§27#5Ὁ πατὴρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐγὼ αἰτεόμεθα ὁμέας (οὕτω γὰρ εἰπεῖν ἐλευθέρους καὶ φίλους [καὶ] παρὰ φίλων τυχεῖν ἐλευθέρων), ἐκ πατρίδος τῆς ὑμετέρης ὅπλα πολέμια μὴ ἄρασθαι·
雅典的男子汉们,我父亲和我向你们请求(因为这样说最为得体:让自由而友好的我们,从自由的友人那里获得这一请求),不要从你们的祖国出发,对我们的国家拿起战争的武器。
εἰ δὲ δεῖ, ὥσπερ ἴσως δεῖ τοὺς ὑπὲρ τῆς αὐτῶν προεληλυθότας, καὶ δεόμεθα μὴ ἡμέας ἐόντας [ἐν] ἀξιώματι μεγάλῳ καὶ τοιουτέων προϋπάρξαντας, ἐν δούλων μοίρῃ τιθήσεσθαι·
如果必须如此——正如那些为了自己国家的利益而站出来的人可能需要的那样——我们也请求你们,不要将处于极高威望中且预先施予了如此多恩惠的我们,置于奴隶的境遇之中。
ἔτι δὲ, καὶ γὰρ οὕτως ἁρμόσει λέγειν, ἱκετεύομεν μὴ ποιήσεσθαι τὰ ἡμέτερα ὑμῖν αὐτοῖς δουρίκτητα, πολλοὶ μειόνων ἢν ἐπάνω γενήσεσθε, ἀλλ’ ὑπιδέσθαι καὶ τοῦτο ὅτι ἑτέρως ἕτερα ἡ τύχη ταχύνει·
此外——因为这样说确实很合适——我们恳求你们,不要把我们的财产变成你们用长矛夺取的战利品,即使你们将站立在许多弱于你们的人之上,也请牢记这一点:命运会以不同的方式加速不同事物的变化。
καί ποτε μικρῶν μεγάλοι προσεδεήθησαν, καὶ οἱ καρτεροὶ δι’ ἀσθενέας σωτηρίης ἔτυχον.
曾经,伟大的人需要渺小的人,强壮的人也通过弱小的人获得了拯救。
Δοκέω δὲ σύνδηλον, ὡς μὴ ἐνδηλότερον εἴπω, ὅτι ἐφ’ ἑνὶ ἀνδρὶ οὐ πόλις, ἀλλὰ πολλὰ ἔθνεα ἤδη ποτὲ ὤφθη ὠφεληθέντα ἐν πολεμικοῖς, καὶ ἔνθα τέχνη ἰσχύει.
我认为,(为了不把话说得太透彻)因为一个人的缘故,不仅一个城市,而且许多民族曾经在战争中、以及在医术发挥力量的地方获得了恩德,这是显而易见的。
Μηδὲ ἡμέας ἀποβάλησθε· καὶ γὰρ οὐδὲ ἀπόβλητοι ἐσμὲν, ὡς ἐν ἡμῖν μαρτυρίη κεῖται·
请不要抛弃我们;因为我们并非是可被抛弃的人,正如我们自身之中便有这一证言。
ἀλλ’ ἀρχὴν μὲν οὗτοι, ἔνθεν γένος εὐχόμεθ’ εἶναι, Ἀσκληπιὸς καὶ Ἡρακλῆς, ἐπ’ ὠφελείῃ ἀνθρώπων ἐγένοντο, καὶ τούτους δι’ ἀρετῆς τῆς ἐνταῦθα ἐν θεῶν χώρῃ ἔχουσι πάντες·
起初,我们自豪地宣称是其后裔的那些人——阿斯克勒庇俄斯和赫拉克勒斯——是为了人类的福祉而诞生的,所有人也因他们在世间所展现的德行而将他们奉在神明的领域中。
πόλις δὲ ἐμὴ καὶ ἐγὼ ὁ λέγων ἐς τούτους ἀνερχόμεθα, ὡς ἀνθρώπων λόγοι κατέχουσιν·
而我的城市,以及正在说话的我,都可以追溯到这些伟人的血统,正如人们口口相传的历史所表明的那样。
ὅθεν δὴ καὶ ὑπὲρ Ἑλλήνων φανεύμεθα ἀμφότεροι ταύτῃ προϊστάμενοι καὶ ἐπὶ παντὶ καλλίστῳ·
因此,我们双方都显而易见地在这一方面,并在一切最美妙的事迹上,为希腊人起到了带头作用。
οὐ γὰρ μῦθος τὰ Τρωῖκὰ ἀλλ’ ἔργα, ἐν οἷς ἡ Κῶς σὺν τῇσιν ἑωυτῆς νήσοισιν οὐ πολλοστὴ, μεγίστη δ’ ἐς συμμαχίην ἐστίν·
因为特洛伊战争并非神话而是历史事实,在其中,科斯岛及其周边的岛屿绝非微不足道,而是在同盟中做出了最大的贡献。
οὕτως δὲ καὶ Ἀσκληπιοῦ παῖδες οὐ τέχνῃ μόνον, ἀλλὰ καὶ ὅπλοις ἐπήρκεσαν Ἕλλησι·
同样地,阿斯克勒庇俄斯的子孙们不仅依靠医术,而且还拿起武器援助了希腊人。
Μαχάων γέ τοι ψυχὴν κατέθετο ἐν τῇ Τρωάδι, ὅτε, ὡς οἱ ταῦτα γράφοντες λέγουσιν, ἐξ ἵππου ἐς πόλιν τὴν Πριάμου εἰσῆλθε.
