Humanitext Reader

欧几里得 · 几何原本 §1.prop.7-1.prop.8

三角形顶点的唯一性与边边边全等

第 7 段,共 316 段 · 希腊语

内容简介

命题7证明了在同一直线(底边)上、同一侧不能作出两对分别相等的直线;命题8以此为基础,证明了三边分别相等的两个三角形其对应角也相等(SSS全等判定)。

§1.prop.7ἐπὶ τῆς αὐτῆς εὐθείας δύο ταῖς αὐταῖς εὐθείαις ἄλλαι δύο εὐθεῖαι ἴσαι ἑκατέρα ἑκατέρᾳ οὐ συσταθήσονται πρὸς ἄλλῳ καὶ ἄλλῳ σημείῳ ἐπὶ τὰ αὐτὰ μέρη τὰ αὐτὰ πέρατα ἔχουσαι ταῖς ἐξ ἀρχῆς εὐθείαις.
在同一直线上,不能在不同的点上、在同一侧,作与同两个已知直线分别相等的另外两个直线,并与原直线具有相同的端点。
εἰ γὰρ δυνατόν, ἐπὶ τῆς αὐτῆς εὐθείας τῆς ΑΒ δύο ταῖς αὐταῖς εὐθείαις ταῖς ΑΓ, ΓΒ ἄλλαι δύο εὐθεῖαι αἱ ΑΔ, ΔΒ ἴσαι ἑκατέρα ἑκατέρᾳ συνεστάτωσαν πρὸς ἄλλῳ καὶ ἄλλῳ σημείῳ τῷ τε Γ καὶ Δ ἐπὶ τὰ αὐτὰ μέρη τὰ αὐτὰ πέρατα ἔχουσαι, ὥστε ἴσην εἶναι τὴν μὲν ΓΑ τῇ ΔΑ τὸ αὐτὸ πέρας ἔχουσαν αὐτῇ τὸ Α, τὴν δὲ ΓΒ τῇ ΔΒ τὸ αὐτὸ πέρας ἔχουσαν αὐτῇ τὸ Β, καὶ ἐπεζεύχθω ἡ ΓΔ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΑΓ τῇ ΑΔ, ἴση ἐστὶ καὶ γωνία ἡ ὑπὸ ΑΓΔ τῇ ὑπὸ ΑΔΓ·
因为,如果可能,设在同一直线AB上,在不同的点C及D上、在同一侧,作与同两个已知直线AC、CB分别相等的另外两个直线AD、DB,且具有相同的端点,使得CA等于与其具有相同端点A的DA,且CB等于与其具有相同端点B的DB;并设连结CD。
μείζων ἄρα ἡ ὑπὸ ΑΔΓ τῆς ὑπὸ ΔΓΒ·
因为,由于AC等于AD,所以角ACD也等于角ADC;因此角ADC大于角DCB;所以角CDB远大于角DCB。
πολλῷ ἄρα ἡ ὑπὸ ΓΔΒ μείζων ἐστὶ τῆς ὑπὸ ΔΓΒ. πάλιν ἐπεὶ ἴση ἐστὶν ἡ ΓΒ τῇ ΔΒ, ἴση ἐστὶ καὶ γωνία ἡ ὑπὸ ΓΔΒ γωνίᾳ τῇ ὑπὸ ΔΓΒ. ἐδείχθη δὲ αὐτῆς καὶ πολλῷ μείζων·
再次,因为CB等于DB,所以角CDB也等于角DCB。
ὅπερ ἐστὶν ἀδύνατον.
但它已被证明远大于它;这是不可能的。
οὐκ ἄρα ἐπὶ τῆς αὐτῆς εὐθείας δύο ταῖς αὐταῖς εὐθείαις ἄλλαι δύο εὐθεῖαι ἴσαι ἑκατέρα ἑκατέρᾳ συσταθήσονται πρὸς ἄλλῳ καὶ ἄλλῳ σημείῳ ἐπὶ τὰ αὐτὰ μέρη τὰ αὐτὰ πέρατα ἔχουσαι ταῖς ἐξ ἀρχῆς εὐθείαις·
因此,在同一直线上,不能在不同的点上、在同一侧,作与同两个已知直线分别相等的另外两个直线,并与原直线具有相同的端点。
ὅπερ ἔδει δεῖξαι.
——这就是所要证明的。
§1.prop.8ἐὰν δύο τρίγωνα τὰς δύο πλευρὰς δύο πλευραῖς ἴσας ἔχῃ ἑκατέραν ἑκατέρα, ἔχῃ δὲ καὶ τὴν βάσιν τῇ βάσει ἴσην, καὶ τὴν γωνίαν τῇ γωνίᾳ ἴσην ἕξει τὴν ὑπὸ τῶν ἴσων εὐθειῶν περιεχομένην.
如果两个三角形的两边分别等于两边,并且底边也等于底边,那么夹在相等直线之间的角也将彼此相等。
ἔστω δύο τρίγωνα τὰ ΑΒΓ, ΔΕΖ τὰς δύο πλευρὰς τὰς ΑΒ, ΑΓ ταῖς δύο πλευραῖς ταῖς ΔΕ, ΔΖ ἴσας ἔχοντα ἑκατέραν ἑκατέρᾳ, τὴν μὲν ΑΒ τῇ ΔΕ τὴν δὲ ΑΓ τῇ ΔΖ·
设两个三角形为ABC、DEF,其两边AB、AC分别等于两边DE、DF,即AB等于DE,且AC等于DF;并设其底边BC等于底边 EF。
ἐχέτω δὲ καὶ βάσιν τὴν ΒΓ βάσει τῇ ΕΖ ἴσην· λέγω, ὅτι καὶ γωνία ἡ ὑπὸ ΒΑΓ γωνίᾳ τῇ ὑπὸ ΕΔΖ ἐστιν ἴση.
我说,角BAC也等于角EDF。
Ἐφαρμοζομένου γὰρ τοῦ ΑΒΓ τριγώνου ἐπὶ τὸ ΔΕΖ τρίγωνον καὶ τιθεμένου τοῦ μὲν Β σημείου ἐπὶ τὸ Ε σημεῖον τῆς δὲ ΒΓ εὐθείας ἐπὶ τὴν ΕΖ ἐφαρμόσει καὶ τὸ Γ σημεῖον ἐπὶ τὸ Ζ διὰ τὸ ἴσην εἶναι τὴν ΒΓ τῇ ΕΖ·
因为,当三角形ABC叠合在三角形DEF上时,且将点B置于点E上,直线BC置于直线EF上,那么点C也将与点F重合,因为BC等于EF;当BC与EF重合时,BA、CA也将与ED、DF重合。
ἐφαρμοσάσης δὴ τῆς ΒΓ ἐπὶ τὴν ΕΖ ἐφαρμόσουσι καὶ αἱ ΒΑ, ΓΑ ἐπὶ τὰς ΕΔ, ΔΖ. εἰ γὰρ βάσις μὲν ἡ ΒΓ ἐπὶ βάσιν τὴν ΕΖ ἐφαρμόσει, αἱ δὲ ΒΑ, ΑΓ πλευραὶ ἐπὶ τὰς ΕΔ, ΔΖ οὐκ ἐφαρμόσουσιν ἀλλὰ παραλλάξουσιν ὡς αἱ ΕΗ, ΗΖ, συσταθήσονται ἐπὶ τῆς αὐτῆς εὐθείας δύο ταῖς αὐταῖς εὐθείαις ἄλλαι δύο εὐθεῖαι ἴσαι ἑκατέρα ἑκατέρᾳ πρὸς ἄλλῳ καὶ ἄλλῳ σημείῳ ἐπὶ τὰ αὐτὰ μέρη τὰ αὐτὰ πέρατα ἔχουσαι.
因为,如果底边BC 与底边EF重合,而边BA、AC不与ED、DF重合,而是偏离如EH、HF,那么在同一直线上,将在不同的点上、同一侧,作与同两个已知直线分别相等的另外两个直线,并具有相同的端点。
οὐ συνίστανται δέ·
但这不能被作出。
οὐκ ἄρα ἐφαρμοζομένης τῆς ΒΓ βάσεως ἐπὶ τὴν ΕΖ βάσιν οὐκ ἐφαρμόσουσι καὶ αἱ ΒΑ, ΑΓ πλευραὶ ἐπὶ τὰς ΕΔ, ΔΖ. ἐφαρμόσουσιν ἄρα·
自然,当底边BC叠合在底边EF上时,边BA、AC不能不与ED、DF重合。
ὥστε καὶ γωνία ἡ ὑπὸ ΒΑΓ ἐπὶ γωνίαν τὴν ὑπὸ ΕΔΖ ἐφαρμόσει καὶ ἴση αὐτῇ ἔσται.
所以它们必将重合;因此角BAC也将与角EDF重合,并与之相等。
ἐὰν ἄρα δύο τρίγωνα τὰς δύο πλευρὰς δύο πλευραῖς ἴσας ἔχῃ ἑκατέραν ἑκατέρᾳ καὶ τὴν βάσιν τῇ βάσει ἴσην ἔχῃ, καὶ τὴν γωνίαν τῇ γωνίᾳ ἴσην ἕξει τὴν ὑπὸ τῶν ἴσων εὐθειῶν περιεχομένην·
因此,如果两个三角形的两边分别等于两边,并且底边等于底边,那么夹在相等直线之间的角也将彼此相等。
ὅπερ ἔδει δεῖξαι.
——这就是所要证明的。

