιεχομένῳ ὀρθογωνίῳ μετὰ τοῦ ἀπὸ τῆς ΒΓ τετραγώνου.
因此,由 AB、BC 所包围的矩形等于由 AC、CB 所包围的矩形,连同在 BC 上所作的正方形之和。
ἐὰν ἄρα εὐθεῖα γραμμὴ τμηθῇ, ὡς ἔτυχεν, τὸ ὑπὸ τῆς ὅλης καὶ ἑνὸς τῶν τμημάτων περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ τε ὑπὸ τῶν τμημάτων περιεχομένῳ ὀρθογωνίῳ καὶ τῷ ἀπὸ τοῦ προειρημένου τμήματος τετραγώνῳ· ὅπερ ἔδει δεῖξαι.
因此,如果一条直线被任意分割,则由整条线与其中一段所包围的矩形,等于由两段所包围的矩形,连同在前述段上所作的正方形之和;这就是所要证明的。

词汇与语法注释

  1. §2.prop.1τὸ περιεχόμενον ὀρθογώνιον ὑπὸ τῶν δύο εὐθειῶν — 定冠词 `τὸ` 修饰名词 `ὀρθογώνιον`(矩形),而介词短语 `ὑπὸ τῶν δύο εὐθειῶν`(由两条直线)修饰被动分词 `περιεχόμενον`(所包围的)。这是希腊数学中表示由两边所成矩形面积的标准程式化表达。
  2. §2.prop.2τὸ ὑπὸ τῆς ὅλης καὶ ἑκατέρου τῶν τμημάτων — 在定冠词 `τὸ` 之后省略了 `περιεχόμενον ὀρθογώνιον`(所包围的矩形)。在希腊数学文献中,当上下文语义明确时,此类几何术语的省略极其常见。
  3. §2.prop.3τὸ δὲ ΔΒ — 此处疑似为抄写员之误或作者笔误。根据几何构造,此处应指正方形 CDEB,即 `τὸ δὲ ΓΕ`(或 `τὸ δὲ ΓΔΕΒ`),但传世文献中写作 `τὸ δὲ ΔΒ`。

引用这一段

欧几里得, 几何原本 §2.prop.1-2.prop.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:2.prop.1-2.prop.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。