§4.1Καὶ τὰ περὶ τοὺς Πελλαίους, ὦ βέλτιστε Ἀρχέλαε, καὶ πολλὰ ἄλλα πεπολίτευταί σοι καλῶς καὶ πρὸς ἐμὲ καὶ πρὸς ἑτέρους ἐπιεικεῖς τε καὶ σπουδῆς ἀξίους πολλούς, καὶ οὐχ ἧσσον αὐτά, εὖ ἴσθι, ὅσα πρὸς ἄλλους τινάς, ἢ ὅσα πρὸς ἡμᾶς ἰδίᾳ πέπρακταί σοι καλῶς, ἐπιμελές μοι εἰδέναι, οὐ φιλοπράγμονι ὄντι, ἀλλὰ χαίροντι ἐφ’ οἷς εὐδοκιμοῦντα πυνθάνομαί σε, καὶ χάριν σοι οὐκ ἐλάττω ὑπὲρ αὐτῶν ἔχω·
最善的阿基劳斯啊,不仅是关于佩拉人的事务,还有许多其他的事情,你都对我以及许多其他体面且配受尊重的人处理得极好。 请确信,你对其他人所做出的任何美妙行为,我都同样渴望知晓,正如同你对我们个人所行的一样,这并非因为我是个多管闲事的人,而是因为我为你被人们赞誉而感到高兴,并且我也因此对你怀有同样深切的感激。
οὐ γὰρ ἀφ’ ὧν αὐτὸς ἔπαθόν τι ἰδίᾳ δεῖν μᾶλλον ἡσθῆναι ἢ ὅτι σε τοιοῦτον ὄντα ἔγνων ἔγωγε νομίζω.
因为我绝不认为,与得知你是如此优秀的人相比,我自己私人蒙受了什么恩惠更值得让我高兴。
ταὐτὸ δὴ τοῦτό μοι περίεστιν ἀπὸ παντὸς ἔργου, ὅ τι ἂν εἰς ὁντινοῦν τῶν ἐπιεικῶν πυνθάνωμαί σε καλῶς πεπολιτευμένον.
确实,每当我听说你对任何一位体面的人做出了高尚的举动,这种同样的感觉都会从每一件善行中油然而生。
§4.2(2) καὶ μέμνησο τούτων, ὦ βέλτιστε Ἀρχέλαε, ὅτι τὰ μὲν ἄλλα οὐδὲν πλέον ἢ πολλοὺς πόνους καὶ πολλὰς φροντίδας ἔδωκέ σοι ὁ θεός, ἓν δὲ ἔδωκεν ἀγαθὸν, δύνασθαι εὖ ποιεῖν οὓς ἂν ἐθέλῃς, θέλειν δὲ δεῖ τοὺς ἀξίους.
(2) 最善的阿基劳斯啊,请记住这些:神在其他方面没有给你比许多劳苦和许多忧虑更多的东西,但他给了你一件好东西,那就是有能力去造福任何你想要造福的人,而你应当想要造福那些配受之人。
καὶ τὰ μὲν ἄλλα ἐπ’ αὐτῷ βουλομένῳ ἐστὶν ἀφελέσθαι, ἓν δὲ οὐδὲ βουληθείς ποτε ἀφαιρήσεται, τὸ πολλοὺς εὖ πεποιηκέναι.
其他的一切,只要神愿意,都可以收回,但只有一件事,即使他愿意也绝不能夺去,那就是曾造福过许多人的事实。
ὥστε εὖ ἴσθι, ὅτι οὐδεμία μείζων ἀνδρὶ γενομένῳ ποτὲ ἐν δυνάμει μεταμέλεια καὶ πολυωδυνία γίγνεται ἢ εἰ διδόντος τοῦ θεοῦ μηδένα ἔδρασεν ἀγαθὸν μηδὲ ἕν, βουλομένῳ δὲ δρᾶν πέπαυται διδοὺς ὁ θεός.
因此,请确信,对于一个曾手握大权的人来说,没有什么比在神赐予的时候未曾对任何人做过任何一件善事,而当他想要去做时,神却停止了赐予更让他感到无比后悔和痛苦的了。
ἀλλ’ οὐ σύ γε ἂν τοῦτο πώποτε πάθοις, οὐδὲ ἀνιάσῃ ὅτι οἴχεται ὁ καιρὸς εἰς ἀνθρώπων εὐεργεσίαν ἀνεθεὶς φροῦδος ἤδη καὶ πέπαυται παρὼν ὁ θεός, ἀλλὰ καὶ παρέσται μὲν ἀεὶ καὶ στήσεται κατόπιν ἀξίῳ γε ὄντι καὶ χρωμένῳ ταῖς ἑαυτοῦ χάρισι δεξιῶς.
但你绝不会遭遇这种事,你也不会因为致力于造福人类的良机已逝、同在的神已停止赐予而感到痛苦;相反,只要你确实配受并巧妙地利用他的恩惠,神就会一直与你同在,并站在你身后支持你。
§4.3(3) ἀλλὰ δῆτα, κἂν ἐπίσχῃ πνέων, πάντως ἤδη και πόλεις καὶ ἔθνη καὶ ἰδιῶται πολλοὶ καὶ ᾔσθοντο τῆς σῆς δυνάμεως οὐ σὺν κακῷ, καὶ ἔχουσιν ἀπόμοιραν τῆς σῆς εὐπραξίας.
