Humanitext Reader

欧几里得 · 几何原本 §1.prop.9-1.prop.11

平分角与线段以及从直线上一点作垂线

第 8 段,共 316 段 · 希腊语

内容简介

在命题9至11中,展示并证明了三个几何作图问题:二等分一个已知角、二等分一条已知有限直线,以及从已知直线上的已知点作一条垂直于该直线的线。

§1.prop.9τὴν δοθεῖσαν γωνίαν εὐθύγραμμον δίχα τεμεῖν.
二等分一个已知直线角。
ἔστω ἡ δοθεῖσα γωνία εὐθύγραμμος ἡ ὑπὸ ΒΑΓ. δεῖ δὴ αὐτὴν δίχα τεμεῖν.
设已知直线角为角BAC。 要求二等分之。
εἰλήφθω ἐπὶ τῆς ΑΒ τυχὸν σημεῖον τὸ Δ, καὶ ἀφῃρήσθω ἀπὸ τῆς ΑΓ τῇ ΑΔ ἴση ἡ ΑΕ, καὶ ἐπεζεύχθω ἡ ΔΕ, καὶ συνεστάτω ἐπὶ τῆς ΔΕ τρίγωνον ἰσόπλευρον τὸ ΔΕΖ, καὶ ἐπεζεύχθω ἡ ΑΖ·
在AB上任取一点D,并从AC上截取等于AD的AE,连结DE,且在DE上作正三角形DEF,并连结AF。
λέγω, ὅτι ἡ ὑπὸ ΒΑΓ γωνία δίχα τέτμηται ὑπὸ τῆς ΑΖ εὐθείας.
我说,角BAC已被直线AF二等分。
ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ ΑΔ τῇ ΑΕ, κοινὴ δὲ ἡ ΑΖ, δύο δὴ αἱ ΔΑ, ΑΖ δυσὶ ταῖς ΕΑ, ΑΖ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ. καὶ βάσις ἡ ΔΖ βάσει τῇ ΕΖ ἴση ἐστίν· γωνία ἄρα ἡ ὑπὸ ΔΑΖ γωνίᾳ τῇ ὑπὸ ΕΑΖ ἴση ἐστίν.
因为,由于AD等于AE,且AF是公共的,所以两边DA、AF分别等于两边EA、AF;且底边DF等于底边EF;因此角DAF等于角EAF。
ἡ ἄρα δοθεῖσα γωνία εὐθύγραμμος ἡ ὑπὸ ΒΑΓ δίχα τέτμηται ὑπὸ τῆς ΑΖ εὐθείας·
因此,已知直线角BAC已被直线AF二等分。
ὅπερ ἔδει ποιῆσαι.
——这就是所要作的。
§1.prop.10τὴν δοθεῖσαν εὐθεῖαν πεπερασμένην δίχα τεμεῖν.
二等分一个已知有限直线。
ἔστω ἡ δοθεῖσα εὐθεῖα πεπερασμένη ἡ ΑΒ·
设已知有限直线为AB。
δεῖ δὴ τὴν ΑΒ εὐθεῖαν πεπερασμένην δίχα τεμεῖν.
要求二等分此有限直线AB。
συνεστάτω ἐπʼ αὐτῆς τρίγωνον ἰσόπλευρον τὸ ΑΒΓ, καὶ τετμήσθω ἡ ὑπὸ ΑΓΒ γωνία δίχα τῇ ΓΔ εὐθείᾳ·
在其上作正三角形 ABC,并以直线CD二等分角ACB。
λέγω, ὅτι ἡ ΑΒ εὐθεῖα δίχα τέτμηται κατὰ τὸ Δ σημεῖον.
我说,直线AB已被在点D处二等分。
ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ ΑΓ τῇ ΓΒ, κοινὴ δὲ ἡ ΓΔ, δύο δὴ αἱ ΑΓ, ΓΔ δύο ταῖς ΒΓ, ΓΔ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ· καὶ γωνία ἡ ὑπὸ ΑΓΔ γωνίᾳ τῇ ὑπὸ ΒΓΔ ἴση ἐστίν· βάσις ἄρα ἡ ΑΔ βάσει τῇ ΒΔ ἴση ἐστίν.
因为,由于AC等于CB,且CD是公共的,所以两边AC、CD分别等于两边BC、CD;并且角ACD等于角BCD;因此底边AD等于底边BD。
ἡ ἄρα δοθεῖσα εὐθεῖα πεπερασμένη ἡ ΑΒ δίχα τέτμηται κατὰ τὸ Δ·
因此,已知有限直线AB已被在点D处二等分。
ὅπερ ἔδει ποιῆσαι.
