Humanitext Reader

欧几里得 · 几何原本 §11.prop.36-11.prop.37

比例直线所构平行六面体的相等与比例

第 266 段,共 316 段 · 希腊语

内容简介

证明由三条成比例的直线构成的平行六面体立体,等于以其中项构成的等边且等角的立体。此外证明在四条成比例的直线上描绘的相似立体也成比例,反之亦然。

§11.prop.36ἐὰν τρεῖς εὐθεῖαι ἀνάλογον ὦσιν, τὸ ἐκ τῶν τριῶν στερεὸν παραλληλεπίπεδον ἴσον ἐστὶ τῷ ἀπὸ τῆς μέσης στερεῷ παραλληλεπιπέδῳ ἰσοπλεύρῳ μέν, ἰσογωνίῳ δὲ τῷ προειρημένῳ.
如果三条直线成比例,则由这三条直线所构成的平行六面体立体,等于以中项为边所构成的、等边且与前述立体等角之平行六面体立体。
ἔστωσαν τρεῖς εὐθεῖαι ἀνάλογον αἱ Α, Β, Γ, ὡς ἡ Α πρὸς τὴν Β, οὕτως ἡ Β πρὸς τὴν Γ· λέγω, ὅτι τὸ ἐκ τῶν Α, Β, Γ στερεὸν ἴσον ἐστὶ τῷ ἀπὸ τῆς Β στερεῷ ἰσοπλεύρῳ μέν, ἰσογωνίῳ δὲ τῷ προειρημένῳ.
设 A, B, G 为三条成比例的直线,若 A 比 B 等于 B 比 G;我说,由 A, B, G 构成的立体等于以 B 构成的、等边且与前述立体等角的立体。
Ἐκκείσθω στερεὰ γωνία ἡ πρὸς τῷ Ε περιεχομένη ὑπὸ τῶν ὑπὸ ΔΕΗ, ΗΕΖ, ΖΕΔ, καὶ κείσθω τῇ μὲν Β ἴση ἑκάστη τῶν ΔΕ, ΗΕ, ΕΖ, καὶ συμπεπληρώσθω τὸ ΕΚ στερεὸν παραλληλεπίπεδον, τῇ δὲ Α ἴση ἡ ΛΜ, καὶ συνεστάτω πρὸς τῇ ΛΜ εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῷ Λ τῇ πρὸς τῷ Ε στερεᾷ γωνίᾳ ἴση στερεὰ γωνία ἡ περιεχομένη ὑπὸ τῶν ΝΛΞ, ΞΛΜ, ΜΛΝ, καὶ κείσθω τῇ μὲν Β ἴση ἡ ΛΞ, τῇ δὲ Γ ἴση ἡ ΛΝ. καὶ ἐπεί ἐστιν ὡς ἡ Α πρὸς τὴν Β, οὕτως ἡ Β πρὸς τὴν Γ, ἴση δὲ ἡ μὲν Α τῇ ΛΜ, ἡ δὲ Β ἑκατέρᾳ τῶν ΛΞ, ΕΔ, ἡ δὲ Γ τῇ ΛΝ, ἔστιν ἄρα ὡς ἡ ΛΜ πρὸς τὴν ΕΖ, οὕτως ἡ ΔΕ πρὸς τὴν ΛΝ. καὶ περὶ ἴσας γωνίας τὰς ὑπὸ ΝΛΜ, ΔΕΖ αἱ πλευραὶ ἀντιπεπόνθασιν· ἴσον ἄρα ἐστὶ τὸ ΜΝ παραλληλόγραμμον τῷ ΔΖ παραλληλογράμμῳ.
设在 E 处有一立体角,由角 DEH, HEZ, ZED 所夹,并令 DE, HE, EZ 每一条都等于 B,且把平行六面体立体 EK 补足;又令 LM 等于 A,在直线 LM 及其上的点 L 处,作一等于在 E 处的立体角的立体角,即由角 NLX, XLM, MLN 所夹者,并令 LX 等于 B,LN 等于 G。 并且,因为 A 比 B 等于 B 比 G,且 A 等于 LM,B 等于 LX, ED 每一条,G 等于 LN,所以,LM 比 EZ 等于 DE 比 LN。 并且夹等角 NLM, DEZ 的各边成反比例;因此平行四边形 MN 等于平行四边形 DZ。
καὶ ἐπεὶ δύο γωνίαι ἐπίπεδοι εὐθύγραμμοι ἴσαι εἰσὶν αἱ ὑπὸ ΔΕΖ, ΝΛΜ, καὶ ἐπʼ αὐτῶν μετέωροι εὐθεῖαι ἐφεστᾶσιν αἱ ΛΞ, ΕΗ ἴσαι τε ἀλλήλαις καὶ ἴσας γωνίας περιέχουσαι μετὰ τῶν ἐξ ἀρχῆς εὐθειῶν ἑκατέραν ἑκατέρᾳ, αἱ ἄρα ἀπὸ τῶν Η, Ξ σημείων κάθετοι ἀγόμεναι ἐπὶ τὰ διὰ τῶν ΝΛΜ, ΔΕΖ ἐπίπεδα ἴσαι ἀλλήλαις εἰσίν· ὥστε τὰ ΛΘ, ΕΚ στερεὰ ὑπὸ τὸ αὐτὸ ὕψος ἐστίν.
且因为有两个相等的平面直线角 DEZ, NLM,在其上立起浮空直线 LX, EH,它们彼此相等,且与原直线各夹等角,因此,从点 H, X 向通过 NLM, DEZ 的平面所引的垂线彼此相等;从而立体 LQ, EK 高度相同。
τὰ δὲ ἐπὶ ἴσων βάσεων στερεὰ παραλληλεπίπεδα καὶ ὑπὸ τὸ αὐτὸ ὕψος ἴσα ἀλλήλοις ἐστίν· ἴσον ἄρα ἐστὶ τὸ ΘΛ στερεὸν τῷ ΕΚ στερεῷ.
而在等底且同高的平行六面体立体彼此相等;因此立体 QL 等于立体 EK。
