Humanitext Reader

欧几里得 · 几何原本 §10.prop3.113

贴至余线的有理正方形产生二项线

第 238 段,共 316 段 · 希腊语

内容简介

本命题证明,将有理线上的正方形贴至一条余线所产生的宽度是一条二项线,其两项与该余线的两项可共测,且具有相同的比例与序列。

§10.prop3.113τὸ ἀπὸ ῥητῆς παρὰ ἀποτομὴν παραβαλλόμενον πλάτος ποιεῖ τὴν ἐκ δύο ὀνομάτων, ἧς τὰ ὀνόματα σύμμετρά ἐστι τοῖς τῆς ἀποτομῆς ὀνόμασι καὶ ἐν τῷ αὐτῷ λόγῳ, ἔτι δὲ ἡ γινομένη ἐκ δύο ὀνομάτων τὴν αὐτὴν τάξιν ἔχει τῇ ἀποτομῇ.
有理线上的正方形贴至余线时,所产生的宽度是一条二项线,其两项与余线的两项可共测,比例相同,且产生的二项线将与余线具有相同的序列。
ἔστω ῥητὴ μὲν ἡ Α, ἀποτομὴ δὲ ἡ ΒΔ, καὶ τῷ ἀπὸ τῆς Α ἴσον ἔστω τὸ ὑπὸ τῶν ΒΔ, ΚΘ, ὥστε τὸ ἀπὸ τῆς Α ῥητῆς παρὰ τὴν ΒΔ ἀποτομὴν παραβαλλόμενον πλάτος ποιεῖ τὴν ΚΘ· λέγω, ὅτι ἐκ δύο ὀνομάτων ἐστὶν ἡ ΚΘ, ἧς τὰ ὀνόματα σύμμετρά ἐστι τοῖς τῆς ΒΔ ὀνόμασι καὶ ἐν τῷ αὐτῷ λόγῳ, καὶ ἔτι ἡ ΚΘ τὴν αὐτὴν ἔχει τάξιν τῇ ΒΔ. ἔστω γὰρ τῇ ΒΔ προσαρμόζουσα ἡ ΔΓ·
设A为有理线,BΔ为余线,并设由BΔ、KΘ包围的矩形等于A上的正方形,使得有理线A上的正方形贴至余线BΔ时产生KΘ为宽度;我说KΘ是一条二项线,其两项与BΔ的两项可共测,且比例相同,而且KΘ与BΔ具有相同的序列。
αἱ ΒΓ, ΓΔ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι.
因为设ΔΓ为贴至BΔ的附线;因此BΓ、ΓΔ是仅在平方上可共测的有理线。
καὶ τῷ ἀπὸ τῆς Α ἴσον ἔστω καὶ τὸ ὑπὸ τῶν ΒΓ, Η. ῥητὸν δὲ τὸ ἀπὸ τῆς Α·
并设由BΓ、H包围的矩形亦等于A上的正方形。
ῥητὸν ἄρα καὶ τὸ ὑπὸ τῶν ΒΓ, Η. καὶ παρὰ ῥητὴν τὴν ΒΓ παραβέβληται·
而A上的正方形是有理的;因此由BΓ、H包围的矩形亦是有理的。
ῥητὴ ἄρα ἐστὶν ἡ Η καὶ σύμμετρος τῇ ΒΓ μήκει.
且它贴至有理线BΓ;因此H是有理的且在长度上与BΓ可共测。
ἐπεὶ οὖν τὸ ὑπὸ τῶν ΒΓ, Η ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ΒΔ, ΚΘ, ἀνάλογον ἄρα ἐστὶν ὡς ἡ ΓΒ πρὸς ΒΔ, οὕτως ἡ ΚΘ πρὸς Η. μείζων δὲ ἡ ΒΓ τῆς ΒΔ· μείζων ἄρα καὶ ἡ ΚΘ τῆς Η. κείσθω τῇ Η ἴση ἡ ΚΕ· σύμμετρος ἄρα ἐστὶν ἡ ΚΕ τῇ ΒΓ μήκει.
由于由BΓ、H包围的矩形等于由BΔ、KΘ包围的矩形,因此成比例地,ΓB比BΔ等于KΘ比H。 而BΓ大于BΔ;因此KΘ亦大于H。 设KE等于H;因此KE在长度上与BΓ可共测。
