← ヒポクラテス

書簡、決議、演説

§17#2

動物の解剖と笑いをめぐるデモクリトスとの対話

ヒッポクラテスはデモクリトスと対話し、彼が狂気の物理的原因を探るために動物の解剖研究をしていることを知るが、世俗を笑い飛ばすデモクリトスの態度に反論し、二人は笑いと世界全体の病についての議論を深める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§17#2

μᾶλλον δὲ πρὸ πάντων κάθησο· ὁρῇς δὲ ὡς ἔστιν οὗτος οὐκ ἀηδὴς φύλλων θῶκος ἔτι χλωρὸς καὶ μαλθακὸς, ἐγκαθίσαι προσηνέστερος τῶν τῆς τύχης ἐπιφθόνων θώκων. Καθίσαντος δέ μου, πάλιν φησὶν, ἴδιον οὖν ἢ ἐπιδήμιον πρῆγμα διζήμενος δεῦρο ἀφῖξαι, φράζεο σαφέως· καὶ γὰρ ἡμεῖς ὅ τι δυναίμεθα συνεργοῖμεν ἄν. Κᾀγὼ, τὸ μὲν κατ’ ἀλήθειαν, ἔφην, αἴτιον, δεῦρο σέο χάριν ἥκω ξυντυχεῖν σοφῷ ἀνδρί· ἔχεὶ δὲ πρόφασιν ἡ πατρὶς, ἧς πρεσβείην τελέω. Ὁ δὲ, ξενίῃ τοίνυν, φησὶ, τὰ πρῶτα κέχρησο ἡμετέρῃ. Πειρεύμενος δὲ κᾀγὼ κατὰ πάντα τἀνδρὸς, καίπερ ἤδη μοι δήλου μὴ παρακόπτειν ἐόντος, Φιλοποίμενα οἶσθα, ἔφην, πολίτην ἐόντα ὑμέτερον; ὁ δὲ, καὶ μάλα, εἶπεν, τὸν Δάμωνος λέγεις υἱὸν, τὸν οἰκεῦντα παρὰ τὴν Ἑρμαίδα κρήνην. Τοῦτον, εἶπον, οὗ καὶ τυγχάνω ἐκ πατέρων ἴδιος ξένος· ἀλλὰ σὺ, Δημόκριτε, τῇ κρείσσονί με ξενίῃ δέχου, καὶ πρῶτόν γέ τί τοῦτο τυγχάνεις γράφων φράζε. Ὁ δ’ ἐπισχὼν ὀλίγον, περὶ μανίης, ἔφη. Κᾀγώ, ὦ Ζεῦ βασιλεῦ, φημὶ, εὐκαίρως γε ἀντιγράφεις πρὸς τὴν πόλιν. Ὁ δὲ, ποίην, φησὶ, πόλιν, Ἱππόκρατες; ἐγὼ δὲ, οὐδὲν, ἔφην, ὦ Δημόκριτε, ἀλλ’ οὐκ οἶδ’ ὅπως προΰπεσον· ἀλλὰ τί περὶ μανίης γράφεις; Τί γὰρ; εἱπεν, ἄλλο, πλὴν ἥτις τε εἴη, καὶ ὅκως ἀνθρώποισιν ἐγγίνεται, καὶ τίνα τρόπον ἀπολωφέοιτο· τά τε γὰρ ζῶα ταῦτα ὁκόσα, ἔφη, ὁρῇς, τουτέου μέντοι γε ἀνατέμνω εἵνεκα, οὐ μισέων θεοῦ ἔργα, χολῆς δὲ διζήμενος φύσιν καὶ θέσιν· οἶσθα γὰρ ἀνθρώπων παρακοπῆς ὡς αἰτίη ἐπιτοπολὺ αὕτη πλεονάσασα,1 ἐπεὶ πᾶσι μὲν φύσει, ἀλλὰ παρ’ οἷς μὲν ἔλαττον, παρ’ οἷς δέ τι πλέον· ἡ δ’ ἀμετρίη αὐτέης νοῦσοι τυγχάνουσιν, ὡς ὕλης ὁτὲ μὲν ἀγαθῆς, ὁτὲ δὲ φαύλης ὑποκειμένης. Κᾀγὼ, νὴ Δία, ἔφην, ὦ Δημόκριτε, ἀληθέως γε καὶ φρονίμως λέγεις, ὅθεν εὐδαίμονά σε κρίνω τοσαύτης ἀπολαύοντα ἡσυχίης· ἡμῖν δὲ μετέχειν ταύτης οὐκ ἐπιτέτραπται. Ἐρεομένου δὲ διὰ τί, ὦ Ἱππόκρατες, οὐκ ἐπιτέτραπται; ὅτι, ἔφην, ἢ ἀγροὶ ἢ οἰκίη ἢ τέκνα ἢ δάνεια ἢ νοῦσοι ἢ θάνατοι ἢ δμῶες ἢ γάμοι ἢ τοιαῦτά τινα τὴν εὐκαιρίην ὑποτάμνεται. Ἐνταῦθά δὴ ὁ ἀνὴρ εἰς τὸ εἰωθὸς πάθος κατηνέχθη, καὶ μάλα ἀθρόον τι ἀνεκάγχασε, καὶ ἐπετώθασε, καὶ τὸ λοιπὸν ἡσυχίην ἦγεν Κᾀγὼ, τί μέντοι, Δημόκριτε, ἔφην, γελᾷς; πότερον τὰ ἀγαθὰ ὧν εἶπον, ἢ τὰ κακά; ὁ δὲ ἔτι μᾶλλον ἐγέλα, καὶ ἄποθεν ὁρεῦντες οἱ Ἀβδηρῖται, οἱ μὲν τὰς κεφαλὰς αὐτέων ἔπαιον, οἱ δὲ τὰ μέτωπα, οἱ δὲ τὰς τρίχας ἔτιλλον· καὶ γὰρ, ὡς ὕστερον ἔφησαν, πλεονάζοντι παρὰ τὸ εἰωθὸς τῷ γέλωτι ἐχρήσατο. Ὑποτυχὼν δ’ ἐγὼ, ἀλλὰ μὴν, ἔφην, σοφῶν ἄριστε, Δημόκριτε, ποθέω γὰρ αἰτίην τοῦ περὶ σὲ πάθεος καταλαβέσθαι, τίνος ἄξιος ἐφάνην ἐγὼ γέλωτος;2 ἢ τὰ λεχθέντα, ὅκως μαθὼν παύσομαι τῆς αἰτίης, ἢ σὺ ἐλεγχθεὶς διακρούσῃ τοὺς ἀκαίρους γέλωτας.3 Ὁ δὲ, Ἡράκλεις, ἔφη, εἰ γὰρ δυνήσῃ με ἐλέγξαι, θεραπείην θεραπεύσεις, οἵην οὐδένα οὐδεπώποτε, ὦ Ἱππόκρατες. Καὶ πῶς οὐκ ἐλεγχθείης, ἔφην, ὦ ἄριστε; ἢ οὐκ οἴη ἄτοπός. γε εἶναι γελῶν ἀνθρώπου θάνατον ἢ νοῦσον ἢ παρακοπὴν ἢ μανίην ἢ μελαγχολίην ἢ σφαγὴν ἢ ἄλλο τι χεῖρον; ἢ τοὔμπαλιν γάμους ἢ πανηγύριας ἢ τεκνογονίην ἢ μυστήρια ἢ ἀρχὰς καὶ τιμὰς ἢ ἄλλο τι ὅλως ἀγαθόν; καὶ γὰρ ἃ δέον οἰκτείρειν γελᾷς, καὶ ἐφ’ οἷσιν ἥδεσθαι χρὴ, καταγελᾷς τουτέων, ὥστε μήτε ἀγαθὸν μήτε κακὸν παρὰ σοὶ διακεκρίσθαι. Ὁ δὲ, ταῦτα μὲν, ἔφη, εὖ λέγεις, ὦ Ἱππόκρτες, ἀλλ’ οὐκ οἶσθά πω τοῦ ἡμετέρου γέλωτος αἰτίην, μαθὼν δ’ εὖ οἶδ’ ὅτι κρέσσονα τῆς πρεσβείης ἀντιφορτισάμενος ἀποίσεις θεραπείην τὸν ἐμὸν γέλωτα τῇ πατρίδι καὶ ἑωυτέῳ, καὶ τοὺς ἄλλους δυνήσῃ σωφρονίζειν· ἀνθ’ ὧν ἴσως κᾀμὲ διδάξεις ἰητρικὴν ἀμοιβηδὸν, γνοὺς ὅση σπουδῇ περὶ τὰ ἀσπούδαστα, φιλοτιμεύμενοι πρήσσειν τὰ μηδενὸς ἄξια,4 πάντες ἄνθρωποι τὸν βίον ἀναλίσκουσι, γελώτων ἄξια διοικεῦντες. Ἐγὼ δέ φημι, λέγε πρὸς θεῶν, μήποτε γὰρ διαλανθάνῃ ἅπας ὁ κόσμος νοσέων, καὶ οὐκ ἔχει ὅκου διαπέμψηται πρεσβείην πρὸς θεραπείην· τί γὰρ ἂν εἴη ἔξω αὐτέου;