词汇与语法注释

  1. 1.prop.7οὐ συσταθήσονται — 将来时直陈语气 `συσταθήσονται`(συνίστημι 的被动将来时)与否定词 `οὐ` 连用,表示逻辑上的不可能(“不能被作出来”),而非简单的未来预测。这展示了希腊数学文本中将来时具有的逻辑和指令性特征。
  2. 1.prop.8Ἐφαρμοζομένου γὰρ τοῦ ΑΒΓ τριγώνου ... καὶ τιθεμένου — 两个现在分词的属格独立结构(`Ἐφαρμοζομένου...` 与 `τιθεμένου...`)并列,表示主句主动词 `ἐφαρμόσει`(第三人称单数将来时)的前置假设或条件(“若将……叠合并放置”),或者是几何操作的连贯步骤。
  3. 1.prop.8οὐκ ἄρα ἐφαρμοζομένης τῆς ΒΓ βάσεως ἐπὶ τὴν ΕΖ βάσιν οὐκ ἐφαρμόσουσι καὶ αἱ ΒΑ, ΑΓ πλευραὶ ἐπὶ τὰς ΕΔ, ΔΖ — 在导出归谬法结论的句中,句首的否定 `οὐκ ἄra`(“因此不”)与夹在属格独立结构之后的另一否定 `οὐκ ἐφαρμόσουσι`(“将不重合”)相结合,构成双重否定,从而表达强烈的肯定(“因此,并非不重合”,即“必定重合”)。

引用这一段

欧几里得, 几何原本 §1.prop.7-1.prop.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:1.prop.7-1.prop.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。