——这就是所要作的。
§1.prop.11τῇ δοθείσῃ εὐθείᾳ ἀπὸ τοῦ πρὸς αὐτῇ δοθέντος σημείου πρὸς ὀρθὰς γωνίας εὐθεῖαν γραμμὴν ἀγαγεῖν.
从已知直线上的已知点起,作一直线与已知直线成直角。
ἔστω ἡ μὲν δοθεῖσα εὐθεῖα ἡ ΑΒ τὸ δὲ δοθὲν σημεῖον ἐπʼ αὐτῆς τὸ Γ·
设已知直线为AB,其上已知点为C。
δεῖ δὴ ἀπὸ τοῦ Γ σημείου τῇ ΑΒ εὐθείᾳ πρὸς ὀρθὰς γωνίας εὐθεῖαν γραμμὴν ἀγαγεῖν.
要求从点C起,作一直线与直线AB 成直角。
εἰλήφθω ἐπὶ τῆς ΑΓ τυχὸν σημεῖον τὸ Δ, καὶ κείσθω τῇ ΓΔ ἴση ἡ ΓΕ, καὶ συνεστάτω ἐπὶ τῆς ΔΕ τρίγωνον ἰσόπλευρον τὸ ΖΔΕ, καὶ ἐπεζεύχθω ἡ ΖΓ·
在AC上任取一点D,并使CE等于CD,在DE上作正三角形FDE,并连结FC。
λέγω, ὅτι τῇ δοθείσῃ εὐθείᾳ τῇ ΑΒ ἀπὸ τοῦ πρὸς αὐτῇ δοθέντος σημείου τοῦ Γ πρὸς ὀρθὰς γωνίας εὐθεῖα γραμμὴ ἦκται ἡ ΖΓ. ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ ΔΓ τῇ ΓΕ, κοινὴ δὲ ἡ ΓΖ, δύο δὴ αἱ ΔΓ, ΓΖ δυσὶ ταῖς ΕΓ, ΓΖ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ·
我说,对于已知直线AB,从其上已知点C起,已作出了与之成直角的直线FC。
καὶ βάσις ἡ ΔΖ βάσει τῇ ΖΕ ἴση ἐστίν· γωνία ἄρα ἡ ὑπὸ ΔΓΖ γωνίᾳ τῇ ὑπὸ ΕΓΖ ἴση ἐστίν· καί εἰσιν ἐφεξῆς.
因为,由于DC等于 CE,且CF是公共的,所以两边DC、CF分别等于两边EC、CF;且底边DF等于底边FE;因此角DCF等于角ECF;并且它们是邻角。
ὅταν δὲ εὐθεῖα ἐπʼ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ, ὀρθὴ ἑκατέρα τῶν ἴσων γωνιῶν ἐστιν· ὀρθὴ ἄρα ἐστὶν ἑκατέρα τῶν ὑπὸ ΔΓΖ, ΖΓΕ. τῇ ἄρα δοθείσῃ εὐθείᾳ τῇ ΑΒ ἀπὸ τοῦ πρὸς αὐτῇ δοθέντος σημείου τοῦ Γ πρὸς ὀρθὰς γωνίας εὐθεῖα γραμμὴ ἦκται ἡ ΓΖ·
而当一条直线立在另一条直线上时,如果它使相邻的角彼此相等,那么这些相等角中的每一个都是直角;因此角DCF、FCE中的每一个都是直角。 因此,对于已知直线AB,从其上已知点C起,已作出了与之成直角的直线FC。
ὅπερ ἔδει ποιῆσαι.
——这就是所要作的。

词汇与语法注释

  1. §1.prop.9δεῖ δὴ αὐτὴν δίχα τεμεῖν — 使用无人称动词 δεῖ 的句子,是表明作图目标的“确定”(diorismos)的标准表达,采用了带冠词的不定式结构(以 αὐτήν 为主语,τεμεῖν 为不定式)。
  2. §1.prop.9εἰλήφθω — 第三人称单数完成命令式被动态。这是希腊数学中用于命令设定假设几何对象(“设取……”)的典型数学命令式用法。
  3. §1.prop.11καί εἰσιν ἐφεξῆς — 主语是前述的两个角。指出它们是“相邻”(ἐφεξῆς)的,从而为应用随后的直角定义(定义10)提供了前提条件。

引用这一段

欧几里得, 几何原本 §1.prop.9-1.prop.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:1.prop.9-1.prop.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。