马卡翁在特洛阿斯献出了生命,正如记载这些事的人所说,他是从木马中进入普里阿摩斯的城市时牺牲的。
Μὴ δὴ μήτε καθότι ἔμφυλοι, μήτε καθότι ἐξ ἐπαρηγόντων ἐπαρήγοντες γεγόναμεν Ἕλλησιν, ἀδικήσητε ἡμέας.
因此,无论是因为我们同属一个种族,还是因为我们作为“援助者的后代”一直在援助希腊人,都请不要伤害我们。
Οὐ μηκυνέω δὲ οὐδὲ τὰ Κρισαῖα αὖθις οὔτε τὰ Περσικὰ λέγων, ὁκότε καὶ ἀκηκόατε καὶ ἐν χερσὶ μᾶλλον τῶν ἀρτίως εἰρημένων ἐστίν ἐν θυμῷ δὲ λάβετε καὶ οὕτως εὐεργέτας μὴ ὅσιον ἀδικεῖν.
我不会通过再次谈论克里萨战争或波斯战争来拉长我的发言,因为这些事你们早已听闻,且比刚才所说的事更为你们所熟知。 但请在心中牢记,伤害这样的恩人是不合天理的。
Ἡμέας δὲ εὐεργέτας ὡς τὰ ἔργα φησὶ, τίνες φανεῖσθε, οἱ πατέρων γεγῶτες οἵων οἱ μυθολόγοι εἶπον, ἂν τὸ ἀδικεῖν ἀντὶ. τοῦ χρηστοὶ εἶναι αἱρῆσθε;
我们的行为已证明我们是恩人,而你们作为神话家所描述的那些伟大父亲的子孙,如果选择伤害而不是行善,你们将以何种面目示人?
οὐ γὰρ ἐθέλω πικρότερον λέγειν·
我不想把话说得太尖刻。
κεῖνοι γὰρ ὦ ἄνδρες Ἀθηναῖοι, Ἡρακλείδαις μὲν ἔτινον χάριτας, ἑτέροις δὲ πολλοῖς εὐεργετηθέντες ἐπήρκεσαν·
雅典的男子汉们,因为那些先祖曾向赫拉克勒斯的后代回报恩德,也曾援助过许多其他曾施恩于他们的人。
ὑπολείποι δ’ ἄν με ἡ ἡμέρῃ μακρὰ λέγοντα; εἰ διεξίοιμι ὁκόσοις ὁκόσα ἀπήντηκεν ἀγαθὰ οὐδὲν ἐν χρείῃ ὑμῖν ἐγγεγονόσι.
如果我要一一详述在你们毫无匮乏之时,我们曾给多少人带来了多少福祉,哪怕白昼再长也无法让我说尽。
Περιβλέψατε δὲ ἑωυτοὺς, καὶ μηδὲ ἐμεῦ εἰπόντος γνῶτε ὁκοῖα πρήσσετε·
请审视你们自己,即使我不说,也请明白你们正在做些什么。
κακὸν ἐξουσίη, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ γὰρ ἐπίσταται τὰ ἑωυτῆς μέτρῳ ταμιεύεσθαι, ἀλλὰ δή τινας καὶ πόλιας καὶ ἔθνεα ἐλυμήνατο.
