Humanitext Reader

欧几里得 · 几何原本 §11.prop.38-11.prop.39

立方体对角线的互相平分与等高棱柱的相等

第 267 段,共 316 段 · 希腊语

内容简介

证明平分立方体对面各边的平面的交线与立方体的对角线彼此平分(命题38),以及在等高情况下,底面为平行四边形的棱柱与底面为三角形且面积为前者一半的棱柱相等(命题39)。

§11.prop.38ἐὰν κύβου τῶν ἀπεναντίον ἐπιπέδων αἱ πλευραὶ δίχα τμηθῶσιν, διὰ δὲ τῶν τομῶν ἐπίπεδα ἐκβληθῇ, ἡ κοινὴ τομὴ τῶν ἐπιπέδων καὶ ἡ τοῦ κύβου διάμετρος δίχα τέμνουσιν ἀλλήλας.
如果立方体的对面的各边被二等分,且通过这些分点面被延伸,则这些面的交线与立方体的对角线彼此平分。
κύβου γὰρ τοῦ ΑΖ τῶν ἀπεναντίον ἐπιπέδων τῶν ΓΖ, ΑΘ αἱ πλευραὶ δίχα τετμήσθωσαν κατὰ τὰ Κ, Λ, Μ, Ν, Ξ, Π, Ο, Ρ σημεῖα, διὰ δὲ τῶν τομῶν ἐπίπεδα ἐκβεβλήσθω τὰ ΚΝ, ΞΡ, κοινὴ δὲ τομὴ τῶν ἐπιπέδων ἔστω ἡ ΥΣ, τοῦ δὲ ΑΖ κύβου διαγώνιος ἡ ΔΗ. λέγω, ὅτι ἴση ἐστὶν ἡ μὲν ΥΤ τῇ ΤΣ, ἡ δὲ ΔΤ τῇ ΤΗ. ἐπεζεύχθωσαν γὰρ αἱ ΔΥ, ΥΕ, ΒΣ, ΣΗ. καὶ ἐπεὶ παράλληλός ἐστιν ἡ ΔΞ τῇ ΟΕ, αἱ ἐναλλὰξ γωνίαι αἱ ὑπὸ ΔΞΥ, ΥΟΕ ἴσαι ἀλλήλαις εἰσίν.
因为,设立方体 AZ 的对面 GF, AQ 的各边在点 K, L, M, N, X, P, O, R 处被二等分;且通过 these 分点使平面 KN, XR 被延伸;并设这些面的交线为 YS,立方体 AZ 的对角线为 DH。 我说, YT 等于 TS,且 DT 等于 TH。 因为,连接 DY, YE, BS, SH。 且因为 DX 平行于 OE,内错角 DXY, YOE 彼此相等。
καὶ ἐπεὶ ἴση ἐστὶν ἡ μὲν ΔΞ τῇ ΟΕ, ἡ δὲ ΞΥ τῇ ΥΟ, καὶ γωνίας ἴσας περιέχουσιν, βάσις ἄρα ἡ ΔΥ τῇ ΥΕ ἐστιν ἴση, καὶ τὸ ΔΞΥ τρίγωνον τῷ ΟΥΕ τριγώνῳ ἐστὶν ἴσον καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι· ἴση ἄρα ἡ ὑπὸ ΞΥΔ γωνία τῇ ὑπὸ ΟΥΕ γωνίᾳ.
又因为 DX 等于 OE,且 XY 等于 YO,并且它们夹等角,从而底边 DY 等于 YE,且三角形 DXY 等于三角形 OYE,其余的角也分别等于其余的角;因此角 XYD 等于角 OYE。
διὰ δὴ τοῦτο εὐθεῖά ἐστιν ἡ ΔΥΕ. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ΒΣΗ εὐθεῖά ἐστιν, καὶ ἴση ἡ ΒΣ τῇ ΣΗ. καὶ ἐπεὶ ἡ ΓΑ τῇ ΔΒ ἴση ἐστὶ καὶ παράλληλος, ἀλλὰ ἡ ΓΑ καὶ τῇ ΕΗ ἴση τέ ἐστι καὶ παράλληλος, καὶ ἡ ΔΒ ἄρα τῇ ΕΗ ἴση τέ ἐστι καὶ παράλληλος.
正因如此,DYE 是一条直线。 由于同样的原因,BSH 也是一条直线,且 BS 等于 SH。 且因为 GA 等于且平行于 DB,但 GA 也等于且平行于 EH,所以 DB 也等于且平行于 EH。
καὶ ἐπιζευγνύουσιν αὐτὰς εὐθεῖαι αἱ ΔΕ, ΒΗ· παράλληλος ἄρα ἐστὶν ἡ ΔΕ τῇ ΒΗ. ἴση ἄρα ἡ μὲν ὑπὸ ΕΔΤ γωνία τῇ ὑπὸ ΒΗΤ· ἐναλλὰξ γάρ· ἡ δὲ ὑπὸ ΔΤΥ τῇ ὑπὸ ΗΤΣ. δύο δὴ τρίγωνά ἐστι τὰ ΔΤΥ, ΗΤΣ τὰς δύο γωνίας ταῖς δυσὶ γωνίαις ἴσας ἔχοντα καὶ μίαν πλευρὰν μιᾷ πλευρᾷ ἴσην τὴν ὑποτείνουσαν ὑπὸ μίαν τῶν ἴσων γωνιῶν τὴν ΔΥ τῇ ΗΣ· ἡμίσειαι γάρ εἰσι τῶν ΔΕ, ΒΗ· καὶ τὰς λοιπὰς πλευρὰς ταῖς λοιπαῖς πλευραῖς ἴσας ἕξει.
