Humanitext Reader

欧几里得 · 几何原本 §2.prop.4

分割线段上的正方形与两数和的平方

第 27 段,共 316 段 · 希腊语

内容简介

证明当一条直线被任意分割时,整条线上的正方形等于各段上的两个正方形连同两倍的由各段所包围的矩形之和(即和的平方公式的几何证明)。

§2.prop.4ἐὰν εὐθεῖα γραμμὴ τμηθῇ, ὡς ἔτυχεν, τὸ ἀπὸ τῆς ὅλης τετράγωνον ἴσον ἐστὶ τοῖς τε ἀπὸ τῶν τμημάτων τετραγώνοις καὶ τῷ δὶς ὑπὸ τῶν τμημάτων περιεχομένῳ ὀρθογωνίῳ.
如果一条直线被任意分割,则整条线上的正方形等于各段上的正方形连同两倍的由各段所包围的矩形之和。
εὐθεῖα γὰρ γραμμὴ ἡ ΑΒ τετμήσθω, ὡς ἔτυχεν, κατὰ τὸ Γ. λέγω, ὅτι τὸ ἀπὸ τῆς ΑΒ τετράγωνον ἴσον ἐστὶ τοῖς τε ἀπὸ τῶν ΑΓ, ΓΒ τετραγώνοις καὶ τῷ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ περιεχομένῳ ὀρθογωνίῳ.
因为,设直线 AB 在 C 点被任意分割;我说,在 AB 上所作的正方形等于在 AC、CB 上所作的正方形连同两倍的由 AC、CB 所包围的矩形之和。
Ἀναγεγράφθω γὰρ ἀπὸ τῆς ΑΒ τετράγωνον τὸ ΑΔΕΒ, καὶ ἐπεζεύχθω ἡ ΒΔ, καὶ διὰ μὲν τοῦ Γ ὁποτέρᾳ τῶν ΑΔ, ΕΒ παράλληλος ἤχθω ἡ ΓΖ, διὰ δὲ τοῦ Η ὁποτέρᾳ τῶν ΑΒ, ΔΕ παράλληλος ἤχθω ἡ ΘΚ. καὶ ἐπεὶ παράλληλός ἐστιν ἡ ΓΖ τῇ ΑΔ, καὶ εἰς αὐτὰς ἐμπέπτωκεν ἡ ΒΔ, ἡ ἐκτὸς γωνία ἡ ὑπὸ ΓΗΒ ἴση ἐστὶ τῇ ἐντὸς καὶ ἀπεναντίον τῇ ὑπὸ ΑΔΒ. ἀλλʼ ἡ ὑπὸ ΑΔΒ τῇ ὑπὸ ΑΒΔ ἐστιν ἴση, ἐπεὶ καὶ πλευρὰ ἡ ΒΑ τῇ ΑΔ ἐστιν ἴση· καὶ ἡ ὑπὸ ΓΗΒ ἄρα γωνία τῇ ὑπὸ ΗΒΓ ἐστιν ἴση· ὥστε καὶ πλευρὰ ἡ ΒΓ πλευρᾷ τῇ ΓΗ ἐστιν ἴση·
因为,设在 AB 上作正方形 ADEB,并连接 BD,通过 C 引 CZ 平行于 AD、EB 之一,通过 H 引 QK 平行于 AB、DE 之一。 并且因为 CZ 平行于 AD,且 BD 交于它们,所以外角 GHB 等于内对角 ADB。 但是角 ADB 等于角 ABD,因为边 BA 也等于 AD;因此角 GHB 也等于角 HBG;所以边 BC 也等于边 GH。
ἀλλʼ ἡ μὲν ΓΒ τῇ ΗΚ ἐστιν ἴση, ἡ δὲ ΓΗ τῇ ΚΒ· καὶ ἡ ΗΚ ἄρα τῇ ΚΒ ἐστιν ἴση·
但是,一方面 GB 等于 HK,另一方面 GH 等于 KB;因此 HK 也等于 KB。
ἰσόπλευρον ἄρα ἐστὶ τὸ ΓΗΚΒ. λέγω δή, ὅτι καὶ ὀρθογώνιον.
所以 GHKB 是等边的。 我说,它也是直角的。
ἐπεὶ γὰρ παράλληλός ἐστιν ἡ ΓΗ τῇ ΒΚ, αἱ ἄρα ὑπὸ ΚΒΓ, ΗΓΒ γωνίαι δύο ὀρθαῖς εἰσιν ἴσαι.
因为既然 GH 平行于 BK,所以角 KBG、HGB 之和等于两个直角。
ὀρθὴ δὲ ἡ ὑπὸ ΚΒΓ· ὀρθὴ ἄρα καὶ ἡ ὑπὸ ΒΓΗ· ὥστε καὶ αἱ ἀπεναντίον αἱ ὑπὸ ΓΗΚ, ΗΚΒ ὀρθαί εἰσιν.
而角 KBG 是直角;所以角 BGH 也是直角;因此对角 GHK、HKB 也是直角。
ὀρθογώνιον ἄρα ἐστὶ τὸ ΓΗΚΒ· ἐδείχθη δὲ καὶ ἰσόπλευρον· τετράγωνον ἄρα ἐστίν· καί ἐστιν ἀπὸ τῆς ΓΒ. διὰ τὰ αὐτὰ δὴ καὶ τὸ ΘΖ τετράγωνόν ἐστιν·
