Humanitext Reader

欧几里得 · 几何原本 §10.prop1.14

比例四直线平方差的可通约性

第 170 段,共 316 段 · 希腊语

内容简介

几何证明对于四个成比例的直线,若第一条在平方上比第二条大一个与第一条可通约(或不可通约)直线的平方,则第三条对第四条也具有相同的比例关系。

§10.prop1.14ἐὰν τέσσαρες εὐθεῖαι ἀνάλογον ὦσιν, δύνηται δὲ ἡ πρώτη τῆς δευτέρας μεῖζον τῷ ἀπὸ συμμέτρου ἑαυτῇ, καὶ ἡ τρίτη τῆς τετάρτης μεῖζον δυνήσεται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ.
若四条直线成比例,且第一条在平方上比较第二条大一个与第一条可通约的直线的平方,则第三条在平方上比较第四条也将大一个与第三条可通约的直线的平方。
καὶ ἐὰν ἡ πρώτη τῆς δευτέρας μεῖζον δύνηται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ, καὶ ἡ τρίτη τῆς τετάρτης μεῖζον δυνήσεται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ.
且若第一条在平方上比较第二条大一个与第一条不可通约的直线的平方,则第三条在平方上比较第四条也将大一个与第三条不可通约的直线的平方。
ἔστωσαν τέσσαρες εὐθεῖαι ἀνάλογον αἱ Α, Β, Γ, Δ, ὡς ἡ Α πρὸς τὴν Β, οὕτως ἡ Γ πρὸς τὴν Δ, καὶ ἡ Α μὲν τῆς β μεῖζον δυνάσθω τῷ ἀπὸ τῆς Ε, ἡ δὲ Γ τῆς Δ μεῖζον δυνάσθω τῷ ἀπὸ τῆς Ζ·
设四条成比例的直线为 A, B, Γ, Δ,如 A 对 B,亦如 Γ 对 Δ,且设 A 在平方上比 B 大 E 的平方,而 Γ 在平方上比 Δ 大 Z 的平方。
λέγω, ὅτι, εἴτε σύμμετρός ἐστιν ἡ Α τῇ Ε, σύμμετρός ἐστι καὶ ἡ Γ τῇ Ζ, εἴτε ἀσύμμετρός ἐστιν ἡ Α τῇ Ε, ἀσύμμετρός ἐστι καὶ ἡ Γ τῇ Ζ. ἐπεὶ γάρ ἐστιν ὡς ἡ Α πρὸς τὴν Β, οὕτως ἡ Γ πρὸς τὴν Δ, ἔστιν ἄρα καὶ ὡς τὸ ἀπὸ τῆς Α πρὸς τὸ ἀπὸ τῆς Β, οὕτως τὸ ἀπὸ τῆς Γ πρὸς τὸ ἀπὸ τῆς Δ. ἀλλὰ τῷ μὲν ἀπὸ τῆς Α ἴσα ἐστὶ τὰ ἀπὸ τῶν Ε, Β, τῷ δὲ ἀπὸ τῆς Γ ἴσα ἐστὶ τὰ ἀπὸ τῶν Δ, Ζ. ἔστιν ἄρα ὡς τὰ ἀπὸ τῶν Ε, Β πρὸς τὸ ἀπὸ τῆς Β, οὕτως τὰ ἀπὸ τῶν Δ, Ζ πρὸς τὸ ἀπὸ τῆς Δ·
我说,若 A 与 E 可通约,则 Γ 与 Z 也可通约;若 A 与 E 不可通约,则 Γ 与 Z 也不可通约。 因为,既然如 A 对 B,亦如 Γ 对 Δ,所以,如 A 的平方对 B 的平方,亦如 Γ 的平方对 Δ 的平方。 但在平方上,E, B 的平方和等于 A 的平方,而 Δ, Z 的平方和等于 Γ 的平方。 所以,如 E, B 的平方和对 B 的平方,亦如 Δ, Z 的平方和对 Δ 的平方。
διελόντι ἄρα ἐστὶν ὡς τὸ ἀπὸ τῆς Ε πρὸς τὸ ἀπὸ τῆς Β, οὕτως τὸ ἀπὸ τῆς Ζ πρὸς τὸ ἀπὸ τῆς Δ·
因此,经分比,如 E 的平方对 B 的平方,亦如 Z 的平方对 Δ 的平方。
ἔστιν ἄρα καὶ ὡς ἡ Ε πρὸς τὴν Β, οὕτως ἡ Ζ πρὸς τὴν Δ·
因此,亦如 E 对 B,亦如 Z 对 Δ。
ἀνάπαλιν ἄρα ἐστὶν ὡς ἡ Β πρὸς τὴν Ε, οὕτως ἡ Δ πρὸς τὴν Ζ. ἔστι δὲ καὶ ὡς ἡ Α πρὸς τὴν Β, οὕτως ἡ Γ πρὸς τὴν Δ·
所以,反比例,如 B 对 E,亦如 Δ 对 Z。 且如 A 对 B,亦如 Γ 对 Δ。
διʼ ἴσου ἄρα ἐστὶν ὡς ἡ Α πρὸς τὴν Ε, οὕτως ἡ Γ πρὸς τὴν Ζ. εἴτε οὖν σύμμετρός ἐστιν ἡ Α τῇ Ε, σύμμετρός ἐστι καὶ ἡ Γ τῇ Ζ, εἴτε ἀσύμμετρός ἐστιν ἡ Α τῇ Ε, ἀσύμμετρός ἐστι καὶ ἡ Γ τῇ Ζ. ἐὰν ἄρα, καὶ τὰ ἑξῆς.
因此,经等比,如 A 对 E,亦如 Γ 对 Z。 所以,若 A 与 E 可通约,则 Γ 与 Z 也可通约;若 A 与 E 不可通约,则 Γ 与 Z 也不可通约。 是故,若,及以下等等。

词汇与语法注释

  1. §10.prop1.14δύνηται δὲ ἡ πρώτη τῆς δευτέρας μεῖζον τῷ ἀπὸ συμμέτρου ἑαυτῇ — 意为“且第一条在平方上比较第二条大一个与第一条可通约的直线的平方”。动词 δύναμαι(在平方上相当于)指对于两条线段 $x, y$ 及其平方差的线段 $z$,满足关系式 $x^2 = y^2 + z^2$,此处表示 $x$(第一条直线)与 $z$ 可通约。与格短语 τῷ ἀπὸ ... 表示两平方之差的量。
  2. §10.prop1.14διελόντι — “经分比”,即分比比例(separando)。指从比例 $a:b = c:d$ 导出 $(a-b):b = (c-d):d$ 的比例变形操作。此处用于从 $(E^2 + B^2) : B^2 = (Δ^2 + Z^2) : Δ^2$ 导出 $E^2 : B^2 = Z^2 : Δ^2$。
  3. §10.prop1.14διʼ ἴσου — “经等比”,即等比比例(ex aequali)。指从比例序列 $a:b = d:e$ 与 $b:c = e:f$ 中消去中间项,导出 $a:c = d:f$ 的操作。此处用于从 $A:B = Γ:Δ$ 与 $B:E = Δ:Z$ 导出 $A:E = Γ:Z$。

引用这一段

欧几里得, 几何原本 §10.prop1.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop1.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。