Humanitext Reader

欧几里得 · 几何原本 §12.prop.4#2

棱锥再分割下棱柱总和之比与引理证明

第 274 段,共 316 段 · 希腊语

内容简介

通过对两个等高三角形底面棱锥的无限等分,证明了底面之比等于其中包含的所有同数棱柱总和之比,并给出了相关的引理证明。

§12.prop.4#2καὶ ὁμοίως, ἐὰν διαιρεθῶσιν αἱ ΟΜΝΗ, ΣΤΥΘ πυραμίδες εἴς τε δύο πρίσματα καὶ δύο πυραμίδας, ἔσται ὡς ἡ ΟΜΝ βάσις πρὸς τὴν ΣΤΥ βάσιν, οὕτως τὰ ἐν τῇ ΟΜ ΝΗ πυραμίδι δύο πρίσματα πρὸς τὰ ἐν τῇ ΣΤΥΘ πυραμίδι δύο πρίσματα.
同样地,如果将棱锥OMNH、STYQ分割成两个棱柱和两个棱锥,那么,正如底面OMN之于底面STY,在棱锥OM NH中的两个棱柱也之于在棱锥STYQ中的两个棱柱。
ἀλλʼ ὡς ἡ ΟΜΝ βάσις πρὸς τὴν ΣΤΥ βάσιν, οὕτως ἡ ΑΒΓ βάσις πρὸς τὴν ΔΕΖ βάσιν· ἴσον γὰρ ἑκάτερον τῶν ΟΜΝ, ΣΤΥ τριγώνων ἑκατέρῳ τῶν ΛΞΓ, ΡΦΖ. καὶ ὡς ἄρα ἡ ΑΒΓ βάσις πρὸς τὴν ΔΕΖ βάσιν, οὕτως τὰ τέσσαρα πρίσματα πρὸς τὰ τέσσαρα πρίσματα.
但是,正如底面OMN之于底面STY,底面ABG也之于底面DEZ;因为三角形OMN、STY中的每一个都分别等于三角形LXG、RFZ中的每一个。 因此,正如底面ABG之于底面DEZ,四个棱柱也之于四个棱柱。
ὁμοίως δὲ κἂν τὰς ὑπολειπομένας πυραμίδας διέλωμεν εἴς τε δύο πυραμίδας καὶ εἰς δύο πρίσματα, ἔσται ὡς ἡ ΑΒΓ βάσις πρὸς τὴν ΔΕΖ βάσιν, οὕτως τὰ ἐν τῇ ΑΒ ΓΗ πυραμίδι πρίσματα πάντα πρὸς τὰ ἐν τῇ ΔΕΖΘ πυραμίδι πρίσματα πάντα ἰσοπληθῆ· ὅπερ ἔδει δεῖξαι.
同样地,即使我们把剩下的棱锥也分割成两个棱锥和两个棱柱,正如底面ABG之于底面DEZ,在棱锥ABGH中的所有棱柱也之于在棱锥DEZQ 中的所有同数的棱柱;这就是所要证明的。
λῆμμα ὅτι δέ ἐστιν ὡς τὸ ΛΞΓ τρίγωνον πρὸς τὸ ΡΦΖ τρίγωνον, οὕτως τὸ πρίσμα, οὗ βάσις τὸ ΛΞΓ τρίγωνον, ἀπεναντίον δὲ τὸ ΟΜΝ, πρὸς τὸ πρίσμα, οὗ βάσις μὲν τὸ ΡΦΖ, ἀπεναντίον δὲ τὸ ΣΤΥ, οὕτω δεικτέον.
引理关于:正如三角形LXG之于三角形RFZ,以三角形LXG为底面且以OMN为其对面的棱柱,之于以 RFZ为底面且以STY为其对面的棱柱,必须如下予以证明。
ἐπὶ γὰρ τῆς αὐτῆς καταγραφῆς νενοήσθωσαν ἀπὸ τῶν Η, Θ κάθετοι ἐπὶ τὰ ΑΒΓ, ΔΕΖ ἐπίπεδα, ἴσαι δηλαδὴ τυγχάνουσαι διὰ τὸ ἰσοϋψεῖς ὑποκεῖσθαι τὰς πυραμίδας.
因为在同一图形上,设想从点H、Q向平面ABG、DEZ引垂线,由于设定棱锥是等高的,这些垂线显然相等。
καὶ ἐπεὶ δύο εὐθεῖαι ἥ τε ΗΓ καὶ ἡ ἀπὸ τοῦ Η κάθετος ὑπὸ παραλλήλων ἐπιπέδων τῶν ΑΒΓ, ΟΜΝ τέμνονται, εἰς τοὺς αὐτοὺς λόγους τμηθήσονται.
又因为两条直线,即HG以及从H引的垂线,被平行平面ABG、OMN所截,它们将被截成相同的比。
καὶ τέτμηται ἡ ΗΓ δίχα ὑπὸ τοῦ ΟΜΝ ἐπιπέδου κατὰ τὸ Ν· καὶ ἡ ἀπὸ τοῦ Η ἄρα κάθετος ἐπὶ τὸ ΑΒΓ ἐπίπεδον δίχα τμηθήσεται ὑπὸ τοῦ ΟΜΝ ἐπιπέδου.
而HG已被平面OMN在点N处平分;因此,从H向平面ABG引的垂线也将会被平面OMN平分。
διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ἀπὸ τοῦ Θ κάθετος ἐπὶ τὸ ΔΕΖ ἐπίπεδον δίχα τμηθήσεται ὑπὸ τοῦ ΣΤΥ ἐπιπέδου.
由于同样的原因,从Q向平面DEZ引的垂线也将会被平面STY平分。
καί εἰσιν ἴσαι αἱ ἀπὸ τῶν Η, Θ κάθετοι ἐπὶ τὰ ΑΒΓ, ΔΕΖ ἐπίπεδα· ἴσαι ἄρα καὶ αἱ ἀπὸ τῶν ΟΜΝ, ΣΤΥ τριγώνων ἐπὶ τὰ ΑΒΓ, ΔΕΖ κάθετοι.
且从点H、Q向平面ABG、DEZ引的垂线相等;因此,从三角形OMN、STY向平面ABG、DEZ引的垂线也相等。
ἰσοϋψῆ ἄρα τὰ πρίσματα, ὧν βάσεις μέν εἰσι τὰ ΛΞΓ, ΡΦΖ τρίγωνα, ἀπεναντίον δὲ τὰ ΟΜΝ, ΣΤΥ. ὥστε καὶ τὰ στερεὰ παραλληλεπίπεδα τὰ ἀπὸ τῶν εἰρημένων πρισμάτων ἀναγραφόμενα ἰσοϋψῆ καὶ πρὸς ἄλληλα ὡς αἱ βάσεις· καὶ τὰ ἡμίση ἄρα ἐστὶν ὡς ἡ ΛΞΓ βάσις πρὸς τὴν ΡΦΖ βάσιν, οὕτως τὰ εἰρημένα πρίσματα πρὸς ἄλληλα· ὅπερ ἔδει δεῖξαι.
所以,以三角形LXG、RFZ为底面,以OMN、STY为其对面的棱柱是等高的。 从而,从上述棱柱描绘出的固体平行六面体也是等高的,并且它们之间的比等于它们底面的比;因此它们的一半也是,正如底面LXG之于底面RFZ,上述棱柱也彼此如此;这就是所要证明的。

