Humanitext Reader

欧几里得 · 几何原本 §13.prop.5

外中比线段的平方和与延长线段的外中比

第 297 段,共 316 段 · 希腊语

内容简介

本章节包含两个命题。前半部分证明了如果一条线段被分成外中比,那么整条线段上的正方形与较小部分上的正方形之和是较大部分上正方形的三倍(命题5)。后半部分证明了如果在被分成外中比的线段上加上一条等于较大部分的线段,则整条新线段也被分成外中比,且其较大部分即为原先的线段(命题6)。

§13.prop.5ἔστω εὐθεῖα ἡ ΑΒ, καὶ τετμήσθω ἄκρον καὶ μέσον λόγον κατὰ τὸ Γ, καὶ ἔστω μεῖζον τμῆμα τὸ ΑΓ· λέγω, ὅτι τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ τριπλάσιά ἐστι τοῦ ἀπὸ τῆς ΓΑ. Ἀναγεγράφθω γὰρ ἀπὸ τῆς ΑΒ τετράγωνον τὸ ΑΔΕΒ, καὶ καταγεγράφθω τὸ σχῆμα.
设AB为一条线段,且设它在点C被分成外中比,并设AC为较部分;我主张,AB、BC上的正方形之和是GA上的正方形的三倍。 因为设在AB上描出正方形ADEB,且作该图。
ἐπεὶ οὖν ἡ ΑΒ ἄκρον καὶ μέσον λόγον τέτμηται κατὰ τὸ Γ, καὶ τὸ μεῖζον τμῆμά ἐστιν ἡ ΑΓ, τὸ ἄρα ὑπὸ τῶν ΑΒΓ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΑΓ. καί ἐστι τὸ μὲν ὑπὸ τῶν ΑΒΓ τὸ ΑΚ, τὸ δὲ ἀπὸ τῆς ΑΓ τὸ ΘΗ· ἴσον ἄρα ἐστὶ τὸ ΑΚ τῷ ΘΗ. καὶ ἐπεὶ ἴσον ἐστὶ τὸ ΑΖ τῷ ΖΕ, κοινὸν προσκείσθω τὸ ΓΚ· ὅλον ἄρα τὸ ΑΚ ὅλῳ τῷ ΓΕ ἐστιν ἴσον·
既然AB在点C被分成外中比,且较大部分是AC,所以由AB、BC包围的矩形等于AC上的正方形。 而由AB、BC包围的矩形是AK,AC上的正方形是ThH;所以AK等于ThH。 又因为AZ等于ZE,设公共的GK被加上;所以整体AK等于整体GE;所以AK、GE之和是AK的两倍。
τὰ ἄρα ΑΚ, ΓΕ τοῦ ΑΚ ἐστι διπλάσια. ἀλλὰ τὰ ΑΚ, ΓΕ ὁ ΛΜΝ γνώμων ἐστὶ καὶ τὸ ΓΚ τετράγωνον·
但AK、GE之和是磬折形LMN与正方形GK;所以磬折形LMN与正方形GK是AK的两倍。
ὁ ἄρα ΛΜΝ γνώμων καὶ τὸ ΓΚ τετράγωνον διπλάσιά ἐστι τοῦ ΑΚ. ἀλλὰ μὴν καὶ τὸ ΑΚ τῷ ΘΗ ἐδείχθη ἴσον·
但确实AK也被证明等于ThH;所以磬折形LMN与正方形GK、ThH之和是正方形ThH的三倍。
ὁ ἄρα ΛΜΝ γνώμων καὶ τὰ ΓΚ, ΘΗ τετράγωνα τριπλάσιά ἐστι τοῦ ΘΗ τετραγώνου. καί ἐστιν ὁ ΛΜΝ γνώμων καὶ τὰ ΓΚ, ΘΗ τετράγωνα ὅλον τὸ ΑΕ καὶ τὸ ΓΚ, ἅπερ ἐστὶ τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ τετράγωνα, τὸ δὲ ΗΘ τὸ ἀπὸ τῆς ΑΓ τετράγωνον.
而磬折形LMN与正方形GK、ThH之和是整体AE与GK,它们是在AB、BC上所作的正方形,且HTh是在AC上所作的正方形。
τὰ ἄρα ἀπὸ τῶν ΑΒ, ΒΓ τετράγωνα τριπλάσιά ἐστι τοῦ ἀπὸ τῆς ΑΓ τετραγώνου· ὅπερ ἔδει δεῖξαι.
所以在AB、BC上所作的正方形是在AC上所作的正方形的三倍;这就是所要求证的。
ἐὰν εὐθεῖα γραμμὴ ἄκρον καὶ μέσον λόγον τμηθῇ, καὶ προστεθῇ αὐτῇ ἴση τῷ μείζονι τμήματι, ἡ ὅλη εὐθεῖα ἄκρον καὶ μέσον λόγον τέτμηται, καὶ τὸ μεῖζον τμῆμά ἐστιν ἡ ἐξ ἀρχῆς εὐθεῖα.
