§5.1Καὶ ἀφικόμεθα εἰς Μακεδονίαν, ὦ βέλτιστε Κηφισοφῶν, τό τε σῶμα οὐ μοχθηρῶς διατεθέντες καὶ ὡς οἷόν τε μάλιστα ἦν ἐπιεικῶς κομιζόμενοι συντόμως, καὶ ἀπεδέξατο ἡμᾶς Ἀρχέλαος, ὡς εἰκός τε ἦν καὶ προσεδοκῶμεν ἡμεῖς, οὐ δωρεαῖς μόνον, ὧν οὐδὲν ἐχρήζομεν ἡμεῖς, ἀλλὰ καὶ φιλοφροσύναις, ὧν οὐδ’ ἂν εὔξαιτό τις μείζους παρὰ βασιλέων.
最善的凯菲索丰啊,我们已经抵达了马其顿,身体状况并无不适,且在尽可能舒适和迅速的旅途中被护送而来。 阿基劳斯接纳了我们,正如所应当的以及我们所期待的那样,他不仅赠予了我们完全不需要的礼物,还给予了我们无法向君王祈求更多的热情款待。
καὶ κατελάβομεν Κλίτωνα ἐρρωμένον, καὶ ἔστιν ἡμῖν σὺν ἐκείνῳ τὰ πολλὰ καί, ὅταν τύχῃ, σὺν Ἀρχελάῳ ἄμεμπτος ἡ διαγωγή, πρός τε τοῖς ἔργοις οὐδὲν κωλυόμεθα τοῖς τούτων γίγνεσθαι.
我们发现克里同身体健朗,我们与他在一起,以及在合适的时候与阿基劳斯在一起的起居生活是无可挑剔的,并且我们致力于他们的活动也未受到任何阻碍。
ἀλλὰ πολὺς μὲν ἔγκειται ὁ Κλίτων, πολὺς δὲ καὶ ὁ Ἀρχέλαος, ἑκάστοτε φροντίζειν τι καὶ ποιεῖν τῶν εἰωθότων ἀναγκάζοντες, ὥστε ἔμοιγε μισθὸν οὐκ ἀηδῆ μὲν οὖν οὐδὲ ἄπονον δοκεῖ Ἀρχέλαος ἀναπράσσεσθαι τῶν τε δωρεῶν, ὧν ἔδωκέ μοι εὐθὺς ἀφικομένῳ, καὶ ὅτι εἱστία με λαμπρότερον ἢ ἐμοὶ φίλον ἦν ἑκάστης ἡμέρας.
然而,克里同和阿基劳斯都频频督促,每次都强迫我们去思考和做一些惯常的事情,以至于在我看来,阿基劳斯似乎在为我一到就送给我的礼物,以及每天用比我所喜欢的更奢华的方式款待我,向我索取一份并非不愉快也并非不费力气的报酬。
§5.2(2) περὶ δὲ ὧν ἐπέστειλας ἡμῖν σὺ μὲν εὖ ποιεῖς ἐπιστέλλων ἃ δοκεῖς ἡμῖν εἰδέναι διαφέρειν·
(2) 至于你写信给我们的那些事,你写下那些你认为对我们有所裨益的事情确实做得很好。
ἴσθι μέντοι μηδὲν μᾶλλον ἡμῖν ὧν νῦν Ἀγάθων ἢ Μέσατος λέγει μέλον ἢ τῶν Ἀριστοφάνους φληναφημάτων οἶσθά ποτε μέλον.
然而,请确信,我们对阿加通或梅萨托斯现在所说的话,丝毫不比你所知我们曾经对阿里斯托芬的废话更在乎。
καὶ τούτοις γε ἂν ἀδικήσαις ἡμᾶς εἰς τὰ μάλιστα ἀποκρινάμενός ποτε, κἂν ὅλως μὴ παυομένους τῆς ἀναγωγίας αὐτοὺς ὁρᾷς.
