Humanitext Reader

欧几里得 · 几何原本 §13.prop.7

等边五边形三内角相等时的等角性

第 299 段,共 316 段 · 希腊语

内容简介

本命题通过利用对角线交点构造全等三角形,证明了若等边五边形的三个角(连续或不连续)相等,则该五边形是等角的。

§13.prop.7ἐὰν πενταγώνου ἰσοπλεύρου αἱ τρεῖς γωνίαι ἤτοι αἱ κατὰ τὸ ἑξῆς ἢ αἱ μὴ κατὰ τὸ ἑξῆς ἴσαι ὦσιν, ἰσογώνιον ἔσται τὸ πεντάγωνον.
如果等边五边形的三个角(不论是连续的还是不连续的)相等,那么该五边形是等角的。
πενταγώνου γὰρ ἰσοπλεύρου τοῦ ΑΒΓΔΕ αἱ τρεῖς γωνίαι πρότερον αἱ κατὰ τὸ ἑξῆς αἱ πρὸς τοῖς Α, Β, Γ ἴσαι ἀλλήλαις ἔστωσαν· λέγω, ὅτι ἰσογώνιόν ἐστι τὸ ΑΒΓΔΕ πεντάγωνον.
设在等边五边形ABCDE中,首先连续的三个角(即在A、B、C处的角)彼此相等;我主张,五边形ABCDE是等角的。
ἐπεζεύχθωσαν γὰρ αἱ ΑΓ, ΒΕ, ΖΔ. καὶ ἐπεὶ δύο αἱ ΓΒ, ΒΑ δυσὶ ταῖς ΒΑ, ΑΕ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ, καὶ γωνία ἡ ὑπὸ ΓΒΑ γωνίᾳ τῇ ὑπὸ ΒΑΕ ἐστιν ἴση, βάσις ἄρα ἡ ΑΓ βάσει τῇ ΒΕ ἐστιν ἴση, καὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΑΒΕ τριγώνῳ ἴσον, καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι ἔσονται, ὑφʼ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν, ἡ μὲν ὑπὸ ΒΓΑ τῇ ὑπὸ ΒΕΑ, ἡ δὲ ὑπὸ ΑΒΕ τῇ ὑπὸ ΓΑΒ· ὥστε καὶ πλευρὰ ἡ ΑΖ πλευρᾷ τῇ ΒΖ ἐστιν ἴση.
因为设AC、BE、ZD被连接。 既然两条线段CB、BA分别等于两条线段BA、AE,且角CBA等于角BAE,所以底边AC等于底边BE,且三角形ABC等于三角形ABE,其余的角也分别等于其余的角,即等边所对的角,也就是角BCA等于角BEA,且角ABE等于角CAB;因此,边AZ也等于边BZ。
ἐδείχθη δὲ καὶ ὅλη ἡ ΑΓ ὅλῃ τῇ ΒΕ ἴση· καὶ λοιπὴ ἄρα ἡ ΖΓ λοιπῇ τῇ ΖΕ ἐστιν ἴση.
而全体AC也已被证明等于全体BE;所以余下的ZC也等于余下的ZE。
ἔστι δὲ καὶ ἡ ΓΔ τῇ ΔΕ ἴση.
且CD也等于DE。
δύο δὴ αἱ ΖΓ, ΓΔ δυσὶ ταῖς ΖΕ, ΕΔ ἴσαι εἰσίν· καὶ βάσις αὐτῶν κοινὴ ἡ ΖΔ· γωνία ἄρα ἡ ὑπὸ ΖΓΔ γωνίᾳ τῇ ὑπὸ ΖΕΔ ἐστιν ἴση.
因此,两条线段ZC、CD等于两条线段ZE、ED;且它们的底边ZD是公共的;所以角 ZCD等于角ZED。
ἐδείχθη δὲ καὶ ἡ ὑπὸ ΒΓΑ τῇ ὑπὸ ΑΕΒ ἴση· καὶ ὅλη ἄρα ἡ ὑπὸ ΒΓΔ ὅλῃ τῇ ὑπὸ ΑΕΔ ἴση.
而角BCA也已被证明等于角AEB;所以整个角BCD也等于整个角AED。
ἀλλʼ ἡ ὑπὸ ΒΓΔ ἴση ὑπόκειται ταῖς πρὸς τοῖς Α, Β γωνίαις· καὶ ἡ ὑπὸ ΑΕΔ ἄρα ταῖς πρὸς τοῖς Α, Β γωνίαις ἴση ἐστίν.
但是角BCD被假设为等于在A、B处的角;所以角AED也等于在A、B处的角。
ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἡ ὑπὸ ΓΔΕ γωνία ἴση ἐστὶ ταῖς πρὸς τοῖς Α, Β, Γ γωνίαις· ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΒΓΔΕ πεντάγωνον.
同样地,我们将证明,角CDE也等于在A、B、C处的角;所以五边形ABCDE是等角的。
ἀλλὰ δὴ μὴ ἔστωσαν ἴσαι αἱ κατὰ τὸ ἑξῆς γωνίαι, ἀλλʼ ἔστωσαν ἴσαι αἱ πρὸς τοῖς Α, Γ, Δ σημείοις· λέγω, ὅτι καὶ οὕτως ἰσογώνιόν ἐστι τὸ ΑΒΓΔΕ πεντάγωνον.
但是现在设连续的角不相等,而是设在A、C、D点处的角相等;我主张,在这种情况之下,五边形ABCDE也是等角的。
ἐπεζεύχθω γὰρ ἡ ΒΔ. καὶ ἐπεὶ δύο αἱ ΒΑ, ΑΕ δυσὶ ταῖς ΒΓ, ΓΔ ἴσαι εἰσὶ καὶ γωνίας ἴσας περιέχουσιν, βάσις ἄρα ἡ ΒΕ βάσει τῇ ΒΔ ἴση ἐστίν, καὶ τὸ ΑΒΕ τρίγωνον τῷ ΒΓΔ τριγώνῳ ἴσον ἐστίν, καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι ἔσονται, ὑφʼ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν· ἴση ἄρα ἐστὶν ἡ ὑπὸ ΑΕΒ γωνία τῇ ὑπὸ ΓΔΒ. ἔστι δὲ καὶ ἡ ὑπὸ ΒΕΔ γωνία τῇ ὑπὸ ΒΔΕ ἴση, ἐπεὶ καὶ πλευρὰ ἡ ΒΕ πλευρᾷ τῇ ΒΔ ἐστιν ἴση.
因为设BD被连接。 既然两条线段BA、AE等于两条线段BC、CD,且夹等角,所以底边BE等于底边BD,且三角形ABE等于三角形BCD,其余的角也分别等于其余的角,即等边所对的角;所以角AEB等于角CDB。 而角BED也等于角BDE,因为边BE也等于边BD。
καὶ ὅλη ἄρα ἡ ὑπὸ ΑΕΔ γωνία ὅλῃ τῇ ὑπὸ ΓΔΕ ἐστιν ἴση.
所以整个角AED等于整个角CDE。
ἀλλὰ ἡ ὑπὸ ΓΔΕ ταῖς πρὸς τοῖς Α, Γ γωνίαις ὑπόκειται ἴση· καὶ ἡ ὑπὸ ΑΕΔ ἄρα γωνία ταῖς πρὸς τοῖς Α, Γ ἴση ἐστίν.
但是角CDE被假设为等于在A、C处的角;所以角 AED也等于在A、C处的角。
διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ὑπὸ ΑΒΓ ἴση ἐστὶ ταῖς πρὸς τοῖς Α, Γ, Δ γωνίαις.
由于同样的原因,角ABC也等于在A、C、D处的角。
ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΒΓΔΕ πεντάγωνον· ὅπερ ἔδει δεῖξαι.
所以五边形ABCDE是等角的;这就是所要求证的。

词汇与语法注释

  1. §13.prop.7ΖΔ — 点Z在文中未被明确定义,而是作为AC与BE的交点被引入。这个交点Z随后被用来连接线段ZD。
  2. ¦5¦αἱ πρὸς τοῖς Α, Β, Γ — “在A、B、C处的[角]”。此处省略了 γωνίαι(角,复数),承接前文的 αἱ τρεῖς γωνίαι(三个角)。介词 πρός 搭配与格表示“在……处的角”。
  3. ¦10¦ὑφʼ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν — 关系代词 ἃς 的先行词是“其余的角”(αἱ λοιπαὶ γωνίαι)。其意思是“等边所对的(角)”,表示在全等三角形中,对应等边所对的角彼此相等,这是几何学中的固定表达。

引用这一段

欧几里得, 几何原本 §13.prop.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:13.prop.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。