词汇与语法注释

  1. 50ἴσον γὰρ ἑκάτερον τῶν ΟΜΝ, ΣΤΥ τριγώνων ἑκατέρῳ τῶν ΛΞΓ, ΡΦΖ — 使用主格中性单数 ἑκάτερον 和与格中性单数 ἑκατέρῳ 的关联表达,表示三角形OMN等于三角形LXG,且三角形STY等于三角形RFZ的一一对应关系。
  2. 60ὅτι δέ ἐστιν ... οὕτω δεικτέον — 此句结构中,由连词 ὅτι 引导的名词性从句作为形容动词 δεικτέον(意为“必须被证明”)的实质主语(或准主语)。
  3. 65νενοήσθωσαν — 动词 νοέω(设想、思考)的第三人称复数完成时命令兵动被动态,是引入几何构成要素作为思考对象的标准数学表达方式。
  4. 75ἴσαι ἄρα καὶ αἱ ἀπὸ τῶν ΟΜΝ, ΣΤΥ τριγώνων ἐπὶ τὰ ΑΒΓ, ΔΕΖ κάθετοι — 主语是 αἱ κάθετοι,受介词短语修饰。系动词(εἰσίν)被省略,表语形容词 ἴσαι 被置于句首以示强调。

引用这一段

欧几里得, 几何原本 §12.prop.4#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:12.prop.4%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。