§11.def.1στερεόν ἐστι τὸ μῆκος καὶ πλάτος καὶ βάθος ἔχον.
立体是具有长、宽、深的东西。
§11.def.2στερεοῦ δὲ πέρας ἐπιφάνεια.
立体的边缘是面。
§11.def.3εὐθεῖα πρὸς ἐπίπεδον ὀρθή ἐστιν, ὅταν πρὸς πάσας τὰς ἁπτομένας αὐτῆς εὐθείας καὶ οὔσας ἐν τῷ ἐπιπέδῳ ὀρθὰς ποιῇ γωνίας.
直线对平面垂直,是指当它与在该平面内且与之相接的所有直线都成直角的时候。
§11.def.4ἐπίπεδον πρὸς ἐπίπεδον ὀρθόν ἐστιν, ὅταν αἱ τῇ κοινῇ τομῇ τῶν ἐπιπέδων πρὸς ὀρθὰς ἀγόμεναι εὐθεῖαι ἐν ἑνὶ τῶν ἐπιπέδων τῷ λοιπῷ ἐπιπέδῳ πρὸς ὀρθὰς ὦσιν.
平面对平面垂直,是指在其中一个平面内,对两平面的交线作垂直引出的直线,皆与另一个平面垂直的时候。
§11.def.5εὐθείας πρὸς ἐπίπεδον κλίσις ἐστίν, ὅταν ἀπὸ τοῦ μετεώρου πέρατος τῆς εὐθείας ἐπὶ τὸ ἐπίπεδον κάθετος ἀχθῇ, καὶ ἀπὸ τοῦ γενομένου σημείου ἐπὶ τὸ ἐν τῷ ἐπιπέδῳ πέρας τῆς εὐθείας εὐθεῖα ἐπιζευχθῇ, ἡ περιεχομένη γωνία ὑπὸ τῆς ἀχθείσης καὶ τῆς ἐφεστώσης.
直线对平面的倾斜,是指自该直线的悬空端点向该平面作垂线,并自垂足(所产生的点)向该平面上直线的端点连结一条直线时,由这条连结的(引出的)直线与原有立着的直线所包围的角。
§11.def.6ἐπιπέδου πρὸς ἐπίπεδον κλίσις ἐστὶν ἡ περιεχομένη ὀξεῖα γωνία ὑπὸ τῶν πρὸς ὀρθὰς τῇ κοινῇ τομῇ ἀγομένων πρὸς τῷ αὐτῷ σημείῳ ἐν ἑκατέρῳ τῶν ἐπιπέδων.
平面对平面的倾斜,是在每一个平面内自交线上的同一点与交线垂直引出的直线所包围的锐角。
§11.def.7ἐπίπεδον πρὸς ἐπίπεδον ὁμοίως κεκλίσθαι λέγεται καὶ ἕτερον πρὸς ἕτερον, ὅταν αἱ εἰρημέναι τῶν κλίσεων γωνίαι ἴσαι ἀλλήλαις ὦσιν.
一平面之于另一平面被称为有同样的倾斜,如另一平面之于又一平面,是指上述倾斜角彼此相等的时候。
§11.def.8παράλληλα ἐπίπεδά ἐστι τὰ ἀσύμπτωτα.
平行平面是不相交的平面。
§11.def.9ὅμοια στερεὰ σχήματά ἐστι τὰ ὑπὸ ὁμοίων ἐπιπέδων περιεχόμενα ἴσων τὸ πλῆθος.
相似立体图形是由在数目上相等的相似平面所包围的图形。
§11.def.10ἴσα δὲ καὶ ὅμοια στερεὰ σχήματά ἐστι τὰ ὑπὸ ὁμοίων ἐπιπέδων περιεχόμενα ἴσων τῷ πλήθει καὶ τῷ μεγέθει.
相等且相似的立体图形是由在数目和大小上都相等的相似平面所包围的图形。
§11.def.11στερεὰ γωνία ἐστὶν ἡ ὑπὸ πλειόνων ἢ δύο γραμμῶν ἁπτομένων ἀλλήλων καὶ μὴ ἐν τῇ αὐτῇ ἐπιφανείᾳ οὐσῶν πρὸς πάσαις ταῖς γραμμαῖς κλίσις.
立体角是多于两条彼此相接且不在同一表面内的线,对于所有这些线的倾斜。
ἄλλως· στερεὰ γωνία ἐστὶν ἡ ὑπὸ πλειόνων ἢ δύο γωνιῶν ἐπιπέδων περιεχομένη μὴ οὐσῶν ἐν τῷ αὐτῷ ἐπιπέδῳ πρὸς ἑνὶ σημείῳ συνισταμένων.
另一种定义:立体角是由多于两个不在同一平面内且在一点上相会(构筑)的平面角所包围的角。
§11.def.12πυραμίς ἐστι σχῆμα στερεὸν ἐπιπέδοις περιεχόμενον ἀπὸ ἑνὸς ἐπιπέδου πρὸς ἑνὶ σημείῳ συνεστώς.
棱锥是由平面包围的立体图形,它自一个平面构筑至一个点。
§11.def.13πρίσμα ἐστὶ σχῆμα στερεὸν ἐπιπέδοις περιεχόμενον, ὧν δύο τὰ ἀπεναντίον ἴσα τε καὶ ὅμοιά ἐστι καὶ παράλληλα, τὰ δὲ λοιπὰ παραλληλόγραμμα.
