Humanitext Reader

欧几里得 · 几何原本 §10.prop1.40-10.prop1.41

有理与中项等幂线及两中项等幂线

第 186 段,共 316 段 · 希腊语

内容简介

根据在平方上不共测的两条直线所包围面积的性质,定义并证明了有理与中项等幂线和两中项等幂线这两类无理线。随后,提出了一个几何引理,为证明这些无理线具有唯一分割方式做准备。

§10.prop1.40ἐὰν δύο εὐθεῖαι δυνάμει ἀσύμμετροι συντεθῶσι ποιοῦσαι τὸ μὲν συγκείμενον ἐκ τῶν ἀπʼ αὐτῶν τετραγώνων μέσον, τὸ δʼ ὑπʼ αὐτῶν ῥητόν, ἡ ὅλη εὐθεῖα ἄλογός ἐστιν, καλείσθω δὲ ῥητὸν καὶ μέσον δυναμένη.
如果将两条在平方上不共测的线相加,使得它们上的正方形之和为中项的,而由它们包围的矩形为有理的,则整条直线是无理的,且设它被称为有理与中项等幂线。
Συγκείσθωσαν γὰρ δύο εὐθεῖαι δυνάμει ἀσύμμετροι αἱ ΑΒ, ΒΓ ποιοῦσαι τὰ προκείμενα· λέγω, ὅτι ἄλογός ἐστιν ἡ ΑΓ. ἐπεὶ γὰρ τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΑΒ, ΒΓ μέσον ἐστίν, τὸ δὲ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ ῥητόν, ἀσύμμετρον ἄρα ἐστὶ τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΑΒ, ΒΓ τῷ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ· ὥστε καὶ τὸ ἀπὸ τῆς ΑΓ ἀσύμμετρόν ἐστι τῷ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ. ῥητὸν δὲ τὸ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ·
实际,设已将两条在平方上不共测的线 AB、BC 相加,使得满足上述条件;我指,AC 是无理的。 因为由于 AB、BC 上的正方形之和是中项的,而两倍的由 AB、BC 包围的矩形是有理的,因此 AB、BC 上的正方形之和与两倍的由 AB、BC 包围的矩形不共测;所以 AC 上的正方形也与两倍的由 AB、BC 包围的矩形不共测。 而两倍的由 AB、BC 包围的矩形是有理的;因此 AC 上的正方形是无理的。
ἄλογον ἄρα τὸ ἀπὸ τῆς ΑΓ. ἄλογος ἄρα ἡ ΑΓ, καλείσθω δὲ ῥητὸν καὶ μέσον δυναμένη. ὅπερ ἔδει δεῖξαι.
因此 AC 是无理的,且设它被称为有理与中项等幂线;这正是所要证明的。
§10.prop1.41ἐὰν δύο εὐθεῖαι δυνάμει ἀσύμμετροι συντεθῶσι ποιοῦσαι τό τε συγκείμενον ἐκ τῶν ἀπʼ αὐτῶν τετραγώνων μέσον καὶ τὸ ὑπʼ αὐτῶν μέσον καὶ ἔτι ἀσύμμετρον τῷ συγκειμένῳ ἐκ τῶν ἀπʼ αὐτῶν τετραγώνων, ἡ ὅλη εὐθεῖα ἄλογός ἐστιν, καλείσθω δὲ δύο μέσα δυναμένη.
如果将两条在平方上不共测的线相加,使得它们上的正方形之和为中项的,且由它们包围的矩形也是中项的,并且还与它们上的正方形之和不共测,则整条直线是无理的,且设它被称为两中项等幂线。
Συγκείσθωσαν γὰρ δύο εὐθεῖαι δυνάμει ἀσύμμετροι αἱ ΑΒ, ΒΓ ποιοῦσαι τὰ προκείμενα· λέγω, ὅτι ἡ ΑΓ ἄλογός ἐστιν.
实际,设已将两条在平方上不共测的线 AB、BC 相加,使得满足上述条件;我指,AC 是无理的。
