Humanitext Reader

欧里庇得斯 · 书信集 §5.4-5.6

拒绝阿基劳斯的馈赠与同索福克勒斯的和解

第 6 段,共 6 段 · 希腊语

内容简介

作者说明了自己拒绝阿基劳斯巨额金钱赠礼并将其他礼物分发给雅典朋友的事实。他驳斥了关于其贪财或追求权力的指控,强调自己在雅典时便已拥有影响力,并解释了自己与索福克勒斯的和解以及针对他们的阴谋。

§5.4(4) ἔτι δὲ δὴ καὶ προσθείης ὅτι, ἐπειδὴ τάχιστα ἀφικόμεθα εἰς Μακεδονίαν, ὀλίγαις ὕστερον ἡμέραις τεσσαράκοντα τάλαντα ἀργυρίου διδόντος Ἀρχελάου καὶ ἀγανακτοῦντος ὅτι οὐ λαμβάνοιμεν, ἀντέσχομεν μὴ λαβεῖν, τῶν δὲ ἄλλων δώρων ὁπόσα ἢ Κλίτων ἔδωκεν ἡμῖν ἢ Ἀρχέλαος ἔπεισε λαβεῖν, οὐκ ἔσθ’ ὅ τι ἐνθάδε ὑπολελείμμεθα, ἀλλ’ οἴχονται αὐτὰ φέροντες οἵπερ καὶ ταύτην τὴν ἐπιστολὴν φέρουσιν, ὑμῖν τοῖς αὐτόθι ἑταίροις καὶ ἐπιτηδείοις νεμήσοντες ἅπαντα.
(4) 此外,你还应当加上:在我们一抵达马其顿后,仅仅过了几天,阿基劳斯提出赠予四十塔兰同白银,并因我们不愿接受而感到恼怒,但我们依然坚持不接受。 至于克里同给予我们的、或阿基劳斯劝说我们接受的其他礼物,我们在这里没有留下任何东西,相反,正是携带这封信的人将它们带走了,他们要把这一切分发给你们这些在当地的同伴和朋友。
τίς δ’ ἂν οὕτως εὑρεθείη ἔτι σκαιὸς καὶ βάσκανος τὸν τρόπον, ὅστις ἂν φιλοχρηματίᾳ με θελχθέντα ταύτην ἀποδημῇσαι ὑπολάβοι τὴν ἀποδημίαν;
还有谁会被发现性格如此愚蠢和刻薄,以至于认为我是受金钱诱惑而踏上这段旅程的呢?
ἀλλὰ δήπου ἀλαζονείαν τινὰ ἢ τοῦ δύνασθαί τι μέγα ἐπιθυμίαν ἐροῦσιν.
但他们肯定会说,这是因为某种虚荣心,或是渴望获得某种巨大权力的欲望。
§5.5(5) ἀλλ’ ἡ μὲν δύναμις ἡμῖν καὶ μένουσιν Ἀθήνησιν ἡ παρὰ Ἀρχελάου καὶ πάλαι ἦν, ἄλλως τε καὶ Κλίτων οὐ τοσοῦτον ἐδύνατο μέγα τοῦ μὴ ἄλλον ἢ ὃν προῃρούμην ἐξ ἀρχῆς τρόπον βιοῦν ἐμέ, μηδ’ ὅπου μὴ ἐθέλοιμι ἀποθανεῖν, τελευταῖον δὲ καὶ παρέχειν λόγους ἐσαεὶ τοῖς κακῶς βουλομένοις ἡμᾶς λέγειν.
(5) 然而,来自阿基劳斯的影响力,甚至在我们留在雅典时,早就是我们所拥有的了。 尤其是,克里同的力量还没有大到能够阻止我按照自己从一开始选择的方式生活,也无法让我在不想死的地方死去,更无法在最后永远给那些企图诋毁我们的人提供口实。
εἰ δὲ δὴ καὶ δυνάμεώς τινος ὠρέχθημεν, τί ἄλλο ταύτῃ τῇ δυνάμει ἢ πρῶτον μὲν εἰς τὰ τῆς πόλεως, ἔπειτα εἰς τὰ τῶν φίλων χρήσεσθαι ἐμέλλομεν ἀλαζονείας τε ἕνεκα πολὺ ἂν μᾶλλον ἐν ὄψει τῶν τε φίλων καὶ οὐχ ἥκιστα τῶν ἐχθρῶν δύνασθαί τι ἐβουλόμεθα.
如果说我们确实渴望某种权力,那么我们除了首先为了城邦的事务,其次为了朋友的事务之外,还会把这种权力用于何处呢? 如果是为了虚荣,我们显然更希望在朋友,尤其是在敌人面前拥有权力。
καὶ μὴν εὐμετάβολόν γέ με οὔτε εἰς τὰ ἐπιτηδεύματα οὕτε εἰς ὑμᾶς τοὺς φίλους καὶ οὐχ ἦσσον εἰς τοὺς ἐχθροὺς σκοπῶν εἴποι τις ἄν, οἷς ἅπασιν ἐκ νέου μέχρι τοῦ νῦν τοῖς αὐτοῖς τοῖς κέχρημαι πλὴν ἑνὸς ἀνδρός, Σοφοκλέους·
事实上,审视我的行为,或者对待你们这些朋友,以及同样对待敌人的态度,谁也不能说我是个易变的人,因为从年轻到如今,除了索福克勒斯一人之外,我对所有人始终保持着同样的关系。
πρὸς γὰρ δὴ τοῦτον μόνον ἱσασί με τάχα οὐχ ὁμοίως ἀεὶ τὴν γνώμην ἔχοντα.
因为唯独对于这个人,人们或许知道我并非总是怀着同样的想法。
§5.6(6) ὃν ἐγὼ ἐμίσησα μὲν οὐδέποτε ἐθαύμασα δὲ ἀεί, ἔστερξα δ’ οὐχ ὁμοίως ἀεί, ἀλλὰ φιλοτιμότερον μέν τινα εἶναί ποτε δόξας ὑπεῖδον, βουληθέντα δὲ διαλύσασθαι τὰ νείκη προθυμότατα ὑπεδεξάμην.
(6) 我从未憎恨过他,反而始终钦佩他,但我对他的喜爱并非总是始终如一。 有一阵子,我觉得他有些过于追求名誉,因而对他产生过戒心;但当他希望化解彼此的恩怨时,我最热情地接纳了他。
καὶ ἀλλήλους μέν, ἐξ ὅτου συνέβη, στέργομέν τε καὶ στέρξομεν, τοὺς δ’ ἐμβάλλοντας ἡμῖν πολλάκις τὰς ὑπονοίας εἶναι ἐκ τοῦ ἡμᾶς ἀπεχθάνεσθαι τὸν ἕτερον θεραπεύοντες, ἄν τι πλείων ἔχωσι, διαβεβλήμεθα.
自从那次和解以来,我们彼此相爱,并且今后也将继续相爱。 然而,对于那些经常在我们要挑起猜疑、通过讨好一方来使我们互相敌对,并试图以此谋取更多利益的人,我们与他们保持着距离。
καὶ νῦν, ὦ βέλτιστε Κηφισοφῶν, οἶδ’ ὅτι οὗτοί εἰσιν οἱ τοὺς περὶ ἡμῶν λόγους ἐμβάλλοντες εἰς τοὺς ὄχλους·
如今,最善的凯菲索丰啊,我知道正是这些人将关于我们的流言蜚语散播到大众之中的。
ἀλλ’ ὥσπερ ἀεὶ ἄπρακτοι αὐτῶν αἱ κακαὶ γλῶσσαι ἐγένοντο καὶ γέλωτα ἐξ αὐτῶν καὶ μῖσος, οὐδὲν πλέον, ὠφλίσκανον, καὶ νῦν ἴσθι ὅτι οὐκ ἄπρακτοι μόνον ἀλλὰ καὶ ἐπὶ κακῷ σφίσιν ἔσονται.
但是,正如他们的恶毒舌头总是无功而返,除了给自己招来嘲笑和憎恶之外别无所获一样,你且确信,如今他们的言论不仅会落空,还会给他们自身带来灾祸。
σὺ μέντοι εὖ ποιεῖς περὶ τούτων ἡμῖν γράφων, ἐπειδήπερ οἴει ἡμῖν διαφέρειν· ἀλλ’ ὥσπερ εὖ ποιεῖς γράφων, οὕτως ἀδικεῖν σε φήσαιμ’ ἂν ἡμᾶς ἀντιλέγοντα ὑπὲρ αὐτῶν τοῖς οὐκ ἀξίοις.
然而,你写信告诉我们这些,是因为你认为这对我们十分重要,你做得很好;但是,正如你写信是做了一件好事,如果你对那些不配的人为我们进行反驳,我不得不说你这是对我们的不公。

