Humanitext Reader

欧几里得 · 几何原本 §12.prop.3#2

分割出的棱柱相等及其与整体的大小比较

第 272 段,共 316 段 · 希腊语

内容简介

本部分证明分割出的各个棱锥与整体相似,并由等高且底面积成两倍关系证明两个棱柱相等。最后,证明这两个棱柱分别大于其余两个棱锥,从而得出棱柱之和大于整个棱锥一半的结论。

§12.prop.3#2καί ἐστιν ὡς ἡ ΒΑ πρὸς τὴν ΑΓ, οὕτως ἡ ΚΘ πρὸς τὴν ΘΛ· ὅμοιον ἄρα ἐστὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΘΚΛ τριγώνῳ.
且BA与AG之比等于QK与QL之比;因此三角形ABG相似于三角形QKL。
καὶ πυραμὶς ἄρα, ἧς βάσις μέν ἐστι τὸ ΑΒΓ τρίγωνον, κορυφὴ δὲ τὸ Δ σημεῖον, ὁμοία ἐστὶ πυραμίδι, ἧς βάσις μέν ἐστι τὸ ΘΚΛ τρίγωνον, κορυφὴ δὲ τὸ Δ σημεῖον.
因此,以三角形ABG为底面且以点D为顶点的棱锥,相似于以三角形QKL为底面且以点D为顶点的棱锥。
ἀλλὰ πυραμίς, ἧς βάσις μὲν τὸ ΘΚΛ τρίγωνον, κορυφὴ δὲ τὸ Δ σημεῖον, ὁμοία ἐδείχθη πυραμίδι, ἧς βάσις μέν ἐστι τὸ ΑΕΗ τρίγωνον, κορυφὴ δὲ τὸ Θ σημεῖον.
但是,以三角形QKL为底面且以点D为顶点的棱锥,已被证明相似于以三角形AEH为底面且以点Q为顶点的棱锥。
ἑκατέρα ἄρα τῶν ΑΕΗΘ, ΘΚΛΔ πυραμίδων ὁμοία ἐστὶ τῇ ὅλῃ τῇ ΑΒΓΔ πυραμίδι.
因此,两个棱锥AEHQ与QKLD中的每一个都相似于整个棱锥ABGD。
¯Καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΒΖ τῇ ΖΓ, διπλάσιόν ἐστι τὸ ΕΒΖΗ παραλληλόγραμμον τοῦ ΗΖΓ τριγώνου.
由于BZ等于ZG,平行四边形EBZH是三角形HZG的两倍。
καὶ ἐπεί, ἐὰν ᾖ δύο πρίσματα ἰσοϋψῆ, καὶ τὸ μὲν ἔχῃ βάσιν παραλληλόγραμμον, τὸ δὲ τρίγωνον, διπλάσιον δὲ ᾖ τὸ παραλληλόγραμμον τοῦ τριγώνου, ἴσα ἐστὶ τὰ πρίσματα, ἴσον ἄρα ἐστὶ τὸ πρίσμα τὸ περιεχόμενον ὑπὸ δύο μὲν τριγώνων τῶν ΒΚΖ, ΕΘΗ, τριῶν δὲ παραλληλογράμμων τῶν ΕΒΖΗ, ΕΒΚΘ, ΘΚΖΗ τῷ πρίσματι τῷ περιεχομένῳ ὑπὸ δύο μὲν τριγώνων τῶν ΗΖΓ, ΘΚΛ, τριῶν δὲ παραλληλογράμμων τῶν ΚΖΓΛ, ΛΓΗΘ, ΘΚΖΗ. καὶ φανερόν, ὅτι ἑκάτερον τῶν πρισμάτων, οὗ τε βάσις τὸ ΕΒΖΗ παραλληλόγραμμον, ἀπεναντίον δὲ ἡ ΘΚ εὐθεῖα, καὶ οὗ βάσις τὸ ΗΖΓ τρίγωνον, ἀπεναντίον δὲ τὸ ΘΚΛ τρίγωνον, μεῖζόν ἐστιν ἑκατέρας τῶν πυραμίδων, ὧν βάσεις μὲν τὰ ΑΕΗ, ΘΚΛ τρίγωνα, κορυφαὶ δὲ τὰ Θ, Δ σημεῖα, ἐπειδήπερ ἐὰν ἐπιζεύξωμεν τὰς ΕΖ, ΕΚ εὐθείας, τὸ μὲν πρίσμα, οὗ βάσις τὸ ΕΒΖΗ παραλληλόγραμμον, ἀπεναντίον δὲ ἡ ΘΚ εὐθεῖα, μεῖζόν ἐστι τῆς πυραμίδος, ἧς βάσις τὸ ΕΒΖ τρίγωνον, κορυφὴ δὲ τὸ Κ σημεῖον.
又由于,如果有两个等高的棱柱,其中一个以平行四边形为底面,另一个以三角形为底面,且平行四边形是三角形的两倍,那么这些棱柱是相等的,所以由两个三角形BKZ、EQH以及三个平行四边形EBZH、EBKQ、QKZH所包围的棱柱,等于由两个三角形HZG、QKL以及三个平行四边形 KZGL、LGHQ、QKZH所包围的棱柱。 且显而易见,以平行四边形EBZH为底面且以直线QK为其对边的棱柱,以及以三角形HZG为底面且以三角形QKL为其对面的棱柱,这两个棱柱中的每一个都大于以三角形AEH、QKL为底面且以点Q、D为顶点的两个棱锥中的每一个,因为如果连接直线EZ、EK,那么以平行四边形EBZH为底面且以直线QK为其对边的棱柱,大于以三角形EBZ为底面且以点K为顶点的棱锥。
ἀλλʼ ἡ πυραμίς, ἧς βάσις τὸ ΕΒΖ τρίγωνον, κορυφὴ δὲ τὸ Κ σημεῖον, ἴση ἐστὶ πυραμίδι, ἧς βάσις τὸ ΑΕΗ τρίγωνον, κορυφὴ δὲ τὸ Θ σημεῖον· ὑπὸ γὰρ ἴσων καὶ ὁμοίων ἐπιπέδων περιέχονται.
但是,以三角形EBZ为底面且以点K为顶点的棱锥,等于以三角形AEH为底面且以点Q为顶点的棱锥;因为它们由相等且相似的平面所包围。
ὥστε καὶ τὸ πρίσμα, οὗ βάσις μὲν τὸ ΕΒΖΗ παραλληλόγραμμον, ἀπεναντίον δὲ ἡ ΘΚ εὐθεῖα, μεῖζόν ἐστι πυραμίδος, ἧς βάσις μὲν τὸ ΑΕΗ τρίγωνον, κορυφὴ δὲ τὸ Θ σημεῖον.
因此,以平行四边形EBZH为底面且以直线QK为其对边的棱柱,也大于以三角形AEH为底面且以点Q为顶点的棱锥。
ἴσον δὲ τὸ μὲν πρίσμα, οὗ βάσις τὸ ΕΒΖΗ παραλληλόγραμμον, ἀπεναντίον δὲ ἡ ΘΚ εὐθεῖα, τῷ πρίσματι, οὗ βάσις μὲν τὸ ΗΖΓ τρίγωνον, ἀπεναντίον δὲ τὸ ΘΚΛ τρίγωνον· ἡ δὲ πυραμίς, ἧς βάσις τὸ ΑΕΗ τρίγωνον, κορυφὴ δὲ τὸ Θ σημεῖον, ἴση ἐστὶ πυραμίδι, ἧς βάσις τὸ ΘΚΛ τρίγωνον, κορυφὴ δὲ τὸ Δ σημεῖον.
而以平行四边形EBZH为底面且以直线QK为其对边的棱柱,等于以三角形HZG为底面且以三角形QKL为其对面的棱柱;且以三角形AEH为底面且以点Q为顶点的棱锥,等于以三角形QKL为底面且以点D为顶点的棱锥。
τὰ ἄρα εἰρημένα δύο πρίσματα μείζονά ἐστι τῶν εἰρημένων δύο πυραμίδων, ὧν βάσεις μὲν τὰ ΑΕΗ, ΘΚΛ τρίγωνα, κορυφαὶ δὲ τὰ Θ, Δ σημεῖα.
所以,上述两个棱柱大于上述两个以三角形AEH、QKL为底面且以点Q、D为顶点的棱锥。
ἡ ἄρα ὅλη πυραμίς, ἧς βάσις τὸ ΑΒΓ τρίγωνον, κορυφὴ δὲ τὸ Δ σημεῖον, διῄρηται εἴς τε δύο πυραμίδας ἴσας ἀλλήλαις καὶ εἰς δύο πρίσματα ἴσα, καὶ τὰ δύο πρίσματα μείζονά ἐστιν ἢ τὸ ἥμισυ τῆς ὅλης πυραμίδος· ὅπερ ἔδει δεῖξαι.
所以,以三角形ABG为底面且以点D为顶点的整个棱锥,被分割成两个彼此相等的棱锥和两个相等的棱柱,且这两个棱柱大于整个棱锥的一半;这就是所要证明的。

