Humanitext Reader

欧几里得 · 几何原本 §11.prop.27-11.prop.28

相似平行六面体的作图与对角面平分

第 256 段,共 316 段 · 希腊语

内容简介

第11卷命题27阐明了如何在给定直线上构造一个与已知立体平行六面体相似且同样放置的立体;命题28证明了若用一个通过对面对角线的平面去切一个立体平行六面体,该立体将被平分。

§11.prop.27ἀπὸ τῆς δοθείσης εὐθείας τῷ δοθέντι στερεῷ παραλληλεπιπέδῳ ὅμοιόν τε καὶ ὁμοίως κείμενον στερεὸν παραλληλεπίπεδον ἀναγράψαι.
在给定的直线上,构造一个与给定的立体平行六面体相似且同样放置的立体平行六面体。
ἔστω ἡ μὲν δοθεῖσα εὐθεῖα ἡ ΑΒ, τὸ δὲ δοθὲν στερεὸν παραλληλεπίπεδον τὸ ΓΔ· δεῖ δὴ ἀπὸ τῆς δοθείσης εὐθείας τῆς ΑΒ τῷ δοθέντι στερεῷ παραλληλεπιπέδῳ τῷ ΓΔ ὅμοιόν τε καὶ ὁμοίως κείμενον στερεὸν παραλληλεπίπεδον ἀναγράψαι.
设给定的直线为 ΑΒ,给定的立体平行六面体为 ΓΔ;要求在给定的直线 ΑΒ 上,构造一个与给定的立体平行六面体 ΓΔ 相似且同样放置的立体平行六面体。
συνεστάτω γὰρ πρὸς τῇ ΑΒ εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῷ Α τῇ πρὸς τῷ Γ στερεᾷ γωνίᾳ ἴση ἡ περιεχομένη ὑπὸ τῶν ΒΑΘ, ΘΑΚ, ΚΑΒ, ὥστε ἴσην εἶναι τὴν μὲν ὑπὸ ΒΑΘ γωνίαν τῇ ὑπὸ ΕΓΖ, τὴν δὲ ὑπὸ ΒΑΚ τῇ ὑπὸ ΕΓΗ, τὴν δὲ ὑπὸ ΚΑΘ τῇ ὑπὸ ΗΓΖ· καὶ γεγονέτω ὡς μὲν ἡ ΕΓ πρὸς τὴν ΓΗ, οὕτως ἡ ΒΑ πρὸς τὴν ΑΚ, ὡς δὲ ἡ ΗΓ πρὸς τὴν ΓΖ, οὕτως ἡ ΚΑ πρὸς τὴν ΑΘ. καὶ διʼ ἴσου ἄρα ἐστὶν ὡς ἡ ΕΓ πρὸς τὴν ΓΖ, οὕτως ἡ ΒΑ πρὸς τὴν ΑΘ. καὶ συμπεπληρώσθω τὸ ΘΒ παραλληλόγραμμον καὶ τὸ ΑΛ στερεόν.
因为,设在直线 ΑΒ 及其上的点 Α 处,构造一个等于在 Γ 处的立体角、由角 ΒΑΘ, ΘΑΚ, ΚΑΒ 包围的立体角,使得角 ΒΑΘ 等于角 ΕΓΖ,角 ΒΑΚ 等于角 ΕΓΗ,角 ΚΑΘ 等于角 ΗΓΖ;且设:如同 ΕΓ 之于 ΓΗ,ΑΒ 之于 ΑΚ,又如同 ΗΓ 之于 ΓΖ,ΚΑ 之于 ΑΘ。 因此,由等比可知,如同 ΕΓ 之于 ΓΖ,ΑΒ 之于 ΑΘ。 且设平行四边形 ΘΒ 和立体 ΑΛ 被补全。
καὶ ἐπεί ἐστιν ὡς ἡ ΕΓ πρὸς τὴν ΓΗ, οὕτως ἡ ΒΑ πρὸς τὴν ΑΚ, καὶ περὶ ἴσας γωνίας τὰς ὑπὸ ΕΓΗ, ΒΑΚ αἱ πλευραὶ ἀνάλογόν εἰσιν, ὅμοιον ἄρα ἐστὶ τὸ ΗΕ παραλληλόγραμμον τῷ ΚΒ παραλληλογράμμῳ.
又因为如同 ΕΓ 之于 ΓΗ,ΑΒ 之于 ΑΚ,且夹等角 ΕΓΗ, ΒΑΚ 的两边成比例,所以平行四边形 ΗΕ 相似于平行四边形 ΚΒ。
διὰ τὰ αὐτὰ δὴ καὶ τὸ μὲν ΚΘ παραλληλόγραμμον τῷ ΗΖ παραλληλογράμμῳ ὅμοιόν ἐστι καὶ ἔτι τὸ ΖΕ τῷ ΘΒ· τρία ἄρα παραλληλόγραμμα τοῦ ΓΔ στερεοῦ τρισὶ παραλληλογράμμοις τοῦ ΑΛ στερεοῦ ὅμοιά ἐστιν.