且直线 DE, BH 连接它们;因此 DE 平行于 BH。 所以角 EDT 等于角 BHT,因为它们是内错角;且角 DTY 等于角 HTS。 这里有两个三角形 DTY, HTS,它们有两个角分别等于两个角,且有一边等于一边,即对向等角之一的边 DY 等于 HS(因为它们是 DE, BH 的一半);因此它们其余的边也分别等于其余的边。
ἴση ἄρα ἡ μὲν ΔΤ τῇ ΤΗ, ἡ δὲ ΥΤ τῇ ΤΣ. ἐὰν ἄρα κύβου τῶν ἀπεναντίον ἐπιπέδων αἱ πλευραὶ δίχα τμηθῶσιν, διὰ δὲ τῶν τομῶν ἐπίπεδα ἐκβληθῇ, ἡ κοινὴ τομὴ τῶν ἐπιπέδων καὶ ἡ τοῦ κύβου διάμετρος δίχα τέμνουσιν ἀλλήλας·
所以 DT 等于 TH,且 YT 等于 TS。 因此,如果立方体的对面的各边被二等分,且通过这些分点面被延伸,则这些面的交线与立方体的对角线彼此平分。
ὅπερ ἔδει δεῖξαι.
这就是所要证明的。
§11.prop.39ἐὰν ᾖ δύο πρίσματα ἰσοϋψῆ, καὶ τὸ μὲν ἔχῃ βάσιν παραλληλόγραμμον, τὸ δὲ τρίγωνον, διπλάσιον δὲ ᾖ τὸ παραλληλόγραμμον τοῦ τριγώνου, ἴσα ἔσται τὰ πρίσματα.
如果有两个等高的棱柱,其中一个以平行四边形为底,另一个以三角形为底,且平行四边形是三角形的两倍,则这两个棱柱相等。
ἔστω δύο πρίσματα ἰσοϋψῆ τὰ ΑΒΓΔΕΖ, ΗΘΚΛ ΜΝ, καὶ τὸ μὲν ἐχέτω βάσιν τὸ ΑΖ παραλληλόγραμμον, τὸ δὲ τὸ ΗΘΚ τρίγωνον, διπλάσιον δὲ ἔστω τὸ ΑΖ παραλληλόγραμμον τοῦ ΗΘΚ τριγώνου· λέγω, ὅτι ἴσον ἐστὶ τὸ ΑΒΓΔΕΖ πρίσμα τῷ ΗΘΚΛΜΝ πρίσματι.
设两个等高的棱柱为 ABGDEZ, HQKL MN,其中一个以平行四边形 AZ 为底,另一个以三角形 HQK 为底,且平行四边形 AZ 是三角形 HQK 的两倍;我说,棱柱 ABGDEZ 等于棱柱 HQKLMN。
συμπεπληρώσθω γὰρ τὰ ΑΞ, ΗΟ στερεά.
因为,补足立体 AX, HO。
ἐπεὶ διπλάσιόν ἐστι τὸ ΑΖ παραλληλόγραμμον τοῦ ΗΘΚ τριγώνου, ἔστι δὲ καὶ τὸ ΘΚ παραλληλόγραμμον διπλάσιον τοῦ ΗΘΚ τριγώνου, ἴσον ἄρα ἐστὶ τὸ ΑΖ παραλληλόγραμμον τῷ ΘΚ παραλληλογράμμῳ.
因为平行四边形 AZ 是三角形 HQK 的两倍,且平行四边形 QK 也是三角形 HQK 的两倍,所以平行四边形 AZ 等于平行四边形 QK。
τὰ δὲ ἐπὶ ἴσων βάσεων ὄντα στερεὰ παραλληλεπίπεδα καὶ ὑπὸ τὸ αὐτὸ ὕψος ἴσα ἀλλήλοις ἐστίν· ἴσον ἄρα ἐστὶ τὸ ΑΞ στερεὸν τῷ ΗΟ στερεῷ.
而在等底且同高的平行六面体立体彼此相等;因此立体 AX 等于立体 HO。
καί ἐστι τοῦ μὲν ΑΞ στερεοῦ ἥμισυ τὸ ΑΒΓΔΕΖ πρίσμα, τοῦ δὲ ΗΟ στερεοῦ ἥμισυ τὸ ΗΘΚΛΜΝ πρίσμα· ἴσον ἄρα ἐστὶ τὸ ΑΒΓΔΕΖ πρίσμα τῷ ΗΘΚΛΜΝ πρίσματι.
且棱柱 ABGDEZ 是立体 AX 的一半,棱柱 HQKLMN 是立体 HO 的一半;因此棱柱 ABGDEZ 等于棱柱 HQKLMN。
ἐὰν ἄρα ᾖ δύο πρίσματα ἰσοϋψῆ, καὶ τὸ μὲν ἔχῃ βάσιν παραλληλόγραμμον, τὸ δὲ τρίγωνον, διπλάσιον δὲ ᾖ τὸ παραλληλόγραμμον τοῦ τριγώνου, ἴσα ἐστὶ τὰ πρίσματα·
因此,如果有两个等高的棱柱,且其中一个以平行四边形为底,另一个以三角形为底,并且平行四边形是三角形的两倍,则这两个棱柱相等。
ὅπερ ἔδει δεῖξαι.
这就是所要证明的。