Ἐκκείσθω ῥητὴ ἡ ΔΕ, καὶ παραβεβλήσθω παρὰ τὴν ΔΕ τοῖς μὲν ἀπὸ τῶν ΑΒ, ΒΓ ἴσον τὸ ΔΖ, τῷ δὲ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ ἴσον τὸ ΗΘ· ὅλον ἄρα τὸ ΔΘ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΑΓ τετραγώνῳ.
设已给有理线 DE,且对 DE 贴合等于 AB、BC 上的正方形之和的矩形 DZ,与等于两倍的由 AB、BC 包围的矩形的矩形 HTh;因此整个 DTh 等于 AC 上的正方形。
καὶ ἐπεὶ μέσον ἐστὶ τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΑΒ, ΒΓ, καί ἐστιν ἴσον τῷ ΔΖ, μέσον ἄρα ἐστὶ καὶ τὸ ΔΖ. καὶ παρὰ ῥητὴν τὴν ΔΕ παράκειται· ῥητὴ ἄρα ἐστὶν ἡ ΔΗ καὶ ἀσύμμετρος τῇ ΔΕ μήκει.
又由于 AB、BC 上的正方形之和是中项的,并且它等于 DZ,因此 DZ 也是中项的。 且它贴合于有理线 DE;因此 DH 是有理线,且在长度上与 DE 不共测。
διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ΗΚ ῥητή ἐστι καὶ ἀσύμμετρος τῇ ΗΖ, τουτέστι τῇ ΔΕ, μήκει.
由于同样的原因,HK 也是有理线,且在长度上与 HZ,即 DE,不共测。
καὶ ἐπεὶ ἀσύμμετρά ἐστι τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ τῷ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ, ἀσύμμετρόν ἐστι τὸ ΔΖ τῷ ΗΘ· ὥστε καὶ ἡ ΔΗ τῇ ΗΚ ἀσύμμετρός ἐστιν.
又由于 AB、BC 上的正方形之和与两倍的由 AB、BC 包围的矩形不共测,因此 DZ 与 HTh 不共测;所以 DH 也与 HK 不共测。
καί εἰσι ῥηταί· αἱ ΔΗ, ΗΚ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἄλογος ἄρα ἐστὶν ἡ ΔΚ ἡ καλουμένη ἐκ δύο ὀνομάτων.
且它们是有理的;因此 DH、HK 是仅在平方上共测的有理线;因此被称为二项线的 DK 是无理的。
ῥητὴ δὲ ἡ ΔΕ· ἄλογον ἄρα ἐστὶ τὸ ΔΘ καὶ ἡ δυναμένη αὐτὸ ἄλογός ἐστιν.
而 DE 是有理的;因此 DTh 是无理的,而其等幂线也是无理的。
δύναται δὲ τὸ ΘΔ ἡ ΑΓ· ἄλογος ἄρα ἐστὶν ἡ ΑΓ, καλείσθω δὲ δύο μέσα δυναμένη. ὅπερ ἔδει δεῖξαι.
而 AC 等幂于 ThD;因此 AC 是无理的,且设它被称为两中项等幂线;这正是所要证明的。
λῆμμα ὅτι δὲ αἱ εἰρημέναι ἄλογοι μοναχῶς διαιροῦνται εἰς τὰς εὐθείας, ἐξ ὧν σύγκεινται ποιουσῶν τὰ προκείμενα εἴδη, δείξομεν ἤδη προεκθέμενοι λημμάτιον τοιοῦτον· Ἐκκείσθω εὐθεῖα ἡ ΑΒ καὶ τετμήσθω ἡ ὅλη εἰς ἄνισα καθʼ ἑκάτερον τῶν Γ, Δ, ὑποκείσθω δὲ μείζων ἡ ΑΓ τῆς ΔΒ· λέγω, ὅτι τὰ ἀπὸ τῶν ΑΓ, ΓΒ μείζονά ἐστι τῶν ἀπὸ τῶν ΑΔ, ΔΒ. τετμήσθω γὰρ ἡ ΑΒ δίχα κατὰ τὸ Ε. καὶ ἐπεὶ μείζων ἐστὶν ἡ ΑΓ τῆς ΔΒ, κοινὴ ἀφῃρήσθω ἡ ΔΓ· λοιπὴ ἄρα ἡ ΑΔ λοιπῆς τῆς ΓΒ μείζων ἐστίν.
