Humanitext Reader

欧几里得 · 几何原本 §13.prop.10

内接五边形六边形与十边形边的平方关系

第 302 段,共 316 段 · 希腊语

内容简介

几何证明:若等边五边形内接于圆,则该五边形的边的平方等于在同一圆内接的六边形与十边形边的平方和。

§13.prop.10ἐὰν εἰς κύκλον πεντάγωνον ἰσόπλευρον ἐγγραφῇ, ἡ τοῦ πενταγώνου πλευρὰ δύναται τήν τε τοῦ ἑξαγώνου καὶ τὴν τοῦ δεκαγώνου τῶν εἰς τὸν αὐτὸν κύκλον ἐγγραφομένων.
如果等边五边形内接于圆,则五边形的边的平方等于在同一圆内接的六边形的边与十边形的边的平方和。
ἔστω κύκλος ὁ ΑΒΓΔΕ, καὶ εἰς τὸν ΑΒΓΔΕ κύκλον πεντάγωνον ἰσόπλευρον ἐγγεγράφθω τὸ ΑΒΓΔΕ. λέγω, ὅτι ἡ τοῦ ΑΒΓΔΕ πενταγώνου πλευρὰ δύναται τήν τε τοῦ ἑξαγώνου καὶ τὴν τοῦ δεκαγώνου πλευρὰν τῶν εἰς τὸν ΑΒΓΔΕ κύκλον ἐγγραφομένων.
设ABCDE为一个圆,并设等边五边形ABCDE 内接于圆ABCDE。 我主张,五边形ABCDE的边的平方等于内接于圆ABCDE的六边形的边与十边形的边的平方和。
εἰλήφθω γὰρ τὸ κέντρον τοῦ κύκλου τὸ Ζ σημεῖον, καὶ ἐπιζευχθεῖσα ἡ ΑΖ διήχθω ἐπὶ τὸ Η σημεῖον, καὶ ἐπεζεύχθω ἡ ΖΒ, καὶ ἀπὸ τοῦ Ζ ἐπὶ τὴν ΑΒ κάθετος ἤχθω ἡ ΖΘ, καὶ διήχθω ἐπὶ τὸ Κ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΚ, ΚΒ, καὶ πάλιν ἀπὸ τοῦ Ζ ἐπὶ τὴν ΑΚ κάθετος ἤχθω ἡ ΖΛ, καὶ διήχθω ἐπὶ τὸ Μ, καὶ ἐπεζεύχθω ἡ ΚΝ. ἐπεὶ ἴση ἐστὶν ἡ ΑΒΓΗ περιφέρεια τῇ ΑΕΔΗ περιφερείᾳ, ὧν ἡ ΑΒΓ τῇ ΑΕΔ ἐστιν ἴση, λοιπὴ ἄρα ἡ ΓΗ περιφέρεια λοιπῇ τῇ ΗΔ ἐστιν ἴση.
因为设圆心为点F,并连接AF并延长至点H,连接FB,并从F向AB作垂线FTh且延长至K,连接AK、KB,再次从F向AK作垂线FL并延长至M,且连接KN。 因为弧ABGH等于弧AEDH,其中弧ABC等于AED,所以余下的弧GH等于余下的HD。
πενταγώνου δὲ ἡ ΓΔ· δεκαγώνου ἄρα ἡ ΓΗ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΖΑ τῇ ΖΒ, καὶ κάθετος ἡ ΖΘ, ἴση ἄρα καὶ ἡ ὑπὸ ΑΖΚ γωνία τῇ ὑπὸ ΚΖΒ. ὥστε καὶ περιφέρεια ἡ ΑΚ τῇ ΚΒ ἐστιν ἴση· διπλῆ ἄρα ἡ ΑΒ περιφέρεια τῆς ΒΚ περιφερείας· δεκαγώνου ἄρα πλευρά ἐστιν ἡ ΑΚ εὐθεῖα.
