Humanitext Reader

欧几里得 · 几何原本 §13.prop.8

正五边形的两条对角线以外中比相交

第 300 段,共 316 段 · 希腊语

内容简介

证明了在等边等角五边形中,对连续两个角的两条对角线互相切于外中比,并且它们中较大的线段等于该五边形的边长。

§13.prop.8ἐὰν πενταγώνου ἰσοπλεύρου καὶ ἰσογωνίου τὰς κατὰ τὸ ἑξῆς δύο γωνίας ὑποτείνωσιν εὐθεῖαι, ἄκρον καὶ μέσον λόγον τέμνουσιν ἀλλήλας, καὶ τὰ μείζονα αὐτῶν τμήματα ἴσα ἐστὶ τῇ τοῦ πενταγώνου πλευρᾷ.
如果等边且等角五边形的连续两个角被直线所对,那么它们在点处互相切于外中比,并且它们中较大的线段等于五边形的边。
πενταγώνου γὰρ ἰσοπλεύρου καὶ ἰσογωνίου τοῦ ΑΒΓ ΔΕ δύο γωνίας τὰς κατὰ τὸ ἑξῆς τὰς πρὸς τοῖς Α, Β ὑποτεινέτωσαν εὐθεῖαι αἱ ΑΓ, ΒΕ τέμνουσαι ἀλλήλας κατὰ τὸ Θ σημεῖον· λέγω, ὅτι ἑκατέρα αὐτῶν ἄκρον καὶ μέσον λόγον τέτμηται κατὰ τὸ Θ σημεῖον, καὶ τὰ μείζονα αὐτῶν τμήματα ἴσα ἐστὶ τῇ τοῦ πενταγώνου πλευρᾷ.
因为在等边且等角五边形ABCDE中,设直线AC、BE所对连续两个角(即在A、B处的角),并在点Θ处互相交;我主张,它们中的每一个都在点Θ处被切于外中比,且它们中较大的线段等于五边形的边。
περιγεγράφθω γὰρ περὶ τὸ ΑΒΓΔΕ πεντάγωνον κύκλος ὁ ΑΒΓΔΕ. καὶ ἐπεὶ δύο εὐθεῖαι αἱ ΕΑ, ΑΒ δυσὶ ταῖς ΑΒ, ΒΓ ἴσαι εἰσὶ καὶ γωνίας ἴσας περιέχουσιν, βάσις ἄρα ἡ ΒΕ βάσει τῇ ΑΓ ἴση ἐστίν, καὶ τὸ ΑΒΕ τρίγωνον τῷ ΑΒΓ τριγώνῳ ἴσον ἐστίν, καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι ἔσονται ἑκατέρα ἑκατέρᾳ, ὑφʼ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν.
因为设圆ABCDE外接于五边形ABCDE。 既然两条直线EA、AB等于两条直线AB、BC,且夹等角,所以底边BE等于底边AC,且三角形ABE 等于三角形ABC,其余的角也分别等于其余的角,即等边所对的角。
ἴση ἄρα ἐστὶν ἡ ὑπὸ ΒΑΓ γωνία τῇ ὑπὸ ΑΒΕ· διπλῆ ἄρα ἡ ὑπὸ ΑΘΕ τῆς ὑπὸ ΒΑΘ. ἔστι δὲ καὶ ἡ ὑπὸ ΕΑΓ τῆς ὑπὸ ΒΑΓ διπλῆ, ἐπειδήπερ καὶ περιφέρεια ἡ ΕΔΓ περιφερείας τῆς ΓΒ ἐστι διπλῆ· ἴση ἄρα ἡ ὑπὸ ΘΑΕ γωνία τῇ ὑπὸ ΑΘΕ· ὥστε καὶ ἡ ΘΕ εὐθεῖα τῇ ΕΑ, τουτέστι τῇ ΑΒ ἐστιν ἴση.
所以角BAC等于角ABE;所以角AΘE是角BAΘ的两倍。 但是角EAΓ也是角BAC的两倍,因为弧EΔC也是弧ΓB的两倍;所以角ΘAE等于角AΘE;所以直线ΘE也等于EA,即等于AB。
καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΒΑ εὐθεῖα τῇ ΑΕ, ἴση ἐστὶ καὶ γωνία ἡ ὑπὸ ΑΒΕ τῇ ὑπὸ ΑΕΒ. ἀλλὰ ἡ ὑπὸ ΑΒΕ τῇ ὑπὸ ΒΑΘ ἐδείχθη ἴση· καὶ ἡ ὑπὸ ΒΕΑ ἄρα τῇ ὑπὸ ΒΑΘ ἐστιν ἴση.
又因为直线BA等于AE,所以角ABE也等于角AEB。 但是角ABE已被证明等于角BAΘ;所以角BEA也等于角BAΘ。
καὶ κοινὴ τῶν δύο τριγώνων τοῦ τε ΑΒΕ καὶ τοῦ ΑΒΘ ἐστιν ἡ ὑπὸ ΑΒΕ· λοιπὴ ἄρα ἡ ὑπὸ ΒΑΕ γωνία λοιπῇ τῇ ὑπὸ ΑΘΒ ἐστιν ἴση· ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΒΕ τρίγωνον τῷ ΑΒΘ τριγώνῳ· ἀνάλογον ἄρα ἐστὶν ὡς ἡ ΕΒ πρὸς τὴν ΒΑ, οὕτως ἡ ΑΒ πρὸς τὴν ΒΘ. ἴση δὲ ἡ ΒΑ τῇ ΕΘ· ὡς ἄρα ἡ ΒΕ πρὸς τὴν ΕΘ, οὕτως ἡ ΕΘ πρὸς τὴν ΘΒ. μείζων δὲ ἡ ΒΕ τῆς ΕΘ· μείζων ἄρα καὶ ἡ ΕΘ τῆς ΘΒ. ἡ ΒΕ ἄρα ἄκρον καὶ μέσον λόγον τέτμηται κατὰ τὸ Θ, καὶ τὸ μεῖζον τμῆμα τὸ ΘΕ ἴσον ἐστὶ τῇ τοῦ πενταγώνου πλευρᾷ.
且角ABE是两个三角形ABE与ABΘ的公共角;所以余下的角BAE等于余下的角AΘB;所以三角形ABE与三角形ABΘ等角;所以,正如EB 比BA,AB比BΘ。 但是BA等于EΘ;所以,正如BE比EΘ,EΘ比ΘB。 而BE大于EΘ;所以EΘ也大于ΘB。 所以BE在点Θ处被切于外中比,且较大的线段ΘE等于五边形的边。
ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἡ ΑΓ ἄκρον καὶ μέσον λόγον τέτμηται κατὰ τὸ Θ, καὶ τὸ μεῖζον αὐτῆς τμῆμα ἡ ΓΘ ἴσον ἐστὶ τῇ τοῦ πενταγώνου πλευρᾷ· ὅπερ ἔδει δεῖξαι.
同样地,我们将证明,AC也在点Θ处被切于外中比,且其较大的线段ΓΘ等于五边形的边;这就是所要求证的。

词汇与语法注释

  1. §13.prop.8ἄκρον καὶ μέσον λόγον — 几何学专业术语“外中比”。名词 `λόγος`(比)的单数宾格形式在此作副词性修饰,表示动词 `τέμνειν`(切、分割)的方式或目的。
  2. §13.prop.8διπλῆ ἄρα ἡ ὑπὸ ΑΘΕ τῆς ὑπὸ ΒΑΘ — “所以角AΘE是角BAΘ的两倍。”在三角形ABΘ中,角AΘE是外角,等于两个内对角(角ABΘ与角BAΘ)之和。由于已证明角ABΘ(即角ABE)等于角BAΘ(即角BAC),故两角之和为其中一角的两倍。`τῆς ὑπὸ ΒΑΘ` 是受形容词 `διπλῆ`(两倍)支配的比较属格。
  3. §13.prop.8περιφερείας τῆς ΓΒ — 受形容词 `διπλῆ`(两倍)支配的比较属格,意为“(两倍于)弧ΓB”。

引用这一段

欧几里得, 几何原本 §13.prop.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:13.prop.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。