词汇与语法注释

  1. §5.4ἀντέσχομεν μὴ λαβεῖν — 在表示拒绝、阻止或妨害的动词(此处指“坚持不接受/抵制”)之后,不定式前附带否定词 μή 的“赘余否定”句法。在翻译时,该 μή 不应被译作双重否定,而应理解为“我们拒绝接受”。
  2. §5.5τοῦ μὴ ἄλλον ἢ ὃν προῃρούμην ... βιοῦν ἐμέ — 带冠词不定式的属格形式(τοῦ μὴ ... βιοῦν)修饰前句的 οὐ τοσοῦτον ἐδύνατο μέγα(没有那么大的力量),表示结果或限制的程度(“以至于使我无法……生活”)。或者,它也可以被理解为表示阻碍或防止的属格。
  3. §5.6διαβεβλήμεθα — 动词 διαβάλλω 的完美时态被动/中动相第一人称复数形式。虽然可以被动地译为“我们被中伤”,但结合前文的分词短语(那些在我们之间挑起猜疑、通过讨好一方来使我们敌对的人),在语法上将其理解为中动相的“我们与(他们)反目/敌对”更为符合上下文。

引用这一段

欧里庇得斯, 书信集 §5.4-5.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1367.tlg001.humanitext-grc1:5.4-5.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。