因此 GHKB 是直角的;而它也已被证明是等边的;因此它是一个正方形;并且它是建立在 GB 上的。
καί ἐστιν ἀπὸ τῆς ΘΗ, τουτέστιν τῆς ΑΓ· τὰ ἄρα ΘΖ, ΚΓ τετράγωνα ἀπὸ τῶν ΑΓ, ΓΒ εἰσιν.
正是由于同样的原因,QZ 也是一个正方形;并且它是建立在 QH,即 AC 上的;因此 QZ, KC 是在 AC、CB 上的正方形。
καὶ ἐπεὶ ἴσον ἐστὶ τὸ ΑΗ τῷ ΗΕ, καί ἐστι τὸ ΑΗ τὸ ὑπὸ τῶν ΑΓ, ΓΒ· ἴση γὰρ ἡ ΗΓ τῇ ΓΒ· καὶ τὸ ΗΕ ἄρα ἴσον ἐστὶ τῷ ὑπὸ ΑΓ, ΓΒ· τὰ ἄρα ΑΗ, ΗΕ ἴσα ἐστὶ τῷ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ. ἔστι δὲ καὶ τὰ ΘΖ, ΓΚ τετράγωνα ἀπὸ τῶν ΑΓ, ΓΒ·
而且因为 AH 等于 HE,且 AH 是由 AC、CB 所包围的矩形 —— 因为 HC 等于 CB —— 所以 HE 也等于由 AC、CB 所包围的矩形;因此 AH、HE 等于两倍的由 AC、CB 所包围的矩形。
τὰ ἄρα τέσσαρα τὰ ΘΖ, ΓΚ, ΑΗ, ΗΕ ἴσα ἐστὶ τοῖς τε ἀπὸ τῶν ΑΓ, ΓΒ τετραγώνοις καὶ τῷ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ περιεχομένῳ ὀρθογωνίῳ.
而 QZ、GK 也是在 AC、CB 上的正方形;因此这四个图形 QZ、GK、AH、HE 等于在 AC、CB 上的正方形连同两倍的由 AC、CB 所包围的矩形之和。
ἀλλὰ τὰ ΘΖ, ΓΚ, ΑΗ, ΗΕ ὅλον ἐστὶ τὸ ΑΔΕΒ, ὅ ἐστιν ἀπὸ τῆς ΑΒ τετράγωνον· τὸ ἄρα ἀπὸ τῆς ΑΒ τετράγωνον ἴσον ἐστὶ τοῖς τε ἀπὸ τῶν ΑΓ, ΓΒ τετραγώνοις καὶ τῷ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ περιεχομένῳ ὀρθογωνίῳ.
但是 QZ、GK、AH、HE 是整体 ADEB,也就是在 AB 上所作的正方形;因此在 AB 上所作的正方形等于在 AC、CB 上所作的正方形连同两倍的由 AC、CB 所包围的矩形之和。
ἐὰν ἄρα εὐθεῖα γραμμὴ τμηθῇ, ὡς ἔτυχεν, τὸ ἀπὸ τῆς ὅλης τετράγωνον ἴσον ἐστὶ τοῖς τε ἀπὸ τῶν τμημάτων τετραγώνοις καὶ τῷ δὶς ὑπὸ τῶν τμημάτων περιεχομένῳ ὀρθογωνίῳ· ὅπερ ἔδει δεῖξαι. .
因此,如果一条直线被任意分割,则整条线上的正方形等于各段上的正方形连同两倍的由各段所包围的矩形之和;这就是所要证明的。

词汇与语法注释

  1. 15ἡ ὑπὸ ΓΗΒ — 带有阴性冠词的介词短语“在 G、H、B 之下的[角]”表示角 GHB。虽然此处明确写出了名词 `γωνία`(角),但在几何文本中该词通常会被省略,仅由冠词 `ἡ` 来指代角。
  2. 30τουτέστιν τῆς ΑΓ — 紧随 `τουτέστιν`(即)之后的属格 `τῆς ΑΓ` 指的是“在 AC 上的正方形”,与前句中的 `τῆς ΘΗ` 并列。此处它受省略的介词 `ἀπὸ` 支配。QH 等于 AC 是因为它们是平行四边形 AH 的对边。
  3. 7τῷ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ περιεχομένῳ ὀρθογωνίῳ — 意为“由 AC、CB 所包围的矩形的两倍”。副词 `δὶς`(两次、两倍)被置于冠词 `τῷ` 与分词 `περιεχομένῳ` 之间,起到修饰整个矩形概念的定语作用。

引用这一段

欧几里得, 几何原本 §2.prop.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:2.prop.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。