§10.prop3.90εὑρεῖν τὴν ἕκτην ἀποτομήν.
求第六离线。
Ἐκκείσθω ῥητὴ ἡ Α καὶ τρεῖς ἀριθμοὶ οἱ Ε, ΒΓ, ΓΔ λόγον μὴ ἔχοντες πρὸς ἀλλήλους, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἔτι δὲ καὶ ὁ ΓΒ πρὸς τὸν ΒΔ λόγον μὴ ἐχέτω, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· καὶ πεποιήσθω ὡς μὲν ὁ Ε πρὸς τὸν ΒΓ, οὕτως τὸ ἀπὸ τῆς Α πρὸς τὸ ἀπὸ τῆς ΖΗ, ὡς δὲ ὁ ΒΓ πρὸς τὸν ΓΔ, οὕτως τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς ΗΘ.
ἐπεὶ οὖν ἐστιν ὡς ὁ Ε πρὸς τὸν ΒΓ, οὕτως τὸ ἀπὸ τῆς Α πρὸς τὸ ἀπὸ τῆς ΖΗ, σύμμετρον ἄρα τὸ ἀπὸ τῆς Α τῷ ἀπὸ τῆς ΖΗ. ῥητὸν δὲ τὸ ἀπὸ τῆς Α· ῥητὸν ἄρα καὶ τὸ ἀπὸ τῆς ΖΗ· ῥητὴ ἄρα ἐστὶ καὶ ἡ ΖΗ. καὶ ἐπεὶ ὁ Ε πρὸς τὸν ΒΓ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν, οὐδʼ ἄρα τὸ ἀπὸ τῆς Α πρὸς τὸ ἀπὸ τῆς ΖΗ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἀσύμμετρος ἄρα ἐστὶν ἡ Α τῇ ΖΗ μήκει.
设有一条有理线A,及三个数E、BΓ、ΓΔ,它们彼此不具有平方数与平方数之比;且进一步,让ΓΒ也对 ΒΔ不具有平方数与平方数之比;且使E与BΓ之比,等于A上的正方形与ZΗ上的正方形之比,而BΓ与ΓΔ之比,等于ZΗ上的正方形与HΘ上的正方形之比。 由于E与BΓ之比,等于A上的正方形与ZΗ上的正方形之比,因此A上的正方形与 ZΗ上的正方形可共测。 而A上的正方形是有理的;因此ZΗ上的正方形也是有理的;因此ZΗ也是有理线。 且由于E与BΓ之比,不等于平方数与平方数之比,因此A上的正方形与ZΗ上的正方形之比,也不等于平方数与平方数之比;因此A在长度上与ZΗ不可共测。
πάλιν, ἐπεί ἐστιν ὡς ὁ ΒΓ πρὸς τὸν ΓΔ, οὕτως τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς ΗΘ, σύμμετρον ἄρα τὸ ἀπὸ τῆς ΖΗ τῷ ἀπὸ τῆς ΗΘ. ῥητὸν δὲ τὸ ἀπὸ τῆς ΖΗ· ῥητὸν ἄρα καὶ τὸ ἀπὸ τῆς ΗΘ· ῥητὴ ἄρα καὶ ἡ ΗΘ. καὶ ἐπεὶ ὁ ΒΓ πρὸς τὸν ΓΔ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν, οὐδʼ ἄρα τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς ΗΘ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΖΗ τῇ ΗΘ μήκει.
再次,由于BΓ与ΓΔ之比,等于ZΗ上的正方形与HΘ上的正方形之比,因此ZΗ上的正方形与HΘ上的正方形可共测。 而ZΗ上的正方形是有理的;因此HΘ上的正方形也是有理的;因此HΘ也是有理线。 且由于 BΓ与ΓΔ之比,不等于平方数与平方数之比,因此ZΗ上的正方形与HΘ上的正方形之比,也不等于平方数与平方数之比;因此ZΗ在长度上与HΘ不可共测。
καί εἰσιν ἀμφότεραι ῥηταί· αἱ ΖΗ, ΗΘ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἡ ἄρα ΖΘ ἀποτομή ἐστιν.