词汇与语法注释

  1. 65καὶ ἐπεί, ἐὰν ᾖ δύο πρίσματα... ἴσα ἐστὶ τὰ πρίσματα, — 由表示原因的连词 ἐπεί 引导的从句中,嵌入了一个一般的条件句(ἐὰν + 虚拟语气 ᾖ, ἔχῃ)。该条件句(“如果两个棱柱等高……那么这些棱柱相等”)整体构成了 ἐπεί 的前提部分,其后的 ἴσον ἄρα ἐστὶ τὸ πρίσμα... 作为主句。
  2. 75τῷ πρίσματι τῷ περιεχομένῳ ὑπὸ... — 这是由前面的形容词 ἴσον(“相等的”)所支配的与格(“与……相等”)。两个非常长、被分词修饰的名词短语构成了并列的比较结构:“A(主格:τὸ πρίσμα τὸ περιεχόμενον...)等于B(与格:τῷ πρίσματι τῷ περιεχομένῳ...)”。
  3. 80καὶ φανερόν, ὅτι ἑκάτερον τῶν πρισμάτων... μεῖζόν ἐστιν ἑκατέρας τῶν πυραμίδων... — 在由无人称句 φανερόν [ἐστιν](“……是显而易见的”)引导的 ὅτι 从句中,主语是 ἑκάτερον τῶν πρισμάτων(“两个棱柱中的每一个”),其后并列修饰了两个关系从句(表示其底面和对边/对面)。与之对应的述语是 μεῖζόν ἐστιν(“大于”),后面接作为比较对象的属格 ἑκατέρας τῶν πυραμίδων(“两个棱锥中的每一个”)。

引用这一段

欧几里得, 几何原本 §12.prop.3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:12.prop.3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。