καὶ ἐπεί ἐστιν ὡς ἡ ΓΒ πρὸς ΒΔ, οὕτως ἡ ΘΚ πρὸς ΚΕ, ἀναστρέψαντι ἄρα ἐστὶν ὡς ἡ ΒΓ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΚΘ πρὸς ΘΕ. γεγονέτω ὡς ἡ ΚΘ πρὸς ΘΕ, οὕτως ἡ ΘΖ πρὸς ΖΕ· καὶ λοιπὴ ἄρα ἡ ΚΖ πρὸς ΖΘ ἐστιν, ὡς ἡ ΚΘ πρὸς ΘΕ, τουτέστιν ἡ ΒΓ πρὸς ΓΔ. αἱ δὲ ΒΓ, ΓΔ δυνάμει μόνον σύμμετροι· καὶ αἱ ΚΖ, ΖΘ ἄρα δυνάμει μόνον εἰσὶ σύμμετροι.
并且由于ΓB比BΔ等于ΘK比KE,因此通过反转比,BΓ比ΓΔ等于KΘ比ΘE。 设作得KΘ比ΘE等于ΘΖ比ΖΕ;因此剩下的KΖ比ΖΘ亦等于KΘ比ΘE,即BΓ比ΓΔ。 可是 BΓ、ΓΔ仅在平方上可共测;因此KΖ、ΖΘ亦仅在平方上可共测。
καὶ ἐπεί ἐστιν ὡς ἡ ΚΘ πρὸς ΘΕ, ἡ ΚΖ πρὸς ΖΘ, ἀλλʼ ὡς ἡ ΚΘ πρὸς ΘΕ, ἡ ΘΖ πρὸς ΖΕ, καὶ ὡς ἄρα ἡ ΚΖ πρὸς ΖΘ, ἡ ΘΖ πρὸς ΖΕ· ὥστε καὶ ὡς ἡ πρώτη πρὸς τὴν τρίτην, τὸ ἀπὸ τῆς πρώτης πρὸς τὸ ἀπὸ τῆς δευτέρας· καὶ ὡς ἄρα ἡ ΚΖ πρὸς ΖΕ, οὕτως τὸ ἀπὸ τῆς ΚΖ πρὸς τὸ ἀπὸ τῆς ΖΘ. σύμμετρον δέ ἐστι τὸ ἀπὸ τῆς ΚΖ τῷ ἀπὸ τῆς ΖΘ·
又由于KΘ比ΘE等于KΖ比ΖΘ,而KΘ比ΘE等于ΘΖ比ΖΕ,因此KΖ比ΖΘ亦等于ΘΖ比ΖΕ;从而,第一比第三等于第一上的正方形比第二上的正方形;因此KΖ比ΖΕ亦等于KΖ上的正方形比ΖΘ上的正方形。
αἱ γὰρ ΚΖ, ΖΘ δυνάμει εἰσὶ σύμμετροι· σύμμετρος ἄρα ἐστὶ καὶ ἡ ΚΖ τῇ ΖΕ μήκει· ὥστε ἡ ΚΖ καὶ τῇ ΚΕ σύμμετρός μήκει.
但KΖ上的正方形与ΖΘ上的正方形可共测;因为KΖ、ΖΘ在平方上可共测;因此KΖ在长度上亦与ΖΕ可共测;从而KΖ在长度上亦与KE 可共测。
ῥητὴ δέ ἐστιν ἡ ΚΕ καὶ σύμμετρος τῇ ΒΓ μήκει· ῥητὴ ἄρα καὶ ἡ ΚΖ καὶ σύμμετρος τῇ ΒΓ μήκει.
而KE是有理的且在长度上与BΓ可共测;因此KΖ亦是有理的且在长度上与BΓ可共测。
καὶ ἐπεί ἐστιν ὡς ἡ ΒΓ πρὸς ΓΔ, οὕτως ἡ ΚΖ πρὸς ΖΘ, ἐναλλὰξ ὡς ἡ ΒΓ πρὸς ΚΖ, οὕτως ἡ ΔΓ πρὸς ΖΘ. σύμμετρος δὲ ἡ ΒΓ τῇ ΚΖ· σύμμετρος ἄρα καὶ ἡ ΖΘ τῇ ΓΔ μήκει.
并且由于BΓ比ΓΔ等于KΖ比ΖΘ,因此交互地,BΓ比KΖ等于ΔΓ比ΖΘ。 而BΓ与KΖ可共测;因此 ΖΘ在长度上亦与ΓΔ可共测。
αἱ ΒΓ, ΓΔ δὲ ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· καὶ αἱ ΚΖ, ΖΘ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἐκ δύο ὀνομάτων ἐστὶν ἄρα ἡ ΚΘ. εἰ μὲν οὖν ἡ ΒΓ τῆς ΓΔ μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ, καὶ ἡ ΚΖ τῆς ΖΘ μεῖζον δυνήσεται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ.
