Humanitext Reader

欧几里得 · 几何原本 §10.prop2.84

与中项作中项的直线的附合线的唯一性

第 214 段,共 316 段 · 希腊语

内容简介

通过向有理线贴附面积并将其归结为离线附合线的唯一性定理,用反证法证明了与中面面积一起使整体为中面的直线的附合线具有唯一性。

§10.prop2.84τῇ μετὰ μέσου μέσον τὸ ὅλον ποιούσῃ μία μόνη προσαρμόζει εὐθεῖα δυνάμει ἀσύμμετρος οὖσα τῇ ὅλῃ, μετὰ δὲ τῆς ὅλης ποιοῦσα τό τε συγκείμενον ἐκ τῶν ἀπʼ αὐτῶν τετραγώνων μέσον τό τε δὶς ὑπʼ αὐτῶν μέσον καὶ ἔτι ἀσύμμετρον τῷ συγκειμένῳ ἐκ τῶν ἀπʼ αὐτῶν.
对与中面面积一起使整体为中面的线而言,只有一条与其整体在平方上不可共测、且与整体一起使它们上的正方形之和为中面而由它们围成的矩形的两倍为中面,并且与它们上的正方形之和不可共测的直线可以附合。
ἔστω ἡ μετὰ μέσου μέσον τὸ ὅλον ποιοῦσα ἡ ΑΒ, προσαρμόζουσα δὲ αὐτῇ ἡ ΒΓ· αἱ ἄρα ΑΓ, ΓΒ δυνάμει εἰσὶν ἀσύμμετροι ποιοῦσαι τὰ προειρημένα.
设与中面面积一起使整体为中面的线为AB,且BC附合于它;因此AC、CB在平方上不可共测,且作上述事情。
λέγω, ὅτι τῇ ΑΒ ἑτέρα οὐ προσαρμόσει ποιοῦσα τὰ προειρημένα.
我说,对AB而言,不能附合另一条作上述事情的直线。
εἰ γὰρ δυνατόν, προσαρμοζέτω ἡ ΒΔ, ὥστε καὶ τὰς ΑΔ, ΔΒ δυνάμει ἀσυμμέτρους εἶναι ποιούσας τά τε ἀπὸ τῶν ΑΔ, ΔΒ τετράγωνα ἅμα μέσον καὶ τὸ δὶς ὑπὸ τῶν ΑΔ, ΔΒ μέσον καὶ ἔτι τὰ ἀπὸ τῶν ΑΔ, ΔΒ ἀσύμμετρα τῷ δὶς ὑπὸ τῶν ΑΔ, ΔΒ· καὶ ἐκκείσθω ῥητὴ ἡ ΕΖ, καὶ τοῖς μὲν ἀπὸ τῶν ΑΓ, ΓΒ ἴσον παρὰ τὴν ΕΖ παραβεβλήσθω τὸ ΕΗ πλάτος ποιοῦν τὴν ΕΜ, τῷ δὲ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ ἴσον παρὰ τὴν ΕΖ παραβεβλήσθω τὸ ΘΗ πλάτος ποιοῦν τὴν ΘΜ· λοιπὸν ἄρα τὸ ἀπὸ τῆς ΑΒ ἴσον ἐστὶ τῷ ΕΛ· ἡ ἄρα ΑΒ δύναται τὸ ΕΛ. πάλιν τοῖς ἀπὸ τῶν ΑΔ, ΔΒ ἴσον παρὰ τὴν ΕΖ παραβεβλήσθω τὸ ΕΙ πλάτος ποιοῦν τὴν ΕΝ. ἔστι δὲ καὶ τὸ ἀπὸ τῆς ΑΒ ἴσον τῷ ΕΛ· λοιπὸν ἄρα τὸ δὶς ὑπὸ τῶν ΑΔ, ΔΒ ἴσον τῷ ΘΙ. καὶ ἐπεὶ μέσον ἐστὶ τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΑΓ, ΓΒ καί ἐστιν ἴσον τῷ ΕΗ, μέσον ἄρα ἐστὶ καὶ τὸ ΕΗ. καὶ παρὰ ῥητὴν τὴν ΕΖ παράκειται πλάτος ποιοῦν τὴν ΕΜ· ῥητὴ ἄρα ἐστὶν ἡ ΕΜ καὶ ἀσύμμετρος τῇ ΕΖ μήκει.
因为,若可能,设BD也附合于它,使得AD、DB在平方上也是不可共测的,且使AD、DB上的正方形之和同时为中面,由AD、DB围成的矩形的两倍为中面,并且使AD、DB上的正方形与由AD、DB围成的矩形的两倍不可共测;设有一条有理线EZ,并向EZ贴附一个等于AC、CB上的正方形之和的面积EH,使其宽度为EM,并向EZ贴附一个等于由AC、CB围成的矩形的两倍的面积TH,使其宽度为TM;因此其余的面积等于AB上的正方形,也就是EL;因此AB在EL上作正方形。 再次,向EZ贴附一个等于AD、DB上的正方形之和的面积EI,使其宽度为EN。 而AB上的正方形也等于EL;因此其余的由AD、DB围成的矩形的两倍等于TI。 且因为AC、CB上的正方形之和是中面,并且等于EH,因此EH也是中面。 它贴附在有理线EZ上,使其宽度为EM;因此EM是有理的,且在长度上与EZ不可共测。