如果你对他们做出任何回应,哪怕你看到他们完全没有停止无礼,你也将是对我们极大的不公。
ἢν μέντοι τις τῶν ἀξίων περὶ Εὐριπίδου λέγειν τι ἢ ἀκούειν αἰτιᾶται ἡμᾶς τῆς πρὸς Ἀρχέλαον ὁδοῦ, ἃ μὲν τὸ πρόσθεν εἴπομεν περὶ τοῦ μὴ δεῖν εἰς Μακεδονίαν ἡμᾶς ἀποδημεῖν ἐπιστάμενος, ἃ δὲ μετὰ ταῦτα ἡμᾶς ἀπηνάγκασε βαδίσαι ἀγνοῶν, τοῦτον δὲ ἄξιον νόμιζε δηλοῦν αὐτῷ ἅπερ οἶσθα, ὦ Κηφισοφῶν, καὶ οὕτω πεπαύσεται ἀγνοῶν τὰς αἰτίας καὶ ἅμα, ὅπερ εἰκός ἐστι τὸν ἀγνοοῦντα πάσχειν, καταγινώσκων ἡμῶν ὡς φιλοχρημάτων γενομένων.
然而,如果任何配得上对欧里庇得斯发表意见或倾听的人,因我们前往阿基劳斯处而指责我们,他虽知道我们之前关于不应旅居马其顿的说法,却不知道此后是什么迫使我们起程,凯菲索丰啊,请认为应当向这个人说明你所知道的真相。 这样,他将不再对原因一无所知,同时也停止像无知者常做的那样,谴责我们变成了贪财之人。
§5.3(3) οὐ γάρ που δὴ πορφύραν καὶ σκῆπτρον φορεῖν ἢ φρούρια λαβόντας ἐν Τριβαλλοῖς ἡγεῖσθαι ὑπάρχους καλουμένους ὀρεχθῆναί τις ἂν φήσειεν ἡμᾶς καὶ διὰ τοῦτο δὴ στείλασθαι τὴν πρὸς Ἀρχέλαον ὁδόν, ἀλλὰ δῆλον ὅτι πλούτου ἕνεκα.
(3) 因为绝不会有人说,我们是渴望身披紫袍、手持权杖,或者在特里巴利人中执掌要塞并被称为副官去统治,从而才启程前往阿基劳斯那里的;相反,这显然会被归结为是为了财富。
εἶτα πῶς ὃν ὅτε νέοι τε καὶ ὅτε μέσοι τὴν ἡλικίαν ἦμεν, καὶ ὃν ἔτι ζώσης ἡμῖν τῆς μητρός, ἧς ἕνεκα ἂν μόνης ἐβουλόμεθα πλουτεῖν, εἴπερ ἄλλως ἐβουλόμεθα, οὐχ ὅπως ἐδιώξαμεν, ἀλλὰ καὶ ἀπεωσάμεθα ἐγκείμενον, τὸν αὐτὸν τοῦτον πλοῦτον ἤδη τηλικοῖσδε οὖσιν ἡμῖν ἱμερτὸν εἶναι εἰκότως ἄν τις νομίσειεν, εἰ μὴ διὰ τοῦτο ἄρα πολλὰ λαβεῖν σὺν ἀδοξίᾳ τέ τινι ἡμετέρᾳ καὶ οὐδὲ ἀπολαύσει ἔτι οὐδεμιᾷ ἐπεθυμήσαμεν, ἵνα ἐν βαρβάρῳ γῇ ἀποθάνωμεν, καὶ ἵνα πλείονα Ἀρχελάῳ καταλίπωμεν χρήματα;
那么,当我们年轻和中年时,甚至当我们的母亲还健在时——如果说我们曾有任何致富的愿望,她便是我们唯一愿意为其致富的人——我们不仅没有追求,甚至在财富主动逼近时还将其推开,而如今已经到了这般年纪的我们,怎能被任何人合理地认为会去渴望这同样的财富呢? 除非我们确实荒谬地渴望在背负恶名的同时获取大量财富,且在不再享有任何乐趣的情况下,只为了死在野蛮人的土地上,并给阿基劳斯留下更多的财产。