[引理]而上述无理线只能以唯一一种方式分割为构成它们且满足上述特征的直线,我们将在首先提出如下小引理后,立即予以证明:设已给直线 AB,且将整条线在 C、D 各点不等地分割,并假设 AC 大于 DB;我指,AC、CB 上的正方形之和大于 AD、DB 上的正方形之和。 实际,设 AB 在 E 点被平分。 而由于 AC 大于 DB,设扣除公共部分 DC;因此余下的 AD 大于余下的 CB。
ἴση δὲ ἡ ΑΕ τῇ ΕΒ· ἐλάττων ἄρα ἡ ΔΕ τῆς ΕΓ· τὰ Γ, Δ ἄρα σημεῖα οὐκ ἴσον ἀπέχουσι τῆς διχοτομίας.
而 AE 等于 EB;因此 DE 小于 EC;因此点 C、D 距离平分点不相等。
καὶ ἐπεὶ τὸ ὑπὸ τῶν ΑΓ, ΓΒ μετὰ τοῦ ἀπὸ τῆς ΕΓ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΕΒ, ἀλλὰ μὴν καὶ τὸ ὑπὸ τῶν ΑΔ, ΔΒ μετὰ τοῦ ἀπὸ ΔΕ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΕΒ, τὸ ἄρα ὑπὸ τῶν ΑΓ, ΓΒ μετὰ τοῦ ἀπὸ τῆς ΕΓ ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ΑΔ, ΔΒ μετὰ τοῦ ἀπὸ τῆς ΔΕ·
又由于由 AC、CB 包围的矩形与 EC 上的正方形之和等于 EB 上的正方形,而由 AD、DB 包围的矩形与 DE 上的正方形之和也等于 EB 上的正方形,因此由 AC、CB 包围的矩形与 EC 上的正方形之和等于由 AD、DB 包围的矩形与 DE 上的正方形之和。
ὧν τὸ ἀπὸ τῆς ΔΕ ἔλασσόν ἐστι τοῦ ἀπὸ τῆς ΕΓ· καὶ λοιπὸν ἄρα τὸ ὑπὸ τῶν ΑΓ, ΓΒ ἔλασσόν ἐστι τοῦ ὑπὸ τῶν ΑΔ, ΔΒ. ὥστε καὶ τὸ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ ἔλασσόν ἐστι τοῦ δὶς ὑπὸ ΑΔ, ΔΒ. καὶ λοιπὸν ἄρα τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΑΓ, ΓΒ μεῖζόν ἐστι τοῦ συγκειμένου ἐκ τῶν ἀπὸ τῶν ΑΔ, ΔΒ· ὅπερ ἔδει δεῖξαι.
而在这些之中,DE 上的正方形小于 EC 上的正方形;因此余下的由 AC、CB 包围的矩形小于由 AD、DB 包围的矩形。 所以两倍的由 AC、CB 包围的矩形也小于两倍的由 AD、DB 包围的矩形。 因此余下的在 AC、CB 上的正方形之和大于在 AD、DB 上的正方形之和;这正是所要证明的。

词汇与语法注释

  1. 10.prop1.40ῥητὸν καὶ μέσον δυναμένη — 现在分词 `δυναμένη`(主格阴性单数,省略了 `εὐθεῖα`)在数学语境中意为“以(某面积)为正方形的边”或“其平方等于……”。此处表示“其平方等于一个有理面积与一个中项面积之和的[直线]”。
  2. 10.prop1.41ὅτι δὲ αἱ εἰρημέναι ἄλογοι μοναχῶς διαιροῦνται — `ὅτι` 引导的从句作为后续主句动词 `δείξομεν`(“我们将证明”)的直接宾语(名词从句),置于句首以示强调。
  3. 10.prop1.41ὧν — 复数属格关系代词 `ὧν` 作为部分属格,指代前述等式中的两项($EG^2$ 与 $DE^2$),意为“在这些(正方形)之中”。

引用这一段

欧几里得, 几何原本 §10.prop1.40-10.prop1.41. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop1.40-10.prop1.41

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。