Humanitext Reader

欧几里得 · 几何原本 §1.prop.5-1.prop.6

等腰三角形底角相等及其逆命题证明

第 6 段,共 316 段 · 希腊语

内容简介

命题5证明了等腰三角形的底角以及底边之下延长线上的角相等;命题6则证明其逆命题,即利用反证法证明两角相等的三角形其所对的两边也相等。

§1.prop.5τῶν ἰσοσκελῶν τριγώνων αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις εἰσίν, καὶ προσεκβληθεισῶν τῶν ἴσων εὐθειῶν αἱ ὑπὸ τὴν βάσιν γωνίαι ἴσαι ἀλλήλαις ἔσονται.
在等腰三角形中,底边上的角彼此相等;并且若将相等的直线延长,则底边之下的角也将彼此相等。
ἔστω τρίγωνον ἰσοσκελὲς τὸ ΑΒΓ ἴσην ἔχον τὴν ΑΒ πλευρὰν τῇ ΑΓ πλευρᾷ, καὶ προσεκβεβλήσθωσαν ἐπʼ εὐθείας ταῖς ΑΒ, ΑΓ εὐθεῖαι αἱ ΒΔ, ΓΕ·
设ABC为等腰三角形,其边AB 等于边AC,并设在直线AB、AC的延长线上,分别延长出直线BD、CE。
λέγω, ὅτι ἡ μὲν ὑπὸ ΑΒΓ γωνία τῇ ὑπὸ ΑΓΒ ἴση ἐστίν, ἡ δὲ ὑπὸ ΓΒΔ τῇ ὑπὸ ΒΓΕ. εἰλήφθω γὰρ ἐπὶ τῆς ΒΔ τυχὸν σημεῖον τὸ Ζ, καὶ ἀφῃρήσθω ἀπὸ τῆς μείζονος τῆς ΑΕ τῇ ἐλάσσονι τῇ ΑΖ ἴση ἡ ΑΗ, καὶ ἐπεζεύχθωσαν αἱ ΖΓ, ΗΒ εὐθεῖαι.
我说,角ABC等于角ACB,且角CBD等于角BCE。
ἐπεὶ οὖν ἴση ἐστὶν ἡ μὲν ΑΖ τῇ ΑΗ ἡ δὲ ΑΒ τῇ ΑΓ, δύο δὴ αἱ ΖΑ, ΑΓ δυσὶ ταῖς ΗΑ, ΑΒ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ·
因为,设在BD上任意取一点F,并从较长的AE上截取等于较短的AF的AG,并连结直线FC、GB。
καὶ γωνίαν κοινὴν περιέχουσι τὴν ὑπὸ ΖΑΗ·
因为,由于AF等于AG,且AB等于AC,所以两直线FA、AC分别等于两直线GA、AB;并且它们夹一个公共角FAG。
βάσις ἄρα ἡ ΖΓ βάσει τῇ ΗΒ ἴση ἐστίν, καὶ τὸ ΑΖΓ τρίγωνον τῷ ΑΗΒ τριγώνῳ ἴσον ἔσται, καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι ἔσονται ἑκατέρα ἑκατέρᾳ, ὑφʼ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν, ἡ μὲν ὑπὸ ΑΓΖ τῇ ὑπὸ ΑΒΗ, ἡ δὲ ὑπὸ ΑΖΓ τῇ ὑπὸ ΑΗΒ. καὶ ἐπεὶ ὅλη ἡ ΑΖ ὅλῃ τῇ ΑΗ ἐστιν ἴση, ὧν ἡ ΑΒ τῇ ΑΓ ἐστιν ἴση, λοιπὴ ἄρα ἡ ΒΖ λοιπῇ τῇ ΓΗ ἐστιν ἴση.
因此,底边FC等于底边GB,且三角形AFC等于三角形AGB,并且余下的角也分别等于余下的角,即相等的边所对的角,角ACF等于角ABG,角AFC等于角AGB。 并且,因为整体AF等于整体AG,其中AB等于AC,所以余下的BF等于余下的CG。
ἐδείχθη δὲ καὶ ἡ ΖΓ τῇ ΗΒ ἴση· δύο δὴ αἱ ΒΖ, ΖΓ δυσὶ ταῖς ΓΗ, ΗΒ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ· καὶ γωνία ἡ ὑπὸ ΒΖΓ γωνίᾳ τῇ ὑπὸ ΓΗΒ ἴση, καὶ βάσις αὐτῶν κοινὴ ἡ ΒΓ·
而 FC也已被证明等于GB;因此,两边BF、FC分别等于两边CG、GB;且角BFC等于角CGB,并且它们的底边BC是公共的。
καὶ τὸ ΒΖΓ ἄρα τρίγωνον τῷ ΓΗΒ τριγώνῳ ἴσον ἔσται, καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι ἔσονται ἑκατέρα ἑκατέρᾳ, ὑφʼ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν·
因此,三角形BFC也将等于三角形CGB,并且余下的角也分别等于余下的角,即相等的边所对的角。
ἴση ἄρα ἐστὶν ἡ μὲν ὑπὸ ΖΒΓ τῇ ὑπὸ ΗΓΒ ἡ δὲ ὑπὸ ΒΓΖ τῇ ὑπὸ ΓΒΗ. ἐπεὶ οὖν ὅλη ἡ ὑπὸ ΑΒΗ γωνία ὅλῃ τῇ ὑπὸ ΑΓΖ γωνίᾳ ἐδείχθη ἴση, ὧν ἡ ὑπὸ ΓΒΗ τῇ ὑπὸ ΒΓΖ ἴση, λοιπὴ ἄρα ἡ ὑπὸ ΑΒΓ λοιπῇ τῇ ὑπὸ ΑΓΒ ἐστιν ἴση· καί εἰσι πρὸς τῇ βάσει τοῦ ΑΒΓ τριγώνου.