καί ἐστι τὸ μὲν ΛΘ τὸ ἐκ τῶν Α, Β, Γ στερεόν, τὸ δὲ ΕΚ τὸ ἀπὸ τῆς Β στερεόν· τὸ ἄρα ἐκ τῶν Α, Β, Γ στερεὸν παραλληλεπίπεδον ἴσον ἐστὶ τῷ ἀπὸ τῆς Β στερεῷ ἰσοπλεύρῳ μέν, ἰσογωνίῳ δὲ τῷ προειρημένῳ·
而立体 LQ 是由 A, B, G 构成的,立体 EK 是以 B 构成的;因此由 A, B, G 构成的平行六面体立体等于以 B 构成的、等边且与前述立体等角的立体。
ὅπερ ἔδει δεῖξαι.
这就是所要证明的。
§11.prop.37ἐὰν τέσσαρες εὐθεῖαι ἀνάλογον ὦσιν, καὶ τὰ ἀπʼ αὐτῶν στερεὰ παραλληλεπίπεδα ὅμοιά τε καὶ ὁμοίως ἀναγραφόμενα ἀνάλογον ἔσται· καὶ ἐὰν τὰ ἀπʼ αὐτῶν στερεὰ παραλληλεπίπεδα ὅμοιά τε καὶ ὁμοίως ἀναγραφόμενα ἀνάλογον ᾖ, καὶ αὐταὶ αἱ εὐθεῖαι ἀνάλογον ἔσονται.
如果四条直线成比例,则在它们上所作的、相似且相似地描绘的平行六面体立体也将成比例;而如果在它们上所作的、相似且相似地描绘的平行六面体立体成比例,则这些直线自身也将成比例。
ἔστωσαν τέσσαρες εὐθεῖαι ἀνάλογον αἱ ΑΒ, ΓΔ, ΕΖ, ΗΘ, ὡς ἡ ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΕΖ πρὸς τὴν ΗΘ, καὶ ἀναγεγράφθωσαν ἀπὸ τῶν ΑΒ, ΓΔ, ΕΖ, ΗΘ ὅμοιά τε καὶ ὁμοίως κείμενα στερεὰ παραλληλεπίπεδα τὰ ΚΑ, ΛΓ, ΜΕ, ΝΗ· λέγω, ὅτι ἐστὶν ὡς τὸ ΚΑ πρὸς τὸ ΛΓ, οὕτως τὸ ΜΕ πρὸς τὸ ΝΗ. ἐπεὶ γὰρ ὅμοιόν ἐστι τὸ ΚΑ στερεὸν παραλληλεπίπεδον τῷ ΛΓ, τὸ ΚΑ ἄρα πρὸς τὸ ΛΓ τριπλασίονα λόγον ἔχει ἤπερ ἡ ΑΒ πρὸς τὴν ΓΔ. διὰ τὰ αὐτὰ δὴ καὶ τὸ ΜΕ πρὸς τὸ ΝΗ τριπλασίονα λόγον ἔχει ἤπερ ἡ ΕΖ πρὸς τὴν ΗΘ. καί ἐστιν ὡς ἡ ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΕΖ πρὸς τὴν ΗΘ. καὶ ὡς ἄρα τὸ ΑΚ πρὸς τὸ ΛΓ, οὕτως τὸ ΜΕ πρὸς τὸ ΝΗ. ἀλλὰ δὴ ἔστω ὡς τὸ ΑΚ στερεὸν πρὸς τὸ ΛΓ στερεόν, οὕτως τὸ ΜΕ στερεὸν πρὸς τὸ ΝΗ· λέγω, ὅτι ἐστὶν ὡς ἡ ΑΒ εὐθεῖα πρὸς τὴν ΓΔ, οὕτως ἡ ΕΖ πρὸς τὴν ΗΘ. ἐπεὶ γὰρ πάλιν τὸ ΚΑ πρὸς τὸ ΛΓ τριπλασίονα λόγον ἔχει ἤπερ ἡ ΑΒ πρὸς τὴν ΓΔ, ἔχει δὲ καὶ τὸ ΜΕ πρὸς τὸ ΝΗ τριπλασίονα λόγον ἤπερ ἡ ΕΖ πρὸς τὴν ΗΘ, καί ἐστιν ὡς τὸ ΚΑ πρὸς τὸ ΛΓ, οὕτως τὸ ΜΕ πρὸς τὸ ΝΗ, καὶ ὡς ἄρα ἡ ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΕΖ πρὸς τὴν ΗΘ. ἐὰν ἄρα τέσσαρες εὐθεῖαι ἀνάλογον ὦσι καὶ τὰ ἑξῆς τῆς προτάσεως·
设 AB, CD, EZ, HQ 为四条成比例的直线,若 AB 比 CD 等于 EZ 比 HQ,且在 AB, CD, EZ, HQ 上描绘相似且相似地放置的平行六面体立体 KA, LC, ME, NH;我说,KA 比 LC 等于 ME 比 NH。 因为平行六面体立体 KA 与 LC 相似,所以 KA 比 LC 的比,是 AB 比 CD 的三倍比(三次方比)。 由于同样的原因,ME 比 NH 的比,也是 EZ 比 HQ 的三倍比。 且 AB 比 CD 等于 EZ 比 HQ;因此,AK 比 LC 也等于 ME 比 NH。 但是,现在设立体 AK 比立体 LC 等于立体 ME 比 NH;我说,直线 AB 比 CD 等于 EZ 比 HQ。 因为,再次,KA 比 LC 的比是 AB 比 CD 的三倍比,且 ME 比 NH 的比也是 EZ 比 HQ 的三倍比,且 KA 比 LC 等于 ME 比 NH,所以,AB 比 CD 也等于 EZ 比 HQ。 因此,如果四条直线成比例,以及本命题接下来的部分。
ὅπερ ἔδει δεῖξαι.
这就是所要证明的。

