§10.def3.1ὑποκειμένης ῥητῆς καὶ ἀποτομῆς, ἐὰν μὲν ἡ ὅλη τῆς προσαρμοζούσης μεῖζον δύνηται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ μήκει, καὶ ἡ ὅλη σύμμετρος ᾖ τῇ ἐκκειμένῃ ῥητῇ μήκει, καλείσθω ἀποτομὴ πρώτη.
设有一条有理线和一条离线,如果整体比附合线在平方上大一个在长度上与自身可共测的线上的正方形,并且整体在长度上与设定的有理线可共测,则称为第一离线。
§10.def3.2ἐὰν δὲ ἡ προσαρμόζουσα σύμμετρος ᾖ τῇ ἐκκειμένῃ ῥητῇ μήκει, καὶ ἡ ὅλη τῆς προσαρμοζούσης μεῖζον δύνηται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ, καλείσθω ἀποτομὴ δευτέρα.
如果附合线在长度上与设定的有理线可共测,且整体比附合线在平方上大一个在长度上与自身可共测的线上的正方形,则称为第二离线。
§10.def3.3ἐὰν δὲ μηδετέρα σύμμετρος ᾖ τῇ ἐκκειμένῃ ῥητῇ μήκει, ἡ δὲ ὅλη τῆς προσαρμοζούσης μεῖζον δύνηται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ, καλείσθω ἀποτομὴ τρίτη.
如果两者在长度上都与设定的有理线不可共测,且整体比附合线在平方上大一个在长度上与自身可共测的线上的正方形,则称为第三离线。
§10.def3.4πάλιν, ἐὰν ἡ ὅλη τῆς προσαρμοζούσης μεῖζον δύνηται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ, ἐὰν μὲν ἡ ὅλη σύμμετρος ᾖ τῇ ἐκκειμένῃ ῥητῇ μήκει, καλείσθω ἀποτομὴ τετάρτη.
再次,如果整体比附合线在平方上大一个在长度上与自身不可共测的线上的正方形,如果整体在长度上与设定的有理线可共测,则称为第四离线。
§10.def3.5ἐὰν δὲ ἡ προσαρμόζουσα, πέμπτη.
如果是附合线,则为第五。
§10.def3.6ἐὰν δὲ μηδετέρα, ἕκτη.
如果两者都不是,则为第六。