因此,角FBC等于角GCB,且角BCF等于角CBG。 因为,由于整体角ABG已被证明等于整体角ACF,其中角CBG等于角BCF,所以余下的角ABC等于余下的角ACB;并且它们在三角形ABC的底边上。
ἐδείχθη δὲ καὶ ἡ ὑπὸ ΖΒΓ τῇ ὑπὸ ΗΓΒ ἴση· καί εἰσιν ὑπὸ τὴν βάσιν.
而角FBC也已被证明等于角GCB;并且它们在底边之下。
τῶν ἄρα ἰσοσκελῶν τριγώνων αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις εἰσίν, καὶ προσεκβληθεισῶν τῶν ἴσων εὐθειῶν αἱ ὑπὸ τὴν βάσιν γωνίαι ἴσαι ἀλλήλαις ἔσονται·
因此,在等腰三角形中,底边上的角彼此相等;并且若将相等的直线延长,则底边之下的角也将彼此相等。
ὅπερ ἔδει δεῖξαι.
——这就是所要证明的。
§1.prop.6ἐὰν τριγώνου αἱ δύο γωνίαι ἴσαι ἀλλήλαις ὦσιν, καὶ αἱ ὑπὸ τὰς ἴσας γωνίαις ὑποτείνουσαι πλευραὶ ἴσαι ἀλλήλαις ἔσονται.
如果一个三角形的两角彼此相等,那么等角所对的边也将彼此相等。
ἔστω τρίγωνον τὸ ΑΒΓ ἴσην ἔχον τὴν ὑπὸ ΑΒΓ γωνίαν τῇ ὑπὸ ΑΓΒ γωνίᾳ·
设ABC为三角形,其角ABC 等于角ACB。
λέγω, ὅτι καὶ πλευρὰ ἡ ΑΒ πλευρᾷ τῇ ΑΓ ἐστιν ἴση.
我说,边AB也等于边AC。
εἰ γὰρ ἄνισός ἐστιν ἡ ΑΒ τῇ ΑΓ, ἡ ἑτέρα αὐτῶν μείζων ἐστίν.
因为,如果AB不等于AC,那么其中之一较大。
ἔστω μείζων ἡ ΑΒ, καὶ ἀφῃρήσθω ἀπὸ τῆς μείζονος τῆς ΑΒ τῇ ἐλάττονι τῇ ΑΓ ἴση ἡ ΔΒ, καὶ ἐπεζεύχθω ἡ ΔΓ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΔΒ τῇ ΑΓ κοινὴ δὲ ἡ ΒΓ, δύο δὴ αἱ ΔΒ, ΒΓ δύο ταῖς ΑΓ, ΓΒ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ, καὶ γωνία ἡ ὑπὸ ΔΒΓ γωνίᾳ τῇ ὑπὸ ΑΓΒ ἐστιν ἴση·
设AB较大,并从较长的AB上截取等于较短的AC的DB,并连结DC。 因为,由于DB等于AC,且BC是公共的,所以两边DB、BC分别等于两边AC、CB;且角DBC 等于角ACB。
βάσις ἄρα ἡ ΔΓ βάσει τῇ ΑΒ ἴση ἐστίν, καὶ τὸ ΔΒΓ τρίγωνον τῷ ΑΓΒ τριγώνῳ ἴσον ἔσται, τὸ ἔλασσον τῷ μείζονι· ὅπερ ἄτοπον·
因此,底边DC等于底边AB,且三角形DBC也将等于三角形ACB,较小的等于较大的;而这是荒谬的。
οὐκ ἄρα ἄνισός ἐστιν ἡ ΑΒ τῇ ΑΓ· ἴση ἄρα.
因此,AB不与AC不等;所以它们相等。
ἐὰν ἄρα τριγώνου αἱ δύο γωνίαι ἴσαι ἀλλήλαις ὦσιν, καὶ αἱ ὑπὸ τὰς ἴσας γωνίας ὑποτείνουσαι πλευραὶ ἴσαι ἀλλήλαις ἔσονται·
因此,如果一个三角形的两角彼此相等,那么等角所对的边也将彼此相等。
ὅπερ ἔδει δεῖξαι.
——这就是所要证明的。

词汇与语法注释

  1. 1.prop.5προσεκβληθεισῶν τῶν ἴσων εὐθειῶν — 属格绝对结构。意为“等长直线被延长时”。
  2. 1.prop.5ὧν — 关系代词的复数属格。先行词为整体的AF和AG,起部分属格(或减法属格)的作用,意为“在它们之中”。
  3. 1.prop.6βάσει τῇ ΑΒ — 文本作 `τῇ ΑΒ`(等于AB),但在数学上应为 `τῇ ΑΓ`(等于AC)之误。将前一命题4应用于三角形DBC与ACB时,根据夹在等边(DB = AC, BC = CB)之间的等角(∠DBC = ∠ACB),其底边DC与AC应当相等。
  4. 1.prop.6τὸ ἔλασσον τῷ μείζονι — 接在动词 `ἴσον ἔσται`(将相等)之后的同位语或说明性补充。语境中表示“较小的等于较大的”,这构成了随后的荒谬(ἄτοπον)的原因。

引用这一段

欧几里得, 几何原本 §1.prop.5-1.prop.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:1.prop.5-1.prop.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。