放纵的权力是一件恶事,雅典的男子汉们,因为它不知道如何适度地管理自己,反而毁灭了某些城市和民族。
Ἐς ἑτέρους δὲ οἷον ἐς κάτοπτρον βλέψαντες ἴδετε αὐτοὶ ἃ ποιέετε, καὶ ἐγὼ ἀληθέα λέγω.
看着别人,如同照镜子一样,看看你们自己正在做什么,也看看我所说的是否是真话。
Καὶ νέος δὲ νόμος ὅστις εὐτυχίῃ πεποιθὼς, μὴ καὶ ἐς τὰ δυσπετέα βλέπειν· οὐχ ὑμέτερον· πολλὰ γὰρ καὶ ὧδε δαίμονος πεπείρησθε.
而那种仗恃好运、不顾艰难险阻的新风气,绝非你们的传统;因为在这方面,你们已经多次经历过命运的沉浮。
Οὐδὲν ὑμέας ἀδικέομεν· εἰ δὲ καὶ ἀδικέομεν, μὴ ὅπλοις, ἀλλὰ λόγῳ κριθῶμεν.
我们没有对你们造成任何伤害;如果确实有伤害,请不要诉诸武力,而让我们用言辞来裁判。
Παραιτέομαι δὲ ὑμέας καὶ τοῦτο, μὴ ποιῆσαι χάριν ἑτέροις ὀφλῆσαι, ἐπικουρήσασιν ἡμῖν· ἐπικουρήσουσι γὰρ, ἢν ὀρθῶς ποιέωσιν, οἵ τε ἐντὸς Θεσσαλίης, Ἄργεος, Λακεδαίμονος, [καὶ] Μακεδονίης βασιλεῖς, [καὶ] εἴκου ἕτεροι Ἡρακλεῖδαι ἢ Ἡρακλειδέων συγγενέες οἰκέουσι.
我也恳求你们这一点,不要因为其他人援助了我们,而让你们欠下他们的人情;因为如果他们行事公正,那么忒萨利亚、阿耳戈斯、拉刻代蒙的内部之人,以及马其顿的国王们,还有在其他地方居住的赫拉克勒斯后裔或其亲族,都将会援助我们。
Κρεῖσσον ἄτερ βίης τὰ δίκαια ποιέειν ἢ βιασθέντας· οὐκ εἶπον δ’ ἐπανάστασιν·
不诉诸暴力而施行正义,比在被迫之下施行更为高尚。
τοῦτο δὲ φανερὸν ποιέω, ὅτι πολλοῖσι μελόμεθα ἢ μελησόμεθα, εἰ μὴ πανταχόθεν οἴχεται τὸ χρηστοὺς ἀνθρώπους ἔτι εἶναι.
我并不是在鼓动叛乱;但我把这一点阐明:我们正受到许多人的关注,或者将受到关注,除非善良之人的存在已从世上彻底消逝。
Ἐγὼ μὲν οὖν, μικρὴ γάρ μοι δύναμις λόγου, ἅτε πρὸς ἑτέρων ἐπιμέλειαν ἡρμοσμένῳ, ἐνταῦθα καταπαύσω.
因此,我本人由于言辞的力量微薄,且作为一个被培养来照顾(医治)他人的人,就此结束我的发言。
Ἀξιῶ δὲ πρὸς ξένους ὑμετέρους καὶ τοὺς ὑμῖν συμβούλους εἰθισμένους εἶναι, καὶ θεῶν καὶ ἡρώων ἕνεκα καὶ χαρίτων, αἳ ἀνθρώποις παρ’ ἀνθρώπων γίνονται, ἔχθρα μὲν εἴργειν τὰ ἀλλήλων ὑμέας, εἰς δὲ φίλα προτρέπεσθαι·
我请求你们的宾客以及习惯于作为你们顾问的人,为了神明、英雄以及人与人之间所产生的恩义,阻止你们彼此的敌意,并引导你们走向友好。
εἰ γὰρ μὴ ἐν τῇ ὑμετέρῃ πόλει τουτέων ἐπιτευξόμεθα, οὐκ οἶδ’ ὅκου ἐλθόντες ὧν ἱμείρομεν εὐμοιρήσομεν.
因为如果在你们的城市里我们都无法获得这些,我便不知道我们还能去何处才能幸运地得到我们所渴望的东西。