而CD是五边形的边;所以GH是十边形的边。 又因为FA等于FB,且FTh为垂线,所以角AFK也等于角 KFB。 从而弧AK也等于KB;所以弧AB是弧BK的两倍;所以直线AK是十边形的边。
διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ΑΚ τῆς ΚΜ ἐστι διπλῆ.
由于同样的原因,AK也是KM的两倍。
καὶ ἐπεὶ διπλῆ ἐστιν ἡ ΑΒ περιφέρεια τῆς ΒΚ περιφερείας, ἴση δὲ ἡ ΓΔ περιφέρεια τῇ ΑΒ περιφερείᾳ, διπλῆ ἄρα καὶ ἡ ΓΔ περιφέρεια τῆς ΒΚ περιφερείας.
又因为弧AB是弧BK的两倍,且弧CD等于弧AB,所以弧CD也是弧BK的两倍。
ἔστι δὲ ἡ ΓΔ περιφέρεια καὶ τῆς ΓΗ διπλῆ· ἴση ἄρα ἡ ΓΗ περιφέρεια τῇ ΒΚ περιφερείᾳ.
而弧CD也是GH的两倍;所以弧GH等于弧BK。
ἀλλὰ ἡ ΒΚ τῆς ΚΜ ἐστι διπλῆ, ἐπεὶ καὶ ἡ ΚΑ· καὶ ἡ ΓΗ ἄρα τῆς ΚΜ ἐστι διπλῆ.
但是BK是KM的两倍(因为KA也是如此);所以GH也是KM的两倍。
ἀλλὰ μὴν καὶ ἡ ΓΒ περιφέρεια τῆς ΒΚ περιφερείας ἐστὶ διπλῆ·
此外,弧GB也是弧BK的两倍;因为弧GB等于BA。
ἴση γὰρ ἡ ΓΒ περιφέρεια τῇ ΒΑ. καὶ ὅλη ἄρα ἡ ΗΒ περιφέρεια τῆς ΒΜ ἐστι διπλῆ· ὥστε καὶ γωνία ἡ ὑπὸ ΗΖΒ γωνίας τῆς ὑπὸ ΒΖΜ διπλῆ.
所以整条弧HB也是BM的两倍;从而角HFB也是角BFM的两倍。
ἔστι δὲ ἡ ὑπὸ ΗΖΒ καὶ τῆς ὑπὸ ΖΑΒ διπλῆ·
而角HFB也是角FAB的两倍;因为角FAB等于ABF。
ἴση γὰρ ἡ ὑπὸ ΖΑΒ τῇ ὑπὸ ΑΒΖ. καὶ ἡ ὑπὸ ΒΖΝ ἄρα τῇ ὑπὸ ΖΑΒ ἐστιν ἴση.
所以角BFN等于角FAB。
κοινὴ δὲ τῶν δύο τριγώνων, τοῦ τε ΑΒΖ καὶ τοῦ ΒΖΝ, ἡ ὑπὸ ΑΒΖ γωνία· λοιπὴ ἄρα ἡ ὑπὸ ΑΖΒ λοιπῇ τῇ ὑπὸ ΒΝΖ ἐστιν ἴση· ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΒΖ τρίγωνον τῷ ΒΖΝ τριγώνῳ.
且角ABF是两个三角形ABF与BFN的公共角;所以余下的角AFB等于余下的角FNB;所以三角形ABF与三角形BFN等角。
ἀνάλογον ἄρα ἐστὶν ὡς ἡ ΑΒ εὐθεῖα πρὸς τὴν ΒΖ, οὕτως ἡ ΖΒ πρὸς τὴν ΒΝ· τὸ ἄρα ὑπὸ τῶν ΑΒΝ ἴσον ἐστὶ τῷ ἀπὸ ΒΖ. πάλιν ἐπεὶ ἴση ἐστὶν ἡ ΑΛ τῇ ΛΚ, κοινὴ δὲ καὶ πρὸς ὀρθὰς ἡ ΛΝ, βάσις ἄρα ἡ ΚΝ βάσει τῇ ΑΝ ἐστιν ἴση· καὶ γωνία ἄρα ἡ ὑπὸ ΛΚΝ γωνίᾳ τῇ ὑπὸ ΛΑΝ ἐστιν ἴση.
所以,成比例地,正如直线AB比BF,FB比BN;所以由 AB、BN围成的矩形等于以BF为边的正方形。 再次,因为AL等于LK,且LN是公共的且垂直,所以底边KN等于底边AN;所以角LKN也等于角LAN。