棱柱是由平面包围的立体图形,其中两个对立的面相等、相似且平行,其余的面都是平行四边形。
§11.def.14σφαῖρά ἐστιν, ὅταν ἡμικυκλίου μενούσης τῆς διαμέτρου περιενεχθὲν τὸ ἡμικύκλιον εἰς τὸ αὐτὸ πάλιν ἀποκατασταθῇ, ὅθεν ἤρξατο φέρεσθαι, τὸ περιληφθὲν σχῆμα.
球是当半圆的直径固定时,半圆旋转一周并回到它开始移动的同一位置时,所包含的图形。
§11.def.15ἄξων δὲ τῆς σφαίρας ἐστὶν ἡ μένουσα εὐθεῖα, περὶ ἣν τὸ ἡμικύκλιον στρέφεται.
球的轴是半圆绕其旋转的固定直线。
§11.def.16κέντρον δὲ τῆς σφαίρας ἐστὶ τὸ αὐτό, ὃ καὶ τοῦ ἡμικυκλίου.
球的心与半圆的心是同一点。
§11.def.17διάμετρος δὲ τῆς σφαίρας ἐστὶν εὐθεῖά τις διὰ τοῦ κέντρου ἠγμένη καὶ περατουμένη ἐφʼ ἑκάτερα τὰ μέρη ὑπὸ τῆς ἐπιφανείας τῆς σφαίρας.
球的直径是穿过球心且两端被球表面所限制的任意直线。
§11.def.18κῶνός ἐστιν, ὅταν ὀρθογωνίου τριγώνου μενούσης μιᾶς πλευρᾶς τῶν περὶ τὴν ὀρθὴν γωνίαν περιενεχθὲν τὸ τρίγωνον εἰς τὸ αὐτὸ πάλιν ἀποκατασταθῇ, ὅθεν ἤρξατο φέρεσθαι, τὸ περιληφθὲν σχῆμα.
圆锥是当直角三角形中夹直角的一边固定时,三角形旋转一周并回到它开始移动的同一位置时,所包含的图形。
κἂν μὲν ἡ μένουσα εὐθεῖα ἴση ᾖ τῇ λοιπῇ περὶ τὴν ὀρθὴν περιφερομένῃ, ὀρθογώνιος ἔσται ὁ κῶνος, ἐὰν δὲ ἐλάττων, ἀμβλυγώνιος, ἐὰν δὲ μείζων, ὀξυγώνιος.
如果固定的直线等于夹直角的另一条旋转的边,则圆锥为直角圆锥;如果较小,则为钝角圆锥;如果较大,则为锐角圆锥。
§11.def.19ἄξων δὲ τοῦ κώνου ἐστὶν ἡ μένουσα εὐθεῖα, περὶ ἣν τὸ τρίγωνον στρέφεται.
圆锥的轴是三角形绕其旋转的固定直线。
§11.def.20βάσις δὲ ὁ κύκλος ὁ ὑπὸ τῆς περιφερομένης εὐθείας γραφόμενος.
底是旋转直线所描绘的圆。
§11.def.21κύλινδρός ἐστιν, ὅταν ὀρθογωνίου παραλληλογράμμου μενούσης μιᾶς πλευρᾶς τῶν περὶ τὴν ὀρθὴν γωνίαν περιενεχθὲν τὸ παραλληλόγραμμον εἰς τὸ αὐτὸ πάλιν ἀποκατασταθῇ, ὅθεν ἤρξατο φέρεσθαι, τὸ περιληφθὲν σχῆμα.
圆柱是当矩形中夹直角的一边固定时,平行四边形旋转一周并回到它开始移动的同一位置时,所包含的图形。
§11.def.22ἄξων δὲ τοῦ κυλίνδρου ἐστὶν ἡ μένουσα εὐθεῖα, περὶ ἣν τὸ παραλληλόγραμμον στρέφεται.
圆柱的轴是平行四边形绕其旋转的固定直线。
§11.def.23βάσεις δὲ οἱ κύκλοι οἱ ὑπὸ τῶν ἀπεναντίον περιαγομένων δύο πλευρῶν γραφόμενοι.
底是相对旋转的两边所描绘的圆。
§11.def.24ὅμοιοι κῶνοι καὶ κύλινδροί εἰσιν, ὧν οἵ τε ἄξονες καὶ αἱ διάμετροι τῶν βάσεων ἀνάλογόν εἰσιν.
相似圆锥和圆柱是其轴与底面直径成比例的那些图形。
§11.def.25κύβος ἐστὶ σχῆμα στερεὸν ὑπὸ ἓξ τετραγώνων ἴσων περιεχόμενον.
正方体是由六个相等的正方形包围的立体图形。
§11.def.26ὀκτάεδρόν ἐστι σχῆμα στερεὸν ὑπὸ ὀκτὼ τριγώνων ἴσων καὶ ἰσοπλεύρων περιεχόμενον.
正八面体是由八个相等且等边的三角形包围的立体图形。
§11.def.27εἰκοσάεδρόν ἐστι σχῆμα στερεὸν ὑπὸ εἴκοσι τριγώνων ἴσων καὶ ἰσοπλεύρων περιεχόμενον.
正二十面体是由二十个相等且等边的三角形包围的立体图形。
§11.def.28δωδεκάεδρόν ἐστι σχῆμα στερεὸν ὑπὸ δώδεκα πενταγώνων ἴσων καὶ ἰσοπλεύρων καὶ ἰσογωνίων περιεχόμενον.
正十二面体是由十二个相等、等边且等角的五边形包围的立体图形。