Humanitext Reader

欧几里得 · 几何原本 §11.prop.11-11.prop.13

向平面引垂线的作图及其唯一性

第 246 段,共 316 段 · 希腊语

内容简介

命题11提供了从空间中给定点向平面引垂线的作图方法,命题12提供了从平面上的点竖立垂线的作图方法,命题13证明了不能从平面上的同一点在同一侧竖立两条垂线。

§11.prop.11ἀπὸ τοῦ δοθέντος σημείου μετεώρου ἐπὶ τὸ δοθὲν ἐπίπεδον κάθετον εὐθεῖαν γραμμὴν ἀγαγεῖν.
从给定的悬空点向给定的平面引一条垂直直线。
ἔστω τὸ μὲν δοθὲν σημεῖον μετέωρον τὸ Α, τὸ δὲ δοθὲν ἐπίπεδον τὸ ὑποκείμενον· δεῖ δὴ ἀπὸ τοῦ Α σημείου ἐπὶ τὸ ὑποκείμενον ἐπίπεδον κάθετον εὐθεῖαν γραμμὴν ἀγαγεῖν.
设给定的悬空点为 Α,给定的平面为下方的平面;要求从点 Α 向下方的平面引一条垂直直线。
διήχθω γάρ τις ἐν τῷ ὑποκειμένῳ ἐπιπέδῳ εὐθεῖα, ὡς ἔτυχεν, ἡ ΒΓ, καὶ ἤχθω ἀπὸ τοῦ Α σημείου ἐπὶ τὴν ΒΓ κάθετος ἡ ΑΔ. εἰ μὲν οὖν ἡ ΑΔ κάθετός ἐστι καὶ ἐπὶ τὸ ὑποκείμενον ἐπίπεδον, γεγονὸς ἂν εἴη τὸ ἐπιταχθέν.
因为,设在下方的平面内任意引一条直线 ΒΓ,并从点 Α 向 ΒΓ 引垂线 ΑΔ。 如果 ΑΔ 也垂直于下方的平面,那么所要求的事就已经完成了。
εἰ δὲ οὔ, ἤχθω ἀπὸ τοῦ Δ σημείου τῇ ΒΓ ἐν τῷ ὑποκειμένῳ ἐπιπέδῳ πρὸς ὀρθὰς ἡ ΔΕ, καὶ ἤχθω ἀπὸ τοῦ Α ἐπὶ τὴν ΔΕ κάθετος ἡ ΑΖ, καὶ διὰ τοῦ Ζ σημείου τῇ ΒΓ παράλληλος ἤχθω ἡ ΗΘ. καὶ ἐπεὶ ἡ ΒΓ ἑκατέρᾳ τῶν ΔΑ, ΔΕ πρὸς ὀρθάς ἐστιν, ἡ ΒΓ ἄρα καὶ τῷ διὰ τῶν ΕΔΑ ἐπιπέδῳ πρὸς ὀρθάς ἐστιν.
如果不是,则从点 Δ 出发,在下方的平面内引一条垂直于 ΒΓ 的 ΔΕ,并从 Α 向 ΔΕ 引垂线 ΑΖ,再通过点 Ζ 引一条平行于 ΒΓ 的 ΗΘ。 又因为 ΒΓ 垂直于 ΔΑ、ΔΕ 中的每一条,所以 ΒΓ 也垂直于通过 ΕΔΑ 的平面。
καί ἐστιν αὐτῇ παράλληλος ἡ ΗΘ· ἐὰν δὲ ὦσι δύο εὐθεῖαι παράλληλοι, ἡ δὲ μία αὐτῶν ἐπιπέδῳ τινὶ πρὸς ὀρθὰς ᾖ, καὶ ἡ λοιπὴ τῷ αὐτῷ ἐπιπέδῳ πρὸς ὀρθὰς ἔσται· καὶ ἡ ΗΘ ἄρα τῷ διὰ τῶν ΕΔ, ΔΑ ἐπιπέδῳ πρὸς ὀρθάς ἐστιν.
而 ΗΘ 平行于它;但是如果有两条平行直线,且其中一条垂直于某个平面,则其余的一条也将垂直于同一个平面;所以 ΗΘ 也垂直于通过 ΕΔ、ΔΑ 的平面。
καὶ πρὸς πάσας ἄρα τὰς ἁπτομένας αὐτῆς εὐθείας καὶ οὔσας ἐν τῷ διὰ τῶν ΕΔ, ΔΑ ἐπιπέδῳ ὀρθή ἐστιν ἡ ΗΘ. ἅπτεται δὲ αὐτῆς ἡ ΑΖ οὖσα ἐν τῷ διὰ τῶν ΕΔ, ΔΑ ἐπιπέδῳ· ἡ ΗΘ ἄρα ὀρθή ἐστι πρὸς τὴν ΖΑ·
因此,ΗΘ 也垂直于所有与它相交且在通过 ΕΔ、ΔΑ 的平面内的直线。 而在通过 ΕΔ、ΔΑ 的平面内的 ΑΖ 与它相交;所以 ΗΘ 垂直于 ΖΑ;从而 ΖΑ 也垂直于 ΘΗ。
