Humanitext Reader

欧几里得 · 几何原本 §10.prop2.81

第二中面剪线附合线之唯一性

第 212 段,共 316 段 · 希腊语

内容简介

证明对于第二中面剪线,只有一条与其整体在平方上仅共测、且与整体一起围成中面面积的中面线可以附合。

§10.prop2.81τῇ μέσης ἀποτομῇ δευτέρᾳ μία μόνον προσαρμόζει εὐθεῖα μέση δυνάμει μόνον σύμμετρος τῇ ὅλῃ, μετὰ δὲ τῆς ὅλης μέσον περιέχουσα.
对第二中面剪线而言,只有一条与其整体在平方上仅共测、且与整体一起围成中面面积的中面线可以附合。
ἔστω μέσης ἀποτομὴ δευτέρα ἡ ΑΒ καὶ τῇ ΑΒ προσαρμόζουσα ἡ ΒΓ· αἱ ἄρα ΑΓ, ΓΒ μέσαι εἰσὶ δυνάμει μόνον σύμμετροι μέσον περιέχουσαι τὸ ὑπὸ τῶν ΑΓ, ΓΒ·
因为,设第二中面剪线为 AB,且BC附合于AB;因此AC、CB是中面线,仅在平方上共测,且围成由AC、CB围成并作为中面的矩形。
λέγω, ὅτι τῇ ΑΒ ἑτέρα οὐ προσαρμόσει εὐθεῖα μέση δυνάμει μόνον σύμμετρος οὖσα τῇ ὅλῃ, μετὰ δὲ τῆς ὅλης μέσον περιέχουσα.
我说,对 AB而言,不能附合另一条与其整体在平方上仅共测、且与整体一起围成中面面积的(中面)直线。
εἰ γὰρ δυνατόν, προσαρμοζέτω ἡ ΒΔ· καὶ αἱ ΑΔ, ΔΒ ἄρα μέσαι εἰσὶ δυνάμει μόνον σύμμετροι μέσον περιέχουσαι τὸ ὑπὸ τῶν ΑΔ, ΔΒ. καὶ ἐκκείσθω ῥητὴ ἡ ΕΖ, καὶ τοῖς μὲν ἀπὸ τῶν ΑΓ, ΓΒ ἴσον παρὰ τὴν ΕΖ παραβεβλήσθω τὸ ΕΗ πλάτος ποιοῦν τὴν ΕΜ· τῷ δὲ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ ἴσον ἀφῃρήσθω τὸ ΘΗ πλάτος ποιοῦν τὴν ΘΜ· λοιπὸν ἄρα τὸ ΕΛ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΑΒ·
因为,若可能,设BD也附合于它;因此AD、DB 也是中面线,仅在平方上共测,且围成由AD、DB围成并作为中面的矩形。 并设一有理线EZ,而将等于AC、CB上的正方形之和的面积EH沿着EZ贴合,其宽为EM;且将等于由AC、CB围成的矩形的两倍的面积ΘH截去,其宽为ΘM;因此剩余的EL等于AB上的正方形;所以AB的平方等于EL。
ὥστε ἡ ΑΒ δύναται τὸ ΕΛ. πάλιν δὴ τοῖς ἀπὸ τῶν ΑΔ, ΔΒ ἴσον παρὰ τὴν ΕΖ παραβεβλήσθω τὸ ΕΙ πλάτος ποιοῦν τὴν ΕΝ· ἔστι δὲ καὶ τὸ ΕΛ ἴσον τῷ ἀπὸ τῆς ΑΒ τετραγώνῳ· λοιπὸν ἄρα τὸ ΘΙ ἴσον ἐστὶ τῷ δὶς ὑπὸ τῶν ΑΔ, ΔΒ. καὶ ἐπεὶ μέσαι εἰσὶν αἱ ΑΓ, ΓΒ, μέσα ἄρα ἐστὶ καὶ τὰ ἀπὸ τῶν ΑΓ, ΓΒ. καί ἐστιν ἴσα τῷ ΕΗ· μέσον ἄρα καὶ τὸ ΕΗ. καὶ παρὰ ῥητὴν τὴν ΕΖ παράκειται πλάτος ποιοῦν τὴν ΕΜ· ῥητὴ ἄρα ἐστὶν ἡ ΕΜ καὶ ἀσύμμετρος τῇ ΕΖ μήκει.
再者,将等于AD、DB上的正方形之和的面积EI沿着EZ贴合,其宽为EN;而EL也等于AB上的正方形;因此剩余的ΘI等于由AD、DB围成的矩形的两倍。 又因为AC、CB是中面线,所以AC、CB上的正方形之和也是中面的。 且它等于EH;因此EH也是中面的。 而它贴合于有理线EZ,其宽为EM;因此EM是有理线且在长度上与EZ不可共测。
πάλιν, ἐπεὶ μέσον ἐστὶ τὸ ὑπὸ τῶν ΑΓ, ΓΒ, καὶ τὸ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ μέσον ἐστίν.
再者,由于AC、CB围成的矩形是中面的,所以由AC、CB围成的矩形的两倍也是中面的。
καί ἐστιν ἴσον τῷ ΘΗ· καὶ τὸ ΘΗ ἄρα μέσον ἐστίν.
且它等于ΘH;因此ΘH也是中面的。
καὶ παρὰ ῥητὴν τὴν ΕΖ παράκειται πλάτος ποιοῦν τὴν ΘΜ· ῥητὴ ἄρα ἐστὶ καὶ ἡ ΘΜ καὶ ἀσύμμετρος τῇ ΕΖ μήκει.
而它贴合于有理线EZ,其宽为ΘM;因此ΘM也是有理线且在长度上与EZ不可共测。