如果一条线段被分成外中比,并且给它加上一条等于较大部分的线段,那么整条线段被分成外中比,且较部分是原先的线段。
εὐθεῖα γὰρ γραμμὴ ἡ ΑΒ ἄκρον καὶ μέσον λόγον τετμήσθω κατὰ τὸ Γ σημεῖον, καὶ ἔστω μεῖζον τμῆμα ἡ ΑΓ, καὶ τῇ ΑΓ ἴση ἡ ΑΔ. λέγω, ὅτι ἡ ΔΒ εὐθεῖα ἄκρον καὶ μέσον λόγον τέτμηται κατὰ τὸ Α, καὶ τὸ μεῖζον τμῆμά ἐστιν ἡ ἐξ ἀρχῆς εὐθεῖα ἡ ΑΒ. Ἀναγεγράφθω γὰρ ἀπὸ τῆς ΑΒ τετράγωνον τὸ ΑΕ, καὶ καταγεγράφθω τὸ σχῆμα.
因为设线段AB在点C被分成外中比,且设较大部分为AC,并设AD等于AC。 我主张,线段DB在点A被分成外中比,且较大部分是原先的线段AB。 因为设在AB上描出正方形AE,并作该图。
ἐπεὶ ἡ ΑΒ ἄκρον καὶ μέσον λόγον τέτμηται κατὰ τὸ Γ, τὸ ἄρα ὑπὸ ΑΒΓ ἴσον ἐστὶ τῷ ἀπὸ ΑΓ. καί ἐστι τὸ μὲν ὑπὸ ΑΒΓ τὸ ΓΕ, τὸ δὲ ἀπὸ τῆς ΑΓ τὸ ΓΘ·
因为AB在C点被分成外中比,所以由AB、BC包围的矩形等于AC上的正方形。 而由AB、BC包围的矩形是GE,且AC上的正方形是GTh;所以GE等于ThG。
ἴσον ἄρα τὸ ΓΕ τῷ ΘΓ. ἀλλὰ τῷ μὲν ΓΕ ἴσον ἐστὶ τὸ ΘΕ, τῷ δὲ ΘΓ ἴσον τὸ ΔΘ·
但是 ThE等于GE,而DTh等于ThG;所以DTh也等于ThE。
καὶ τὸ ΔΘ ἄρα ἴσον ἐστὶ τῷ ΘΕ. ὅλον ἄρα τὸ ΔΚ ὅλῳ τῷ ΑΕ ἐστιν ἴσον.
因此整体DK等于整体AE。
καί ἐστι τὸ μὲν ΔΚ τὸ ὑπὸ τῶν ΒΔ, ΔΑ· ἴση γὰρ ἡ ΑΔ τῇ ΔΛ· τὸ δὲ ΑΕ τὸ ἀπὸ τῆς ΑΒ· τὸ ἄρα ὑπὸ τῶν ΒΔΑ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΑΒ. ἔστιν ἄρα ὡς ἡ ΔΒ πρὸς τὴν ΒΑ, οὕτως ἡ ΒΑ πρὸς τὴν ΑΔ. μείζων δὲ ἡ ΔΒ τῆς ΒΑ·
并且 DK是由BD、DA包围的矩形,因为AD等于DL;而AE是AB上的正方形;所以由BD、DA包围的矩形等于 AB上的正方形。 所以,正如DB对BA,BA对AD。
μείζων ἄρα καὶ ἡ ΒΑ τῆς ΑΔ. ἡ ἄρα ΔΒ ἄκρον καὶ μέσον λόγον τέμηται κατὰ τὸ Α, καὶ τὸ μεῖζον τμῆμά ἐστιν ἡ ΑΒ· ὅπερ ἔδει δεῖξαι.
而DB大于BA;所以BA也大于AD。 因此,DB在点A被分成外中比,且较大部分是AB;这就是所要求证的。

词汇与语法注释

  1. 13.prop.5τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ — 复数冠词 τὰ 意味着在属格中提到的各个线段上所作的单独正方形(τετράγωνα)之和。这种省略是希腊数学文本中表示两个正方形面积之和的句法惯例。
  2. 13.prop.5τοῦ ΑΚ — 比较属格。形容词 διπλάσιος(两倍)以属格形式接其比较的基准,意为“AK与GE(之和)是AK的两倍”。
  3. 13.prop.5τέτμηται — 动词 τέμνω(切、割)的完了时被动语态单数第三人称。它不表示简单的过去动作,而是表示动作完成后的结果状态持续到当下(“已被分成并保持外中比的状态”)。

引用这一段

欧几里得, 几何原本 §13.prop.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:13.prop.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。