ὥστε καὶ ἡ ΖΑ ὀρθή ἐστι πρὸς τὴν ΘΗ. ἔστι δὲ ἡ ΑΖ καὶ πρὸς τὴν ΔΕ ὀρθή· ἡ ΑΖ ἄρα πρὸς ἑκατέραν τῶν ΗΘ, ΔΕ ὀρθή ἐστιν.
而 ΑΖ 也垂直于 ΔΕ;所以 ΑΖ 垂直于 ΗΘ、ΔΕ 中的每一条。
ἐὰν δὲ εὐθεῖα δυσὶν εὐθείαις τεμνούσαις ἀλλήλας ἐπὶ τῆς τομῆς πρὸς ὀρθὰς ἐπισταθῇ, καὶ τῷ διʼ αὐτῶν ἐπιπέδῳ πρὸς ὀρθὰς ἔσται· ἡ ΖΑ ἄρα τῷ διὰ τῶν ΕΔ, ΗΘ ἐπιπέδῳ πρὸς ὀρθάς ἐστιν.
但是如果一条直线在两条相交直线的交点处垂直于它们,那么它也将垂直于通过它们的平面;所以 ΖΑ 垂直于通过 ΕΔ、ΗΘ 的平面。
τὸ δὲ διὰ τῶν ΕΔ, ΗΘ ἐπίπεδόν ἐστι τὸ ὑποκείμενον· ἡ ΑΖ ἄρα τῷ ὑποκειμένῳ ἐπιπέδῳ πρὸς ὀρθάς ἐστιν.
而通过 ΕΔ、ΗΘ 的平面就是下方的平面;所以 ΑΖ 垂直于下方的平面。
ἀπὸ τοῦ ἄρα δοθέντος σημείου μετεώρου τοῦ Α ἐπὶ τὸ ὑποκείμενον ἐπίπεδον κάθετος εὐθεῖα γραμμὴ ἦκται ἡ ΑΖ· ὅπερ ἔδει ποιῆσαι.
因此,从给定的悬空点 Α 向下方的平面已经引出了垂直直线 ΑΖ;这就是所要做的事。
§11.prop.12τῷ δοθέντι ἐπιπέδῳ ἀπὸ τοῦ πρὸς αὐτῷ δοθέντος σημείου πρὸς ὀρθὰς εὐθεῖαν γραμμὴν ἀναστῆσαι.
在给定的平面上,从其上给定的点竖立一条垂直直线。
ἔστω τὸ μὲν δοθὲν ἐπίπεδον τὸ ὑποκείμενον, τὸ δὲ πρὸς αὐτῷ σημεῖον τὸ Α· δεῖ δὴ ἀπὸ τοῦ Α σημείου τῷ ὑποκειμένῳ ἐπιπέδῳ πρὸς ὀρθὰς εὐθεῖαν γραμμὴν ἀναστῆσαι.
设给定的平面为下方的平面,其上的点为 Α;要求从点 Α 向下方的平面竖立一条垂直直线。
νενοήσθω τι σημεῖον μετέωρον τὸ Β, καὶ ἀπὸ τοῦ Β ἐπὶ τὸ ὑποκείμενον ἐπίπεδον κάθετος ἤχθω ἡ ΒΓ, καὶ διὰ τοῦ Α σημείου τῇ ΒΓ παράλληλος ἤχθω ἡ ΑΔ. ἐπεὶ οὖν δύο εὐθεῖαι παράλληλοί εἰσιν αἱ ΑΔ, ΓΒ, ἡ δὲ μία αὐτῶν ἡ ΒΓ τῷ ὑποκειμένῳ ἐπιπέδῳ πρὸς ὀρθάς ἐστιν, καὶ ἡ λοιπὴ ἄρα ἡ ΑΔ τῷ ὑποκειμένῳ ἐπιπέδῳ πρὸς ὀρθάς ἐστιν.
设想某个悬空点 Β,并从 Β 向下方的平面引垂线 ΒΓ,又通过点 Α 引一条平行于 ΒΓ 的 ΑΔ。 因为两条直线 ΑΔ、ΓΒ 平行,且其中一条 ΒΓ 垂直于下方的平面,所以其余的一条 ΑΔ 也垂直于下方的平面。
τῷ ἄρα δοθέντι ἐπιπέδῳ ἀπὸ τοῦ πρὸς αὐτῷ σημείου τοῦ Α πρὸς ὀρθὰς ἀνέσταται ἡ ΑΔ· ὅπερ ἔδει ποιῆσαι.
因此,在给定的平面上,从其上的点 Α 已经竖立了垂直于它的 ΑΔ;这就是所要做的事。
§11.prop.13ἀπὸ τοῦ αὐτοῦ σημείου τῷ αὐτῷ ἐπιπέδῳ δύο εὐθεῖαι πρὸς ὀρθὰς οὐκ ἀναστήσονται ἐπὶ τὰ αὐτὰ μέρη.