词汇与语法注释

  1. 11.prop.38κύβου γὰρ τοῦ ΑΖ τῶν ἀπεναντίον ἐπιπέδων τῶν ΓΖ, ΑΘ αἱ πλευραὶ δίχα τετμήσθωσαν — 属格“κύβου τοῦ ΑΖ”(立方体 AZ 的)表示整体,紧随其后的属格短语“τῶν ἀπεναντίον ἐπιπέδων τῶν ΓΖ, ΑΘ”(对面 GF, AQ 的)修饰“αἱ πλευραὶ”(边)。需要理清这两个连续属格的修饰关系。
  2. 11.prop.38διὰ δὴ τοῦτο εὐθεῖά ἐστιν ἡ ΔΥΕ — 短语“εὐθεῖά ἐστιν”(是一条直线)意味着 D, Y, E 三点共线。因为角 XYD 与 OYE 相等,且直线 XY, YO 在同一条直线上,故利用对顶角关系证明了 D, Y, E 处于同一条直线上。
  3. 11.prop.39διπλάσιον δὲ ᾖ τὸ παραλληλόγραμμον τοῦ τριγώνου — 属格“τοῦ τριγώνου”(三角形的)是由表示倍数的形容词“διπλάσιον”(两倍的)所引导的比较属格。

引用这一段

欧几里得, 几何原本 §11.prop.38-11.prop.39. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:11.prop.38-11.prop.39

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。