πάλιν, ἐπεὶ μέσον ἐστὶ τὸ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ καί ἐστιν ἴσον τῷ ΘΗ, μέσον ἄρα καὶ τὸ ΘΗ. καὶ παρὰ ῥητὴν τὴν ΕΖ παράκειται πλάτος ποιοῦν τὴν ΘΜ· ῥητὴ ἄρα ἐστὶν ἡ ΘΜ καὶ ἀσύμμετρος τῇ ΕΖ μήκει.
再次,因为由AC、CB围成的矩形的两倍是中面,并且等于TH,因此TH也是中面。 它贴附在有理线EZ上,使其宽度为TM;因此TM是有理的,且在长度上与EZ不可共测。
καὶ ἐπεὶ ἀσύμμετρά ἐστι τὰ ἀπὸ τῶν ΑΓ, ΓΒ τῷ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ, ἀσύμμετρόν ἐστι καὶ τὸ ΕΗ τῷ ΘΗ· ἀσύμμετρος ἄρα ἐστὶ καὶ ἡ ΕΜ τῇ ΜΘ μήκει.
且因为AC、CB上的正方形之和与由AC、CB围成的矩形的两倍不可共测,因此EH也与TH不可共测;因此EM在长度上与MT不可共测。
καί εἰσιν ἀμφότεραι ῥηταί· αἱ ἄρα ΕΜ, ΜΘ ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἀποτομὴ ἄρα ἐστὶν ἡ ΕΘ, προσαρμόζουσα δὲ αὐτῇ ἡ ΘΜ. ὁμοίως δὴ δείξομεν, ὅτι ἡ ΕΘ πάλιν ἀποτομή ἐστιν, προσαρμόζουσα δὲ αὐτῇ ἡ ΘΝ. τῇ ἄρα ἀποτομῇ ἄλλη καὶ ἄλλη προσαρμόζει ῥητὴ δυνάμει μόνον σύμμετρος οὖσα τῇ ὅλῃ· ὅπερ ἐδείχθη ἀδύνατον.
且两者都是有理的;因此EM、MT是仅在平方上可共测的有理线;因此ET是离线,而 TM是其附合线。 同样地,我们可以证明ET也是离线,而TN是其附合线。 因此对同一条离线,附合了不同的、仅在平方上与整体可共测的有理直线;这已被证明是不可能的。
οὐκ ἄρα τῇ ΑΒ ἑτέρα προσαρμόσει εὐθεῖα.
因此对AB而言,不能附合另一条直线。
τῇ ἄρα ΑΒ μία μόνον προσαρμόζει εὐθεῖα δυνάμει ἀσύμμετρος οὖσα τῇ ὅλῃ, μετὰ δὲ τῆς ὅλης ποιοῦσα τά τε ἀπʼ αὐτῶν τετράγωνα ἅμα μέσον καὶ τὸ δὶς ὑπʼ αὐτῶν μέσον καὶ ἔτι τὰ ἀπʼ αὐτῶν τετράγωνα ἀσύμμετρα τῷ δὶς ὑπʼ αὐτῶν· ὅπερ ἔδει δεῖξαι.
因此对AB而言,只有一条与其整体在平方上不可共测、且与整体一起使它们上的正方形之和同时为中面而由它们围成的矩形的两倍为中面,并且使它们上的正方形之和与由它们围成的矩形的两倍不可共测的直线可以附合;这就是所要证明的。

词汇与语法注释

  1. 10.prop2.84τῇ μετὰ μέσου μέσον τὸ ὅλον ποιούσῃ — 意为“对与中面面积一起使整体为中面的线”,指的是一种无理线。'μετὰ μέσου' 对应“与中面(面积)一起”,'μέσον τὸ ὅλον' 对应“使整体为中面(正方形)”,'ποιούσῃ' 为“在(作此事的直线)上”。
  2. 10.prop2.84ἡ ἄρα ΑΒ δύναται τὸ ΕΛ — 动词 'δύναμαι' 在数学语境中意为“以(某面积)为正方形”或“在(某面积)上作正方形”。因此该句表示 $AB^2 = EL$,即直线 AB 上的正方形等于面积 EL。
  3. 10.prop2.84ἀποτομὴ ἄρα ἐστὶν ἡ ΕΘ, προσαρμόζουσα δὲ αὐτῇ ἡ ΘΜ — 展示了离线(apotome)的几何定义与构造。当从一条有理线中减去一条仅在平方上与整体可共测的有理线时,余线(ET)就是离线,而被减去的那条线(TM)被称为其“附合线”。

引用这一段

欧几里得, 几何原本 §10.prop2.84. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop2.84

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。