Humanitext Reader

欧几里得 · 几何原本 §10.prop1.44

第二二中项线分割的唯一性证明

第 188 段,共 316 段 · 希腊语

内容简介

本命题使用反证法和面积贴合法,证明了第二二中项线仅在唯一一个点上被分割。如果假设存在多个分割点,则会导致一条二项线在两个不同的点上被分割,从而与先前的命题42相矛盾。

§10.prop1.44ἡ ἐκ μέσων δευτέρα καθʼ ἓν μόνον σημεῖον διαιρεῖται.
第二二中项线仅在唯一一个点上被分割。
ἔστω ἐκ δύο μέσων δευτέρα ἡ ΑΒ διῃρημένη κατὰ τὸ Γ, ὥστε τὰς ΑΓ, ΓΒ μέσας εἶναι δυνάμει μόνον συμμέτρους μέσον περιεχούσας·
设已将第二二中项线 AB 在 C 点分割,使得 AC、CB 是仅在平方上通约、包围一个中项面积的中项线。
φανερὸν δή, ὅτι τὸ Γ οὐκ ἔστι κατὰ τῆς διχοτομίας, ὅτι οὐκ εἰσὶ μήκει σύμμετροι.
那么显然,C 不在二等分点上,因为它们在长度上是不共测的。
λέγω, ὅτι ἡ ΑΒ κατʼ ἄλλο σημεῖον οὐ διαιρεῖται.
我指,AB 无法在另一个点上分割。
εἰ γὰρ δυνατόν, διῃρήσθω καὶ κατὰ τὸ Δ, ὥστε τὴν ΑΓ τῇ ΔΒ μὴ εἶναι τὴν αὐτήν, ἀλλὰ μείζονα καθʼ ὑπόθεσιν τὴν ΑΓ·
因为如果可能,设它也在 D 点被分割,使得 AC 与 DB 不是同一条线,而根据假设,设 AC 较大。
δῆλον δή, ὅτι καὶ τὰ ἀπὸ τῶν ΑΔ, ΔΒ, ὡς ἐπάνω ἐδείξαμεν, ἐλάσσονα τῶν ἀπὸ τῶν ΑΓ, ΓΒ·
那么显然,AD、DB 上的正方形之和,如我们在上面所证明的,也小于 AC、CB 上的正方形之和。
καὶ τὰς ΑΔ, ΔΒ μέσας εἶναι δυνάμει μόνον συμμέτρους μέσον περιεχούσας.
并且,设 AD、DB 也是仅在平方上通约、包围一个中项面积的中项线。
καὶ ἐκκείσθω ῥητὴ ἡ ΕΖ, καὶ τῷ μὲν ἀπὸ τῆς ΑΒ ἴσον παρὰ τὴν ΕΖ παραλληλόγραμμον ὀρθογώνιον παραβεβλήσθω τὸ ΕΚ, τοῖς δὲ ἀπὸ τῶν ΑΓ, ΓΒ ἴσον ἀφῃρήσθω τὸ ΕΗ·
设已给出有理线 EF,并在 EF 上贴合一个等于 AB 上的正方形的矩形 EK,且截取等于 AC、CB 上的正方形之和的 EH;因此,余下的 HK 等于两倍的由 AC、CB 包围的矩形。
λοιπὸν ἄρα τὸ ΘΚ ἴσον ἐστὶ τῷ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ. πάλιν δὴ τοῖς ἀπὸ τῶν ΑΔ, ΔΒ, ἅπερ ἐλάσσονα ἐδείχθη τῶν ἀπὸ τῶν ΑΓ, ΓΒ, ἴσον ἀφῃρήσθω τὸ ΕΛ·
再次,设截取等于 AD、DB 上的正方形之和的 EL,而这已被证明小于 AC、CB 上的正方形之和;因此余下的 MK 也等于两倍的由 AD、DB 包围的矩形。
καὶ λοιπὸν ἄρα τὸ ΜΚ ἴσον τῷ δὶς ὑπὸ τῶν ΑΔ, ΔΒ. καὶ ἐπεὶ μέσα ἐστὶ τὰ ἀπὸ τῶν ΑΓ, ΓΒ, μέσον ἄρα τὸ ΕΗ. καὶ παρὰ ῥητὴν τὴν ΕΖ παράκειται·
并且,由于 AC、CB 上的正方形之和是中项的,因此 EH 也是中项的。
ῥητὴ ἄρα ἐστὶν ἡ ΕΘ καὶ ἀσύμμετρος τῇ ΕΖ μήκει.
且它贴合于有理线 EF;因此 EG 是有理的,且在长度上与 EF 不共测。
διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ΘΝ ῥητή ἐστι καὶ ἀσύμμετρος τῇ ΕΖ μήκει.
因此由于同样的原因,GN 也是有理的,且在长度上与 EF 不共测。
καὶ ἐπεὶ αἱ ΑΓ, ΓΒ μέσαι εἰσὶ δυνάμει μόνον σύμμετροι, ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΑΓ τῇ ΓΒ μήκει.