由于同样的原因,平行四边形 ΚΘ 也相似于平行四边形 ΗΖ,且 ΖΕ 也相似于 ΘΒ;因此,立体 ΓΔ 的三个平行四边形相似于立体 ΑΛ 的三个平行四边形。
ἀλλὰ τὰ μὲν τρία τρισὶ τοῖς ἀπεναντίον ἴσα τέ ἐστι καὶ ὅμοια, τὰ δὲ τρία τρισὶ τοῖς ἀπεναντίον ἴσα τέ ἐστι καὶ ὅμοια· ὅλον ἄρα τὸ ΓΔ στερεὸν ὅλῳ τῷ ΑΛ στερεῷ ὅμοιόν ἐστιν.
但三个面与对面的三个面分别相等且相似,另外三个面也与对面的三个面分别相等且相似;因此,整个立体 ΓΔ 相似于整个立体 ΑΛ。
ἀπὸ τῆς δοθείσης ἄρα εὐθείας τῆς ΑΒ τῷ δοθέντι στερεῷ παραλληλεπιπέδῳ τῷ ΓΔ ὅμοιόν τε καὶ ὁμοίως κείμενον ἀναγέγραπται τὸ ΑΛ· ὅπερ ἔδει ποιῆσαι.
因此,在给定的直线 ΑΒ 上,构造了与给定的立体平行六面体 ΓΔ 相似且同样放置的立体 ΑΛ;这就是所要做的。
§11.prop.28ἐὰν στερεὸν παραλληλεπίπεδον ἐπιπέδῳ τμηθῇ κατὰ τὰς διαγωνίους τῶν ἀπεναντίον ἐπιπέδων, δίχα τμηθήσεται τὸ στερεὸν ὑπὸ τοῦ ἐπιπέδου.
如果一个立体平行六面体被一个通过对面的对角线的平面所切,则该立体将被该平面平分。
στερεὸν γὰρ παραλληλεπίπεδον τὸ ΑΒ ἐπιπέδῳ τῷ ΓΔΕΖ τετμήσθω κατὰ τὰς διαγωνίους τῶν ἀπεναντίον ἐπιπέδων τὰς ΓΖ, ΔΕ· λέγω, ὅτι δίχα τμηθήσεται τὸ ΑΒ στερεὸν ὑπὸ τοῦ ΓΔΕΖ ἐπιπέδου.
因为,设立体平行六面体 ΑΒ 被通过对面的对角线 ΓΖ, ΔΕ 的平面 ΓΔΕΖ 所切;我说,立体 ΑΒ 将被平面 ΓΔΕΖ 平分。
ἐπεὶ γὰρ ἴσον ἐστὶ τὸ μὲν ΓΗΖ τρίγωνον τῷ ΓΖΒ τριγώνῳ, τὸ δὲ ΑΔΕ τῷ ΔΕΘ, ἔστι δὲ καὶ τὸ μὲν ΓΑ παραλληλόγραμμον τῷ ΕΒ ἴσον· ἀπεναντίον γάρ· τὸ δὲ ΗΕ τῷ ΓΘ, καὶ τὸ πρίσμα ἄρα τὸ περιεχόμενον ὑπὸ δύο μὲν τριγώνων τῶν ΓΗΖ, ΑΔΕ, τριῶν δὲ παραλληλογράμμων τῶν ΗΕ, ΑΓ, ΓΕ ἴσον ἐστὶ τῷ πρίσματι τῷ περιεχομένῳ ὑπὸ δύο μὲν τριγώνων τῶν ΓΖΒ, ΔΕΘ, τριῶν δὲ παραλληλογράμμων τῶν ΓΘ, ΒΕ, ΓΕ· ὑπὸ γὰρ ἴσων ἐπιπέδων περιέχονται τῷ τε πλήθει καὶ τῷ μεγέθει.
因为,由于三角形 ΓΗΖ 等于三角形 ΓΖΒ,且 ΑΔΕ 等于 ΔΕΘ,且平行四边形 ΓΑ 也等于 ΕΒ —— 因为它们是对面 —— 且 ΗΕ 等于 ΓΘ,所以由两个三角形 ΓΗΖ, ΑΔΕ 以及三个平行四边形 ΗΕ, ΑΓ, ΓΕ 所包围的棱柱,等于由两个三角形 ΓΖΒ, ΔΕΘ 以及三个平行四边形 ΓΘ, ΒΕ, ΓΕ 所包围的棱柱;因为它们被在数量和大小上都相等的平面所包围。
ὥστε ὅλον τὸ ΑΒ στερεὸν δίχα τέτμηται ὑπὸ τοῦ ΓΔΕΖ ἐπιπέδου· ὅπερ ἔδει δεῖξαι.
从而整个立体 ΑΒ 被平面 ΓΔΕΖ 平分;这就是所要证明的。