καὶ ἐπεὶ αἱ ΑΓ, ΓΒ δυνάμει μόνον σύμμετροί εἰσιν, ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΑΓ τῇ ΓΒ μήκει.
又因为AC、CB在平方上仅共测,所以AC在长度上与CB不可共测。
ὡς δὲ ἡ ΑΓ πρὸς τὴν ΓΒ, οὕτως ἐστὶ τὸ ἀπὸ τῆς ΑΓ πρὸς τὸ ὑπὸ τῶν ΑΓ, ΓΒ· ἀσύμμετρον ἄρα ἐστὶ τὸ ἀπὸ τῆς ΑΓ τῷ ὑπὸ τῶν ΑΓ, ΓΒ. ἀλλὰ τῷ μὲν ἀπὸ τῆς ΑΓ σύμμετρά ἐστι τὰ ἀπὸ τῶν ΑΓ, ΓΒ, τῷ δὲ ὑπὸ τῶν ΑΓ, ΓΒ σύμμετρόν ἐστι τὸ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ· ἀσύμμετρα ἄρα ἐστὶ τὰ ἀπὸ τῶν ΑΓ, ΓΒ τῷ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ. καί ἐστι τοῖς μὲν ἀπὸ τῶν ΑΓ, ΓΒ ἴσον τὸ ΕΗ, τῷ δὲ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ ἴσον τὸ ΗΘ· ἀσύμμετρον ἄρα ἐστὶ τὸ ΕΗ τῷ ΘΗ. ὡς δὲ τὸ ΕΗ πρὸς τὸ ΘΗ, οὕτως ἐστὶν ἡ ΕΜ πρὸς τὴν ΘΜ· ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΕΜ τῇ ΜΘ μήκει.
而如同AC对CB,AC上的正方形对由AC、CB围成的矩形也是如此;因此AC上的正方形与由AC、CB围成的矩形不可共测。 但AC、CB上的正方形之和与AC上的正方形是共测的,而由AC、CB围成的矩形的两倍与由AC、CB围成的矩形是共测的;因此AC、CB上的正方形之和与由AC、CB围成的矩形的两倍不可共测。 而EH等于AC、CB上的正方形之和,且HΘ等于由AC、CB围成的矩形的两倍;因此EH与ΘH不可共测。 如同EH对ΘH,EM对ΘM也是如此;因此 EM在长度上与MΘ不可共测。
καί εἰσιν ἀμφότεραι ῥηταί· αἱ ΕΜ, ΜΘ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἀποτομὴ ἄρα ἐστὶν ἡ ΕΘ, προσαρμόζουσα δὲ αὐτῇ ἡ ΘΜ. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἡ ΘΝ αὐτῇ προσαρμόζει· τῇ ἄρα ἀποτομῇ ἄλλη καὶ ἄλλη προσαρμόζει εὐθεῖα δυνάμει μόνον σύμμετρος οὖσα τῇ ὅλῃ· ὅπερ ἐστὶν ἀδύνατον.
且两者都是有理的;因此EM、MΘ是有理线且在平方上仅共测;因此EΘ是剪线,且附合于它的是ΘM。 同样地,我们将证明ΘN也附合于它;因此对于剪线有不同的直线附合,其与整体在平方上仅共测;这是不可能的。
τῇ ἄρα μέσης ἀποτομῇ δευτέρᾳ μία μόνον προσαρμόζει εὐθεῖα μέση δυνάμει μόνον σύμμετρος οὖσα τῇ ὅλῃ, μετὰ δὲ τῆς ὅλης μέσον περιέχουσα· ὅπερ ἔδει δεῖξαι.
因此对第二中面剪线而言,只有一条与其整体在平方上仅共测、且与整体一起围成中面面积的中面线可以附合;这就是所要证明的。

词汇与语法注释

  1. ¦15¦παραβεβλήσθω — 动词 παραβάλλω(贴合)的被动命令式第三人称单数。这是希腊几何学中“面积贴合(application of areas)”的术语,表示以给定的线段(此处为EZ)为底边,构建一个面积等于指定面积(此处为EH)的矩形(平行四边形)。
  2. ¦20¦δύναται — 动词 δύναμαι 在数学语境中具有特殊的及物动词含义,意为“平方等于”或“以……为平方”。它表示主语线段(AB)的平方等于宾语面积(EL)。
  3. ¦45¦ὡς δὲ τὸ ΕΗ πρὸς τὸ ΘΗ, οὕτως ἐστὶν ἡ ΕΜ πρὸς τὴν ΘΜ — 这是基于《几何原本》第6卷命题1的比例关系应用。该命题指出,拥有共同高度(此处为EZ)两个矩形的面积之比(EH : ΘH)等于它们的宽度之比(EM : ΘM)。

引用这一段

欧几里得, 几何原本 §10.prop2.81. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop2.81

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。