Humanitext Reader

欧几里得 · 几何原本 §13.prop.6

有理线段按外中比分割所得线段为余线

第 298 段,共 316 段 · 希腊语

内容简介

本命题证明,如果一条有理线段被分成外中比,则所得的两条线段都是被称为余线(阿波托美)的无理线段。它证明了较大部分是余线,而较小部分是第一类余线。

§13.prop.6ἐὰν εὐθεῖα ῥητὴ ἄκρον καὶ μέσον λόγον τμηθῇ, ἑκάτερον τῶν τμημάτων ἄλογός ἐστιν ἡ καλουμένη ἀποτομή.
如果一条有理线段被分成外中比,那么它的每一个部分都是被称为余线的无理线段。
ἔστω εὐθεῖα ῥητὴ ἡ ΑΒ καὶ τετμήσθω ἄκρον καὶ μέσον λόγον κατὰ τὸ Γ, καὶ ἔστω μεῖζον τμῆμα ἡ ΑΓ· λέγω, ὅτι ἑκατέρα τῶν ΑΓ, ΓΒ ἄλογός ἐστιν ἡ καλουμένη ἀποτομή.
设AB为一条有理线段,且设它在C点被分成外中比,并设AC为较部分;我主张,线段AC、CB的每一个都是被称为余线的无理线段。
Ἐκβεβλήσθω γὰρ ἡ ΒΑ, καὶ κείσθω τῆς ΒΑ ἡμίσεια ἡ ΑΔ. ἐπεὶ οὖν εὐθεῖα ἡ ΑΒ τέτμηται ἄκρον καὶ μέσον λόγον κατὰ τὸ Γ, καὶ τῷ μείζονι τμήματι τῷ ΑΓ πρόσκειται ἡ ΑΔ ἡμίσεια οὖσα τῆς ΑΒ, τὸ ἄρα ἀπὸ ΓΔ τοῦ ἀπὸ ΔΑ πενταπλάσιόν ἐστιν.
因为设BA被延长,并设AD等于BA的一半。 既然线段AB在C点被分成外中比,并且在较大部分AC上加上了作为AB一半的AD,所以GD上的正方形是DA上的正方形的五倍。
τὸ ἄρα ἀπὸ ΓΔ πρὸς τὸ ἀπὸ ΔΑ λόγον ἔχει, ὃν ἀριθμὸς πρὸς ἀριθμόν· σύμμετρον ἄρα τὸ ἀπὸ ΓΔ τῷ ἀπὸ ΔΑ. ῥητὸν δὲ τὸ ἀπὸ ΔΑ· ῥητὴ γὰρ ἡ ΔΑ ἡμίσεια οὖσα τῆς ΑΒ ῥητῆς οὔσης·
因此,GD上的正方形对DA上的正方形之比等于数对数之比;所以GD上的正方形与DA上的正方形可通约。 但是DA上的正方形是有理的;因为DA是作为有理线段AB一半的有理线段。
ῥητὸν ἄρα καὶ τὸ ἀπὸ ΓΔ· ῥητὴ ἄρα ἐστὶ καὶ ἡ ΓΔ. καὶ ἐπεὶ τὸ ἀπὸ ΓΔ πρὸς τὸ ἀπὸ ΔΑ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν, ἀσύμμετρος ἄρα μήκει ἡ ΓΔ τῇ ΔΑ· αἱ ΓΔ, ΔΑ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἀποτομὴ ἄρα ἐστὶν ἡ ΑΓ. πάλιν, ἐπεὶ ἡ ΑΒ ἄκρον καὶ μέσον λόγον τέτμηται, καὶ τὸ μεῖζον τμῆμά ἐστιν ἡ ΑΓ, τὸ ἄρα ὑπὸ ΑΒ, ΒΓ τῷ ἀπὸ ΑΓ ἴσον ἐστίν.
因此, GD上的正方形也是有理的;所以GD也是有理的。 又因为GD上的正方形对DA上的正方形之比不等于平方数对平方数之比,所以GD在长度上与DA不可通约;因此,GD、DA是仅在平方上可通约的有理线段;所以AC是一条余线。 再次,因为AB 被分成外中比,且较大部分是AC,所以由AB、BC包围的矩形等于AC上的正方形。
τὸ ἄρα ἀπὸ τῆς ΑΓ ἀποτομῆς παρὰ τὴν ΑΒ ῥητὴν παραβληθὲν πλάτος ποιεῖ τὴν ΒΓ. τὸ δὲ ἀπὸ ἀποτομῆς παρὰ ῥητὴν παραβαλλόμενον πλάτος ποιεῖ ἀποτομὴν πρώτην· ἀποτομὴ ἄρα πρώτη ἐστὶν ἡ ΓΒ. ἐδείχθη δὲ καὶ ἡ ΓΑ ἀποτομή.
因此,在余线AC上的正方形施于有理线段AB上时,产生的宽度为BC。 而在一余线上的正方形施于有理线段上时,产生的宽度为第一类余线;所以GB是第一类余线。 而GA也已被证明是一条余线。
ἐὰν ἄρα εὐθεῖα ῥητὴ ἄκρον καὶ μέσον λόγον τμηθῇ, ἑκάτερον τῶν τμημάτων ἄλογός ἐστιν ἡ καλουμένη ἀποτομή· ὅπερ ἔδει δεῖξαι.
因此,如果一条有理线段被分成外中比,那么它的每一个部分都是被称为余线的无理线段;这就是所要求证的。

词汇与语法注释

  1. §13.prop.6ἡ καλουμένη ἀποτομή — 意为“被称为余线(或阿波托美)的”。它与用作主语谓语的 `ἄλογος`(无理的)呈同格,或修饰该词,在此整体理解为“被称为余线的无理线段”。
  2. §13.prop.6τὸ ἄρα ἀπὸ ΓΔ τοῦ ἀπὸ ΔΑ πενταπλάσιόν ἐστιν — 比较属格 `τοῦ ἀπὸ ΔΑ` 属于形容词 `πενταπλάσιόν`(五倍的)。在此表达“GD上的正方形是DA上的正方形的五倍”这一几何数量关系。
  3. §13.prop.6παραβληθέν — 动词 `παραβάλλω`(应用、贴合)的被动语态不定过去分词中性单数主格,修饰主语 `τὸ ἀπὸ τῆς ΑΓ`(AC上的正方形)。这是几何学专业术语,描述将一个面积(正方形)作为矩形施于给定的直线(AB)上的操作。

引用这一段

欧几里得, 几何原本 §13.prop.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:13.prop.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。