且二者皆为有理线;因此ZΗ、HΘ是仅在平方上可共测的有理线;因此ZΘ是离线。
λέγω δή, ὅτι καὶ ἕκτη.
我且说,它也是第六离线。
ἐπεὶ γάρ ἐστιν ὡς μὲν ὁ Ε πρὸς τὸν ΒΓ, οὕτως τὸ ἀπὸ τῆς Α πρὸς τὸ ἀπὸ τῆς ΖΗ, ὡς δὲ ὁ ΒΓ πρὸς τὸν ΓΔ, οὕτως τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς ΗΘ, διʼ ἴσου ἄρα ἐστὶν ὡς ὁ Ε πρὸς τὸν ΓΔ, οὕτως τὸ ἀπὸ τῆς Α πρὸς τὸ ἀπὸ τῆς ΗΘ. ὁ δὲ Ε πρὸς τὸν ΓΔ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· οὐδʼ ἄρα τὸ ἀπὸ τῆς Α πρὸς τὸ ἀπὸ τῆς ΗΘ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἀσύμμετρος ἄρα ἐστὶν ἡ Α τῇ ΗΘ μήκει· οὐδετέρα ἄρα τῶν ΖΗ, ΗΘ σύμμετρός ἐστι τῇ Α ῥητῇ μήκει.
因为,由于E与BΓ之比,等于A上的正方形与ZΗ上的正方形之比,而BΓ与 ΓΔ之比,等于ZΗ上的正方形与HΘ上的正方形之比,因此由等比定理,E与ΓΔ之比,等于A上的正方形与HΘ上的正方形之比。 而E与ΓΔ之比,不等于平方数与平方数之比;因此A上的正方形与HΘ上的正方形之比,也不等于平方数与平方数之比;因此A在长度上与HΘ不可共测;因此,ZΗ、HΘ中没有一条在长度上与有理线A可共测。
ᾧ οὖν μεῖζόν ἐστι τὸ ἀπὸ τῆς ΖΗ τοῦ ἀπὸ τῆς ΗΘ, ἔστω τὸ ἀπὸ τῆς Κ. ἐπεὶ οὖν ἐστιν ὡς ὁ ΒΓ πρὸς τὸν ΓΔ, οὕτως τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς ΗΘ, ἀναστρέψαντι ἄρα ἐστὶν ὡς ὁ ΓΒ πρὸς τὸν ΒΔ, οὕτως τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς Κ. ὁ δὲ ΓΒ πρὸς τὸν ΒΔ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· οὐδʼ ἄρα τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς Κ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΖΗ τῇ Κ μήκει.
设ZΗ上的正方形比HΘ上的正方形大一个在K上的正方形。 由于BΓ与ΓΔ之比,等于 ZΗ上的正方形与HΘ上的正方形之比,因此反转比,ΓΒ与ΒΔ之比,等于ZΗ上的正方形与K上的正方形之比。 而ΓΒ与ΒΔ之比,不等于平方数与平方数之比;因此ZΗ上的正方形与K上的正方形之比,也不等于平方数与平方数之比;因此ZΗ在长度上与K不可共测。
καὶ δύναται ἡ ΖΗ τῆς ΗΘ μεῖζον τῷ ἀπὸ τῆς Κ· ἡ ΖΗ ἄρα τῆς ΗΘ μεῖζον δύναται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ μήκει.
且ZΗ比HΘ在平方上大一个在K上的正方形;因此ZΗ比HΘ在平方上大一个在长度上与自身不可共测的线上的正方形。
καὶ οὐδετέρα τῶν ΖΗ, ΗΘ σύμμετρός ἐστι τῇ ἐκκειμένῃ ῥητῇ μήκει τῇ Α. ἡ ἄρα ΖΘ ἀποτομή ἐστιν ἕκτη.
且ZΗ、HΘ中没有一条在长度上与设定的有理线 A可共测;因此ZΘ是第六离线。
εὕρηται ἄρα ἡ ἕκτη ἀποτομὴ ἡ ΖΘ· ὅπερ ἔδει δεῖξαι.
因此,求得了第六离线ZΘ;此即所证。