词汇与语法注释

  1. ¦5¦ἰσογωνίῳ δὲ τῷ προειρημένῳ — 形容词 ἰσογωνίῳ(等角的)以与格 τῷ προειρημένῳ(与前述的 [立体])作为其补足语。此处的“前述立体”指由三条直线 A, B, G 所构成的平行六面体立体。
  2. ¦20¦περὶ ἴσας γωνίας τὰς ὑπὸ ΝΛΜ, ΔΕΖ αἱ πλευραὶ ἀντιπεπόνθασιν — 动词 ἀντιπεπόνθασιν 是 ἀντιπάσχω(成反比例)的现在完成时主动普通体第三人称复数形式。它表示夹着等角的各边成反比例。前置词 περί 接宾格表示“在……周围”或“夹着”。
  3. ¦30¦ὑπὸ τὸ αὐτὸ ὕψος — 前置词 ὑπό 接宾格(τὸ αὐτὸ ὕψος)在此处作为惯用语,表示“在相同的高度之下”,即“高度相同”或“等高”。
  4. ¦15¦τριπλασίονα λόγον ἔχει — 短语 τριπλάσιος λόγος(三倍比)对应现代数学中的“三次方比”(立方比)。这是基于第11卷命题33的定理,即相似的平行六面体体积之比等于其对应边长之比的三次方。

引用这一段

欧几里得, 几何原本 §11.prop.36-11.prop.37. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:11.prop.36-11.prop.37

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。