§3.1Ἀφίκετο Ἀθήναζε πρὸς ἡμᾶς ὁ Πελλαῖος γέρων ἅμα τοῖς ἑαυτοῦ νεανίσκοις, καὶ ἐγένετο ἡ ὄψις, ὦ βέλτιστε βασιλεῦ, ἡδεῖα μὲν ἐμοὶ τῷ θεωμένῳ τε καὶ δι’ ὃν ταῦτα ἐγένετο, καλὴ δὲ καὶ σοὶ ἀπόντι καὶ φέρουσα δόξαν πολλὴν καὶ ζῆλον παρὰ πᾶσι τοῖς τε ἐπιτηδείοις τοῖς ἐμοῖς καὶ Ἀθηναίων ὁπόσοι εἶδον·
那位来自佩拉的老人带着他自己的年轻儿子们,来到雅典我们这里。 最善的王啊,这一景象,对于亲眼目睹且促成此事实现的我有如甘饴,而对于不在现场的你亦是荣耀,并在我所有的亲友以及看见此景的所有雅典人中,带来了极大的名声与赞羡。
εἷδον δὲ πολλοί, καὶ οὐδεὶς ὅστις οὐκ ἠγάσθη τέ σου τῆς φιλανθρωπίας καὶ συνηύξατό σοι τὰ ἀγαθά.
许多人都看见了,而且没有人不赞叹你的仁慈,并共同为你祈求福泽。
περιῄει γὰρ ὁ γέρων οὐ πολλαῖς πάνυ ἡμέραις πρότερον ἐνθάδε ῥυπῶν τε καὶ κόμην ἔχων ἐν οὕτῳ πάνυ λιτῇ τινὶ ἐλπίδι τεθειμένος τὴν σωτηρίαν τῶν παίδων, λαμπρός τε ἐξαίφνης καὶ μετὰ δυοῖν παίδοιν νεανίαιν, θύων τε τοῖς θεοῖς, ἐμέ τε ὑμνῶν καὶ περιέπων, ὅτι σώσαιμι αὐτῷ τοὺς υἱέας, καὶ τὴν πόλιν τῶν Ἀθηναίων, ὅτι τοιούτους πολίτας τρέφει.
因为就在不久前,这位老人还在这里衣衫褴褛、蓬头垢面地四处走动,将孩子们的得救寄托于极微茫的希望之中;而如今他却突然容光焕发,带着两个年轻的儿子,向神明献祭,并对我赞不绝口、尊崇备至,因为我替他救了儿子,他也赞美雅典城,因为她培育了这样的公民。
§3.2(2) ἐγὼ δὲ πολλὰ μὲν καὶ ἕτερα εἰπεῖν ἔχω, οὐ βούλομαι δέ, ἐπιδεικνὺς ὅσῳ πλείονα ἐκ τούτου σεαυτὸν ὤνησας ἢ ἄλλον τινὰ ἀνθρώπων, δοκεῖν διὰ τοῦτο ἐλάττω σοι χάριν ἔχειν.
\n (2) 我虽有许多别的事可说,但我不愿通过展示你由此给自身带来的利益比给任何其他人带来的还要多,而显得因此对你少了一分感激。
ὁμολογῶ δὲ αὐτός τε εὖ τὰ μέγιστα πεπονθέναι καὶ πειράσεσθαι τοῦ καλοῦ τούτου ἔργου πολλὰ πάνυ καὶ μεγάλα παρασχεῖν σοι χαριστήρια, ὅτι οὔτε τὸν δείλαιον γέροντα ἐκεῖνον, ὅτε ἠτύχει, τῆς ἐφ’ ἡμῖν οὔτε ἡμᾶς τῆς ἐπὶ σοὶ γενομένης ἐψεύσω ἐλπίδος.
但我承认自己得到了极大的恩惠,并承诺将努力为你这件高尚的善行奉上极多且极大的谢礼,因为无论是在那位可怜的老人身处逆境时他对我们的期望,还是我们对你的期望,你都没有使之落空。