Humanitext Reader

欧几里得 · 几何原本 §12.prop.4#1

等高三角棱锥的底面积比与内含棱柱总和之比

第 273 段,共 316 段 · 希腊语

内容简介

对于底面为三角形且等高的两个棱锥,当它们各自被分割为相等的棱锥和相等的棱柱时,证明其底面的比等于其中所包含的同数棱柱之和的比。作为第一步,证明在第一次分割中产生的两个棱柱之和的比等于底面的比。

§12.prop.4#1ἐὰν ὦσι δύο πυραμίδες ὑπὸ τὸ αὐτὸ ὕψος τριγώνους ἔχουσαι βάσεις, διαιρεθῇ δὲ ἑκατέρα αὐτῶν εἴς τε δύο πυραμίδας ἴσας ἀλλήλαις καὶ ὁμοίας τῇ ὅλῃ καὶ εἰς δύο πρίσματα ἴσα, ἔσται ὡς ἡ τῆς μιᾶς πυραμίδος βάσις πρὸς τὴν τῆς ἑτέρας πυραμίδος βάσιν, οὕτως τὰ ἐν τῇ μιᾷ πυραμίδι πρίσματα πάντα πρὸς τὰ ἐν τῇ ἑτέρᾳ πυραμίδι πρίσματα πάντα ἰσοπληθῆ.
如果两个等高的棱锥具有三角形底面,且每一个都被分割成两个彼此相等并相似于整个棱锥的棱锥,以及两个相等的棱柱,那么,一个棱锥的底面之于另一个棱锥的底面,正如这一个棱锥中的所有棱柱之于另一个棱锥中所有同数的棱柱。
ἔστωσαν δύο πυραμίδες ὑπὸ τὸ αὐτὸ ὕψος τριγώνους ἔχουσαι βάσεις τὰς ΑΒΓ, ΔΕΖ, κορυφὰς δὲ τὰ Η, Θ σημεῖα, καὶ διῃρήσθω ἑκατέρα αὐτῶν εἴς τε δύο πυραμίδας ἴσας ἀλλήλαις καὶ ὁμοίας τῇ ὅλῃ καὶ εἰς δύο πρίσματα ἴσα· λέγω, ὅτι ἐστὶν ὡς ἡ ΑΒΓ βάσις πρὸς τὴν ΔΕΖ βάσιν, οὕτως τὰ ἐν τῇ ΑΒΓΗ πυραμίδι πρίσματα πάντα πρὸς τὰ ἐν τῇ ΔΕΖΘ πυραμίδι πρίσματα ἰσοπληθῆ.
设有两个等高的棱锥,其三角形底面为ABG、DEZ,且顶点为点H、Q,并设每一个都被分割成两个彼此相等并相似于整个棱锥的棱锥,以及两个相等的棱柱;我说,正如底面ABG之于底面DEZ,在棱锥ABGH中的所有棱柱也之于在棱锥DEZQ中的所有同数的棱柱。
ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ μὲν ΒΞ τῇ ΞΓ, ἡ δὲ ΑΛ τῇ ΛΓ, παράλληλος ἄρα ἐστὶν ἡ ΛΞ τῇ ΑΒ καὶ ὅμοιον τὸ ΑΒΓ τρίγωνον τῷ ΛΞΓ τριγώνῳ.
因为由于BX等于XG,而AL等于LG,所以LX平行于AB,且三角形ABG相似于三角形LXG。
διὰ τὰ αὐτὰ δὴ καὶ τὸ ΔΕΖ τρίγωνον τῷ ΡΦΖ τριγώνῳ ὅμοιόν ἐστιν.
由于同样的原因,三角形DEZ也相似于三角形RFZ。
καὶ ἐπεὶ διπλασίων ἐστὶν ἡ μὲν ΒΓ τῆς ΓΞ, ἡ δὲ ΕΖ τῆς ΖΦ, ἔστιν ἄρα ὡς ἡ ΒΓ πρὸς τὴν ΓΞ, οὕτως ἡ ΕΖ πρὸς τὴν ΖΦ. καὶ ἀναγέγραπται ἀπὸ μὲν τῶν ΒΓ, ΓΞ ὅμοιά τε καὶ ὁμοίως κείμενα εὐθύγραμμα τὰ ΑΒΓ, ΛΞΓ, ἀπὸ δὲ τῶν ΕΖ, ΖΦ ὅμοιά τε καὶ ὁμοίως κείμενα τὰ ΔΕΖ, ΡΦΖ. ἔστιν ἄρα ὡς τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΛΞΓ τρίγωνον, οὕτως τὸ ΔΕΖ τρίγωνον πρὸς τὸ ΡΦΖ τρίγωνον· ἐναλλὰξ ἄρα ἐστὶν ὡς τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΔΕΖ, οὕτως τὸ ΛΞΓ πρὸς τὸ ΡΦΖ τρίγωνον.