ἀλλὰ ἡ ὑπὸ ΛΑΝ τῇ ὑπὸ ΚΒΝ ἐστιν ἴση· καὶ ἡ ὑπὸ ΛΚΝ ἄρα τῇ ὑπὸ ΚΒΝ ἐστιν ἴση.
但是角LAN等于角KBN;所以角LKN也等于角KBN。
καὶ κοινὴ τῶν δύο τριγώνων τοῦ τε ΑΚΒ καὶ τοῦ ΑΚΝ ἡ πρὸς τῷ Α. λοιπὴ ἄρα ἡ ὑπὸ ΑΚΒ λοιπῇ τῇ ὑπὸ ΚΝΑ ἐστιν ἴση· ἰσογώνιον ἄρα ἐστὶ τὸ ΚΒΑ τρίγωνον τῷ ΚΝΑ τριγώνῳ.
且在A处的角是两个三角形AKB与AKN的公共角;所以余下的角AKB等于余下的角KNA;所以三角形KBA与三角形KNA等角。
ἀνάλογον ἄρα ἐστὶν ὡς ἡ ΒΑ εὐθεῖα πρὸς τὴν ΑΚ, οὕτως ἡ ΚΑ πρὸς τὴν ΑΝ· τὸ ἄρα ὑπὸ τῶν ΒΑΝ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΑΚ. ἐδείχθη δὲ καὶ τὸ ὑπὸ τῶν ΑΒΝ ἴσον τῷ ἀπὸ τῆς ΒΖ·
所以,成比例地,正如直线BA比AK,KA比AN;所以由 BA、AN围成的矩形等于以AK为边的正方形。
τὸ ἄρα ὑπὸ τῶν ΑΒΝ μετὰ τοῦ ὑπὸ ΒΑΝ, ὅπερ ἐστὶ τὸ ἀπὸ τῆς ΒΑ, ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΒΖ μετὰ τοῦ ἀπὸ τῆς ΑΚ. καί ἐστιν ἡ μὲν ΒΑ πενταγώνου πλευρά, ἡ δὲ ΒΖ ἑξαγώνου, ἡ δὲ ΑΚ δεκαγώνου.
而由AB、BN围成的矩形也被证明等于以BF为边的正方形;所以由AB、BN围成的矩形加上由BA、AN围成的矩形(这等于以BA为边的正方形),等于以BF为边的正方形加上以AK为边的正方形。 而BA是五边形的边,BF是六边形的边,AK是十边形的边。
ἡ ἄρα τοῦ πενταγώνου πλευρὰ δύναται τήν τε τοῦ ἑξαγώνου καὶ τὴν τοῦ δεκαγώνου τῶν εἰς τὸν αὐτὸν κύκλον ἐγγραφομένων· ὅπερ ἔδει δεῖξαι.
所以五边形的边的平方等于在同一圆内接的六边形的边与十边形的边的平方和;这就是所要求证的。

词汇与语法注释

  1. 13.prop.10δύναται — 动词 δύναται 在几何语境中意为“以主语线段为边的正方形面积等于以宾语线段为边的正方形面积(之和)”。
  2. ¦10¦καὶ ἐπεζεύχθω ἡ ΚΝ — 此处突然出现的点N(Ν)此前未作定义,但隐式地作为垂线FL的延长线FM(或半径FM)与弦AB的交点而被引入。
  3. ¦40¦τὸ ἄρα ὑπὸ τῶν ΑΒΝ — 中性单数冠词配介词 ὑπό 后接属格线段(此处为 ΑΒΝ,是 ΑΒ 与 ΒΝ 的缩写形式)表示由这些直线“围成的矩形”。
  4. ¦40¦τῷ ἀπὸ ΒΖ — 中性冠词配介词 ἀπό 后接单数属格线段(此处为 ΒΖ)表示以该直线“为边的正方形”。

引用这一段

欧几里得, 几何原本 §13.prop.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:13.prop.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。