但BΓ、ΓΔ是有理线且仅在平方上可共测;因此KΖ、ΖΘ亦是有理线且仅在平方上可共测;因此KΘ是一条二项线。 如果BΓ在平方上比ΓΔ大了一个与自身可共测的线上的正方形,则KΖ在平方上比ΖΘ 亦大了一个与自身可共测的线上的正方形。
καὶ εἰ μὲν σύμμετρός ἐστιν ἡ ΒΓ τῇ ἐκκειμένῃ ῥητῇ μήκει, καὶ ἡ ΚΖ, εἰ δὲ ἡ ΓΔ σύμμετρός ἐστι τῇ ἐκκειμένῃ ῥητῇ μήκει, καὶ ἡ ΖΘ, εἰ δὲ οὐδετέρα τῶν ΒΓ, ΓΔ, οὐδετέρα τῶν ΚΖ, ΖΘ. εἰ δὲ ἡ ΒΓ τῆς ΓΔ μεῖζον δύναται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ, καὶ ἡ ΚΖ τῆς ΖΘ μεῖζον δυνήσεται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ.
且若BΓ在长度上与所给的有理线可共测,则KΖ亦可共测;若ΓΔ在长度上与所给的有理线可共测,则ΖΘ亦可共测;若BΓ、ΓΔ皆不可共测,则KΖ、ΖΘ亦皆不可共测。 但如果BΓ在平方上比ΓΔ大了一个与自身不可共测的线上的正方形,则KΖ在平方上比ΖΘ亦大了一个与自身不可共测的线上的正方形。
καὶ εἰ μὲν σύμμετρός ἐστιν ἡ ΒΓ τῇ ἐκκειμένῃ ῥητῇ μήκει, καὶ ἡ ΚΖ, εἰ δὲ ἡ ΓΔ, καὶ ἡ ΖΘ, εἰ δὲ οὐδετέρα τῶν ΒΓ, ΓΔ, οὐδετέρα τῶν ΚΖ, ΖΘ. ἐκ δύο ἄρα ὀνομάτων ἐστὶν ἡ ΚΘ, ἧς τὰ ὀνόματα τὰ ΚΖ, ΖΘ σύμμετρά τοῖς τῆς ἀποτομῆς ὀνόμασι τοῖς ΒΓ, ΓΔ καὶ ἐν τῷ αὐτῷ λόγῳ, καὶ ἔτι ἡ ΚΘ τῇ ΒΓ τὴν αὐτὴν ἕξει τάξιν· ὅπερ ἔδει δεῖξαι.
且若BΓ在长度上与所给的有理线可共测,则KΖ亦可共测;若ΓΔ可共测,则ΖΘ亦可共测;若BΓ、ΓΔ两者皆不可共测,则KΖ、ΖΘ两者亦皆不可共测;因此,KΘ是一条二项线,其两项 KΖ、ΖΘ与余线的两项BΓ、ΓΔ可共测,比例相同,且KΘ与BΓ具有相同的序列;这就是所要证明的。

词汇与语法注释

  1. 10.prop3.113ἀναστρέψαντι — 与格分词单独使用,表示“通过反转比例”(字面上为“对于反转比例的人而言”)。这是希腊数学的惯用表达,指将比例 A:B = C:D 转换为 A:(A-B) = C:(C-D)。
  2. 10.prop3.113ὥστε — 引导结果从句,表示从前述比例关系中直接得出的几何学必然结论(“从而……”)。
  3. 10.prop3.113τὸ ὑπὸ τῶν ΒΓ, Η — 意为“由 BΓ 和 H 包围的矩形(面积)”的省略表达。省略了名词 χωρίον(面积),并由中性单数冠词 τό 将整个短语名词化。

引用这一段

欧几里得, 几何原本 §10.prop3.113. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop3.113

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。