并且,由于 AC、CB 是仅在平方上通约的中项线,因此 AC 在长度上与 CB 不共测。
ὡς δὲ ἡ ΑΓ πρὸς τὴν ΓΒ, οὕτως τὸ ἀπὸ τῆς ΑΓ πρὸς τὸ ὑπὸ τῶν ΑΓ, ΓΒ·
而正如 AC 比 CB,AC 上的正方形也比由 AC、CB 包围的矩形;因此,AC 上的正方形与由 AC、CB 包围的矩形不共测。
ἀσύμμετρον ἄρα ἐστὶ τὸ ἀπὸ τῆς ΑΓ τῷ ὑπὸ τῶν ΑΓ, ΓΒ. ἀλλὰ τῷ μὲν ἀπὸ τῆς ΑΓ σύμμετρά ἐστι τὰ ἀπὸ τῶν ΑΓ, ΓΒ·
但是,AC 上的正方形与 AC、CB 上的正方形之和共测;因为 AC、CB 在平方上是通测的。
δυνάμει γάρ εἰσι σύμμετροι αἱ ΑΓ, ΓΒ. τῷ δὲ ὑπὸ τῶν ΑΓ, ΓΒ σύμμετρόν ἐστι τὸ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ. καὶ τὰ ἀπὸ τῶν ΑΓ, ΓΒ ἄρα ἀσύμμετρά ἐστι τῷ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ. ἀλλὰ τοῖς μὲν ἀπὸ τῶν ΑΓ, ΓΒ ἴσον ἐστὶ τὸ ΕΗ, τῷ δὲ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ ἴσον τὸ ΘΚ·
而由 AC、CB 包围的矩形与两倍的由 AC、CB 包围的矩形共测。 因此,AC、CB 上的正方形之和也与两倍的由 AC、CB 包围的矩形不共测。
ἀσύμμετρον ἄρα ἐστὶ τὸ ΕΗ τῷ ΘΚ· ὥστε καὶ ἡ ΕΘ τῇ ΘΝ ἀσύμμετρός ἐστι μήκει.
但是,EH 等于 AC、CB 上的正方形之和,且 HK 等于两倍的由 AC、CB 包围的矩形;因此,EH 与 HK 不共测;以至于 EG 也在长度上与 GN 不共测。
καί εἰσι ῥηταί· αἱ ΕΘ, ΘΝ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι.
且它们是有理的;因此 EG、GN 是仅在平方上通测的有理线。
ἐὰν δὲ δύο ῥηταὶ δυνάμει μόνον σύμμετροι συντεθῶσιν, ἡ ὅλη ἄλογός ἐστιν ἡ καλουμένη ἐκ δύο ὀνομάτων· ἡ ΕΝ ἄρα ἐκ δύο ὀνομάτων ἐστὶ διῃρημένη κατὰ τὸ Θ. κατὰ τὰ αὐτὰ δὴ δειχθήσονται καὶ αἱ ΕΜ, ΜΝ ῥηταὶ δυνάμει μόνον σύμμετροι· καὶ ἔσται ἡ ΕΝ ἐκ δύο ὀνομάτων κατʼ ἄλλο καὶ ἄλλο διῃρημένη τό τε Θ καὶ τὸ Μ, καὶ οὐκ ἔστιν ἡ ΕΘ τῇ ΜΝ ἡ αὐτή, ὅτι τὰ ἀπὸ τῶν ΑΓ, ΓΒ μείζονά ἐστι τῶν ἀπὸ τῶν ΑΔ, ΔΒ. ἀλλὰ τὰ ἀπὸ τῶν ΑΔ, ΔΒ μείζονά ἐστι τοῦ δὶς ὑπὸ ΑΔ, ΔΒ·
而如果将两条仅在平方上通测的有理线加在一起,则全体是一条被称为二项线的无理线;因此,EN 是一条在 G 点分割的二项线。 因此,以同样的方法也将证明, EM、MN 也是仅在平方上通测的有理线;且二项线 EN 将在不同的点上,即 G 和 M 点,被分割,并且 EG 与 MN 不是同一条线,因为 AC、CB 上的正方形之和大于 AD、DB 上的正方形之和。
πολλῷ ἄρα καὶ τὰ ἀπὸ τῶν ΑΓ, ΓΒ, τουτέστι τὸ ΕΗ, μεῖζόν ἐστι τοῦ δὶς ὑπὸ τῶν ΑΔ, ΔΒ, τουτέστι τοῦ ΜΚ· ὥστε καὶ ἡ ΕΘ τῆς ΜΝ μείζων ἐστίν.
但是,AD、DB 上的正方形之和大于两倍的由 AD、DB 包围的矩形;因此,更加显然,AC、CB 上的正方形之和(即 EH)大于两倍的由 AD、DB 包围的矩形(即 MK);以至于 EG 也大于 MN。
ἡ ἄρα ΕΘ τῇ ΜΝ οὐκ ἔστιν ἡ αὐτή· ὅπερ ἔδει δεῖξαι.
因此 EG 与 MN 不是同一条线;这正是所要证明的。