从同一个点,向同一个平面,在同一侧不能竖立两条垂直直线。
εἰ γὰρ δυνατόν, ἀπὸ τοῦ αὐτοῦ σημείου τοῦ Α τῷ ὑποκειμένῳ ἐπιπέδῳ δύο εὐθεῖαι αἱ ΑΒ, ΑΓ πρὸς ὀρθὰς ἀνεστάτωσαν ἐπὶ τὰ αὐτὰ μέρη, καὶ διήχθω τὸ διὰ τῶν ΒΑ, ΑΓ ἐπίπεδον· τομὴν δὴ ποιήσει διὰ τοῦ Α ἐν τῷ ὑποκειμένῳ ἐπιπέδῳ εὐθεῖαν.
因为,如果可能的话,设从同一个点 Α 向下方的平面,在同一侧竖立了两条垂直直线 ΑΒ、ΑΓ,并引出通过 ΒΑ、ΑΓ 的平面;它将在下方的平面内通过 Α 产生一条直线作为交线。
ποιείτω τὴν ΔΑΕ· αἱ ἄρα ΑΒ, ΑΓ, ΔΑΕ εὐθεῖαι ἐν ἑνί εἰσιν ἐπιπέδῳ.
设此交线为 ΔΑΕ;所以直线 ΑΒ、ΑΓ、ΔΑΕ 在同一个平面内。
καὶ ἐπεὶ ἡ ΓΑ τῷ ὑποκειμένῳ ἐπιπέδῳ πρὸς ὀρθάς ἐστιν, καὶ πρὸς πάσας ἄρα τὰς ἁπτομένας αὐτῆς εὐθείας καὶ οὔσας ἐν τῷ ὑποκειμένῳ ἐπιπέδῳ ὀρθὰς ποιήσει γωνίας.
又因为 ΓΑ 垂直于下方的平面,所以它将与所有与它相交且在下方平面内的直线成直角。
ἅπτεται δὲ αὐτῆς ἡ ΔΑΕ οὖσα ἐν τῷ ὑποκειμένῳ ἐπιπέδῳ· ἡ ἄρα ὑπὸ ΓΑΕ γωνία ὀρθή ἐστιν.
而在下方平面内的 ΔΑΕ 与它相交;所以角 ΓΑΕ 是直角。
διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ὑπὸ ΒΑΕ ὀρθή ἐστιν· ἴση ἄρα ἡ ὑπὸ ΓΑΕ τῇ ὑπὸ ΒΑΕ. καί εἰσιν ἐν ἑνὶ ἐπιπέδῳ· ὅπερ ἐστὶν ἀδύνατον.
由于同样的原因,角 ΒΑΕ 也是直角;所以角 ΓΑΕ 等于角 ΒΑΕ。 且它们在同一个平面内;这是不可能的。
οὐκ ἄρα ἀπὸ τοῦ αὐτοῦ σημείου τῷ αὐτῷ ἐπιπέδῳ δύο εὐθεῖαι πρὸς ὀρθὰς ἀνασταθήσονται ἐπὶ τὰ αὐτὰ μέρη· ὅπερ ἔδει δεῖξαι.
因此,从同一个点,向同一个平面,在同一侧不能竖立两条垂直直线;这就是所要证明的。

词汇与语法注释

  1. §11.prop.11γεγονὸς ἂν εἴη — 由完成时分词 γεγονός 和现在时希求语气 εἴη 加上语气助词 ἄν 组成的完成时潜在希求语气。它与条件从句相呼应,将假设的结论表现为一种已完成的状态。
  2. ¦20¦ἐὰν δὲ ὦσι — 带有虚拟语气 ὦσι 的 ἐάν 从句,表示一般的条件陈述(“如果两条直线平行”)。这是在数学证明中引用已知的普遍定理时的公式化表达。
  3. ¦10¦νενοήσθω — 动词 νοέω 的第三人称单数完成时被动命令语气。在数学证明中,这是一种特有的表达方式,用于引入几何对象(此处为点 Β)并在读者心中建立这一假设。
  4. §11.prop.13εἰ γὰρ δυνατόν — 意为“因为,如果可能的话”,省略了系动词 ἐστίν,是数学中用于引入反证法(归谬法)的公式化短语。

引用这一段

欧几里得, 几何原本 §11.prop.11-11.prop.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:11.prop.11-11.prop.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。