(3) 即使神停止了呼吸(不再赐予生命之息),各大城市、诸族人民以及许多个人也早已真切地感受到了你的权柄并非为了带来邪恶,并且他们都分享了你的繁荣。
καὶ οἱ μὲν πόνοι παύσαιντ’ ἂν ἐκστάντος σοῦ καὶ τὸ κινδυνεύειν καὶ αἱ φροντίδες, τὸ δὲ συνειδὸς ὧν τε ἔπαθον τοῖς παθοῦσι καὶ σοὶ τῷ πεποιηκότι ἀεὶ μενεῖ οὐ μικρὸν οὔτε κτῆμα οὔτε ἀπόλαυσμα, ἀλλὰ ἀρκοῦν τοῦτο καὶ ἐν δυσπραγίαις ἡδονὰς παρέχειν.
如果你退位(或离世),那些劳苦、危险和忧虑固然会止息,但受惠者对所受恩惠的记忆,以及作为行善者的你对自身行为的觉知,将永远留存,这绝非微不足道的财富或享受,而是足以在逆境中依然带来快乐的源泉。
ταῦτα δὴ παρακελεύομαι πράσσειν τε ἀεὶ καὶ μὴ ἀποκάμνειν, ὥσπερ οὐδ’ ἀποκάμοις ἄν, οὐδ’ ἔστι τις τούτου κόρος, τὰ δ’ ἄλλα πράως ὁμοίως καὶ δεξιῶς χρῆσθαι τῇ παρούσῃ δυνάμει·
因此,我勉励你始终践行这些事且永不倦怠——正如你也不会倦怠,且对此永远不会感到厌足——并且在其他事务中也同样温和且巧妙地运用你现有的权力。
καὶ γὰρ τοῦτο αὐτὸ οὐκ ἄλλον τινὰ ἀνθρώπων, οὐδ’ ὅστις τεθνήξεσθαι παραχρῆμα μέλλων σοῦ κελεύσαντος ἀφεθῇ, ἐκεῖνον μᾶλλον ἢ σεαυτὸν εὐφρανεῖ τὸ τοιοῦτον εἶναι τὸν τρόπον.
因为这种品格本身,比起取悦其他任何人,甚至是那个因你的命令而免于立时受死的人,都更能取悦你自己。
§4.4(4) ἔτι γε μὴν καὶ τὸ τοὺς ἁπανταχόθι τιμῆς καὶ λόγου τινὸς τῶν Ἑλλήνων ἀξίους καὶ μάλιστα τοὺς κατὰ τὰς τέχνας σπουδαζομένους καὶ πάλιν αὖ μάλιστα τούτων ἁπάντων τοὺς ποιεῖν ἢ λέγειν τι κατὰ παιδείαν δυναμένους μετακαλεῖσθαί σε πανταχόθεν καὶ χορηγίαις τῶν ἐπιτηδείων ἀφθόνοις καὶ ταῖς ἄλλαις φιλοφροσύναις τημελεῖν, ὅπως ἀπαλλαγέντες τῶν ἄλλων φροντίδων ἐπιδιδῶσιν ἀεὶ διὰ σὲ καὶ προίωσιν ἐν ταῖς ἑαυτῶν ἔκαστοι τέχναις, καὶ τούτων ἀναπιμπλάναι τὸν οἶκον, ἀλλὰ μὴ κολάκων καὶ βωμολόχων ἀνθρώπων, καὶ τούτους θεραπεύειν αὐτόν, οὐχ ὑπ’ ἐκείνων θεραπεύεσθαι, μᾶλλον ὁμολογοῦντα, ὥσπερ ἔστι πυνθάνεσθαι πολλάκις, ὅτι ἐπ’ ἐκείνοις μᾶλλόν ἐστι τὸ σὲ εἶναι ὁποῖος εἶ καὶ τὸ τοιοῦτον ὄντα παρὰ τοῖς ἔπειτα ἀνθρώποις λόγου τυχεῖν, ἢ ἐπὶ σοὶ τὸ ἐκείνους εὐτυχεῖν·
(4) 此外,还有一件事:你从各处召集希腊人中随处可见的、配受尊敬和赞誉的人,尤其是那些在各门技艺中受到重视的人,而在这些人中,又特别是那些能够根据教养进行创作或演说的人,并用充足的生活必需品和其它的热情款待来照料他们,使他们能够免于其他的忧虑,因你而不断取得进步,在各自的技艺中前行;用这样的人充满你的宫殿,而不是用谄媚者和粗俗之辈;并且由你亲自敬重他们,而不是由他们来服侍你,甚至更愿意承认——正如人们常能听到的那样——你是一个怎样的人,以及作为一个这样的人能在后世之人中赢得名声,更多是取决于他们(的笔墨),而不是他们能获得幸运取决于你。
ἐκείνοις μέν γε, κὰν ὑπολίπωσιν αἱ παρὰ σοῦ δωρεαί, καὶ πλοῦτον αὐτάρκη καὶ δόξαν εἶναι καὶ ̔ἡδονὴν τὰς τέχνας.
因为对他们来说,即使来自你的赏赐中断,他们的技艺本身也就是充足的财富、名誉和快乐。
τίς σ’ οὐκ ἂν ἀγάσαιτο καὶ μακαρίσειε τούτων ἁπάντων, καὶ μάλιστα ὅτι ὁμολον ἤδη καὶ ἴσασι πάντες εἰς τοῦτό σε ἥκοντα τῆς πρὸς τοὺς συνόντας σοι φιλανθρωπίας, ὥστε τὴν μὲν ἰσχὺν καὶ πάνυ σοι συμβάλλεσθαι, τὸ δὲ ὄνομα μηδὲν ἀντιπράσσειν τὸ τοῦ βασιλέως εἰς τὸ στέργεσθαι ὑπὸ τῶν φίλων.
对于所有这一切,谁能不赞叹你并称你为有福呢? 尤其是,如今所有人已经一致知晓,你对身边之人的仁慈已达到如此高度,以至于你的权力虽对你大有助益,但国王的称号却丝毫不阻碍你被朋友们所爱戴。