词汇与语法注释

  1. §10.prop1.44ὥστε τὰς ΑΓ, ΓΒ μέσας εἶναι δυνάμει μόνον συμμέτρους μέσον περιεχούσας — 由连词 ὥστε 引导的带宾格的不定式结构。宾格的 τὰς ΑΓ, ΓΒ 作为不定式 εἶναι 的逻辑主语。现在分词 περιεχούσας 与 τὰς ΑΓ, ΓΒ 一致,表示伴随状况或条件(“包围一个中项面积”)。
  2. ¦10¦ὡς ἐπάνω ἐδείξαμεν — 由连词 ὡς(“正如”)引导的插入句,伴有直陈语气过去时第一人称复数形式 ἐδείξαμεν(“我们证明了”)。这是作者向读者提及已证前提时使用的典型套话。
  3. ¦15¦τῷ μὲν ἀπὸ τῆς ΑΒ ἴσον παρὰ τὴν ΕΖ παραλληλόγραμμον ὀρθογώνιον παραβεβλήσθω τὸ ΕΚ — 以第三人称单数现在被动命令式 παραβεβλήσθω(“设被贴合/应用”)为主动词的命令句。主语是 τὸ ΕΚ(矩形 ΕΚ),介词短语 παρὰ τὴν ΕΖ(“沿着有理线 ΕΖ”)表示其贴合的目标线。与格短语 τῷ ... ἀπὸ τῆς ΑΒ ἴσον(“等于 ΑΒ 上的正方形”)指定了要构建的矩形的面积。
  4. ¦40¦κατὰ τὰ αὐτὰ δὴ δειχθήσονται καὶ αἱ ΕΜ, ΜΝ ῥηταὶ δυνάμει μόνον σύμμετροι — 使用了第三人称复数将来时被动语态 δειχθήσονται(“它们将被证明”)的客观陈述。副词短语 κατὰ τὰ αὐτά(“以同样的方法”)是几何学中的公式化表达,用于简练地省略证明步骤的重复。

引用这一段

欧几里得, 几何原本 §10.prop1.44. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop1.44

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。