词汇与语法注释

  1. 10συνεστάτω ... ἴση ἡ περιεχομένη — 第三人称单数命令式动词 `συνεστάτω`(设被构造)的主语是后文的阴性单数主格分词 `ἡ περιεχομένη`(被包围的立体角)。形容词 `ἴση`(相等的,主格)修饰该主语,并支配与格 `τῇ ... στερεᾷ γωνίᾳ`(与在 Γ 处的立体角)以表示相等。
  2. 13ὥστε ἴσην εἶναι τὴν μὲν ὑπὸ ΒΑΘ γωνίαν — 在连词 `ὥστε` 引导的结果/目的从句中,使用了“对格加不定式”结构:`τὴν ... γωνίαν` 是不定式 `εἶναι` 的主格意义上的对格主语,而 `ἴσην` 是对格表语。
  3. 14τὸ πρίσμα ἄρα τὸ περιεχόμενον ... ἴσον ἐστὶ τῷ πρίσματι — 厘清这一长句的结构。主格 `τὸ πρίσμα ...`(该棱柱)是主语,由具有被动含义的分词 `τὸ περιεχόμενον`(被包围的)修饰,该分词支配介词短语 `ὑπὸ δύο μὲν...`(被两个……和三个……)。谓语是 `ἴσον ἐστὶ`(等于),其比较对象由与格 `τῷ πρίσματι`(另一棱柱)表示。
  4. 19τῷ τε πλήθει καὶ τῷ μεγέθει — 这是名词 `πλῆθος`(数量)和 `μέγεθος`(大小)的与格形式,用作表示关系或范围的“方面与格”(在……方面),说明形容词 `ἴσων`(相等的)的具体适用范围。

引用这一段

欧几里得, 几何原本 §11.prop.27-11.prop.28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:11.prop.27-11.prop.28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。