又由于BG是GX的两倍,而EZ是ZF的两倍,所以,正如BG之于GX,EZ也之于ZF。 且在BG、GX上已描绘出相似且处于相似位置的直线图形ABG、LXG,而在EZ、ZF上描绘出相似且处于相似位置的图形DEZ、RFZ。 因此,正如三角形ABG之于三角形LXG,三角形DEZ也之于三角形RFZ;所以,更比地,正如三角形ABG之于三角形DEZ,三角形LXG也之于三角形RFZ。
ἀλλʼ ὡς τὸ ΛΞΓ τρίγωνον πρὸς τὸ ΡΦΖ τρίγωνον, οὕτως τὸ πρίσμα, οὗ βάσις μὲν τὸ ΛΞΓ τρίγωνον, ἀπεναντίον δὲ τὸ ΟΜΝ, πρὸς τὸ πρίσμα, οὗ βάσις μὲν τὸ ΡΦΖ τρίγωνον, ἀπεναντίον δὲ τὸ ΣΤΥ· καὶ ὡς ἄρα τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΔΕΖ τρίγωνον, οὕτως τὸ πρίσμα, οὗ βάσις μὲν τὸ ΛΞΓ τρίγωνον, ἀπεναντίον δὲ τὸ ΟΜΝ, πρὸς τὸ πρίσμα, οὗ βάσις μὲν τὸ ΡΦΖ τρίγωνον, ἀπεναντίον δὲ τὸ ΣΤΥ. ὡς δὲ τὰ εἰρημένα πρίσματα πρὸς ἄλληλα, οὕτως τὸ πρίσμα, οὗ βάσις μὲν τὸ ΚΒΞΛ παραλληλόγραμμον, ἀπεναντίον δὲ ἡ ΟΜ εὐθεῖα, πρὸς τὸ πρίσμα, οὗ βάσις μὲν τὸ ΠΕΦΡ παραλληλόγραμμον, ἀπεναντίον δὲ ἡ ΣΤ εὐθεῖα.
但是,正如三角形LXG之于三角形RFZ,以三角形LXG为底面且以OMN为其对面的棱柱,也之于以三角形RFZ为底面且以STY为其对面的棱柱;因此,正如三角形ABG之于三角形DEZ,以三角形LXG为底面且以OMN为其对面的棱柱,也之于以三角形RFZ为底面且以STY为其对面的棱柱。 而上述棱柱之间的比,正如以平行四边形KBXL为底面且以直线OM为其对边的棱柱,之于以平行四边形PEFR为底面且以直线ST为其对边的棱柱。
καὶ τὰ δύο ἄρα πρίσματα, οὗ τε βάσις μὲν τὸ ΚΒΞΛ παραλληλόγραμμον, ἀπεναντίον δὲ ἡ ΟΜ, καὶ οὗ βάσις μὲν τὸ ΛΞΓ, ἀπεναντίον δὲ τὸ ΟΜΝ, πρὸς τὰ πρίσματα, οὗ τε βάσις μὲν τὸ ΠΕΦΡ, ἀπεναντίον δὲ ἡ ΣΤ εὐθεῖα, καὶ οὗ βάσις μὲν τὸ ΡΦΖ τρίγωνον, ἀπεναντίον δὲ τὸ ΣΤΥ. καὶ ὡς ἄρα ἡ ΑΒΓ βάσις πρὸς τὴν ΔΕΖ βάσιν, οὕτως τὰ εἰρημένα δύο πρίσματα πρὸς τὰ εἰρημένα δύο πρίσματα.
因此,那两个棱柱(即以平行四边形KBXL为底面且以OM为对边,以及以LXG为底面且以OMN为对面的棱柱),之于那两个棱柱(即以平行四边形PEFR为底面且以直线ST为对边,以及以三角形RFZ为底面且以STY为对面的棱柱)也是如此。 因此,正如底面ABG之于底面DEZ,上述两个棱柱也之于上述两个棱柱。

词汇与语法注释

  1. ¦15¦ἰσοπληθῆ — 意为“同数的”形容词,修饰 `πρίσματα`(棱柱们)。它指在两棱锥经过相同次数的分割后所得到的、一一对应的等量棱柱集合。
  2. ¦40¦καὶ τὰ δύο ἄρα πρίσματα ... πρὸς τὰ πρίσματα ... — 此句中省略了表示比例关系的谓语或结构(如 `ἔστιν ὡς`... `οὕτως`...)。基于前文单项比相等的比例关系,并应用合比(或加比,如《几何原本》第5卷命题12“前件之和与后件之和的比等于单项比”),得出“两个棱柱(之和)与另两个棱柱(之和)的比也等于底面之比”的结论。

引用这一段

欧几里得, 几何原本 §12.prop.4#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:12.prop.4%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。