「それよりも、何よりもまずお掛けなさい。ご覧の通り、この葉の座席は不快なものではなく、まだ青々として柔らかく、運命がもたらす嫉妬深い座席よりも座り心地が良い。」私が座ると、彼は再び言った。「それでは、私的な、あるいは公的な用件を求めてここに来たのか、はっきりと語ってくれ。私たちもできる限りの協力をしよう。」そこで私は言った。「真の原因としては、私はあなたという賢者に会うためにここに来ました。しかし、私の祖国という口実があり、私はその使節を務めているのです。」すると彼は言った。「それなら、まずは私たちの歓待を受け入れるがよい。」私もまた、彼が狂っていないことは既に明らかであったが、あらゆる点において彼を試そうとして言った。「私たちの同胞であるフィロポイメンを知っていますか?」すると彼は「もちろんだ。ヘルマイスの泉の近くに住む、ダモンの息子のことだろう」と言った。「その通りです。彼は私の父の代からの客友でもあるのです。しかしデモクリトスよ、あなたは私をより優れたもてなしで迎えてください。そしてまず、今あなたが書いているのが何であるか教えてください。」彼は少し間を置いて、「狂気についてだ」と言った。私は「王なるゼウスよ、あなたは都市に対して実にタイムリーな返答を書いているのですね」と言った。彼は「ヒッポクラテスよ、どこの都市のことだ?」と言った。そこで私は「いや、何でもありません、デモクリトスよ。どうしてそんなことを口走ってしまったのか分かりません。しかし、狂気について何を書いておられるのですか?」と言った。彼は言った。「何についてかって?それが何であるか、どのようにして人間に生じるか、そしてどのようにして治まるか、ということ以外に何があるかね。というのも、君が見ているこれらすべての動物たちを解剖しているのは、神のわざを嫌悪しているからではなく、胆汁の性質と位置を調べているからなのだ。というのも、これが過剰になることが、人々の狂気の主な原因であることを君は知っているだろう。すべての人に生まれつき備わっているが、ある者には少なく、ある者には多いのだ。そして、その不調和が病気となるのだ。基礎となる物質がある時は良く、ある時は悪いのと同じようにね。」私は言った。「ゼウスに誓って、デモクリトスよ、あなたは本当に正しく、賢明なことを言っておられます。それゆえ、私はあなたがこれほどの静寂を享受しておられるのを幸福に思います。しかし、私たちにはこれにあずかることが許されていません。」彼が「ヒッポクラテスよ、なぜ許されていないのか?」と尋ねたので、私は言った。「農地、家、子供、借金、病気、死、召使、結婚、あるいはそのような事柄が、その機会を妨げるからです。」ここで、その男はいつもの発作に陥り、非常に突然大笑いし、からかい、その後は静かにしていた。そこで私は言った。「それにしても、デモクリトスよ、なぜ笑うのですか?私が言った良いことに対してですか、それとも悪いことに対してですか?」すると彼はさらに激しく笑った。遠くから見ていたアブデラ市民たちは、ある者は自分の頭を叩き、ある者は額を叩き、ある者は髪をかきむしった。というのも、彼らが後で言ったことだが、彼はいつも以上に激しい笑い声をあげていたからである。私は遮って言った。「しかし、賢者のうちで最も優れたデモクリトスよ、私はあなたに起きていることの原因を理解したいのです。私が笑われるに値したのでしょうか、それとも私が言った言葉がそうだったのでしょうか?もしそうなら、それを知って笑われる原因をなくしたいのです。あるいは、あなたが論破されて、不適切な笑いをやめるかです。」彼は言った。「ヘラクレスよ、ヒッポクラテスよ、もし君が私を論破できるなら、これまで誰も施したことのないような治療を施したことになるぞ。」私は言った。「どうしてあなたが論破されないことがありましょうか、優れた人よ。人の死、病気、狂気、発狂、憂鬱、虐殺、あるいは何かそれ以上に悪いことを笑うのが、異常なことだとは思わないのですか。あるいは逆に、結婚、祝祭、出産、秘儀、官職や名誉、あるいはその他およそ良いと思われることを笑うのが。というのも、あなたは哀れむべきことを笑い、喜ぶべきことを嘲笑しているからです。これでは、あなたの中では善も悪も区別されていないことになります。」彼は言った。「ヒッポクラテスよ、君の言うことはもっともだが、君はまだ私の笑いの原因を知らない。それを知れば、君は使節の任務よりも優れた治療、すなわち私の笑いを、祖国と自分自身のために持ち帰り、他の人々をも正気に戻すことができるようになると確信している。その代わりに、今度は君が私に医術を教えてくれるかもしれない。すべての人間が、いかに真剣に価値のないことに取り組み、価値のないことを競って行い、笑うべきことに人生を費やし、笑うべきことに汲々としているかを知ることで。」私は言う、神々の名にかけて語ってほしい。もしかしたら世界全体が病んでいるのに気づかれておらず、治療のために使節を送るべき場所さえもないのではないか。世界の他には何もないのだから。」

構文注4 件
  1. 17οἶσθα γὰρ ἀνθρώπων παρακοπῆς ὡς αἰτίη ἐπιτοπολὺ αὕτη πλεονάσασα

    先取り(prolepsis)。間接疑問節を導く ὡς の前に、本来はその節の主語であるべき 'ἀνθρώπων παρακοπῆς'(人類の狂気)が引き出され、主節の要素(あるいはπαρακοπῆςにかかる属格)として先頭に配置されている。

  2. 17ἀλλὰ μὴν, ἔφην, σοψῶν ἄριστε, Δημόκριτε, ποθέω γὰρ αἰτίην τοῦ περὶ σὲ πάθεος καταλαβέσθαι, τίνος ἄξιος ἐφάνην ἐγὼ γέλωτος;

    γάρ(なぜなら)を伴う節 'ποθέω γὰρ...'(私はあなたの状態の原因を理解したいからだ)が、直接の疑問文 'τίνος ἄξιος...'(私は何の笑いに値したのか?)の前に挿入され、対話の動機を説明している。

  3. 17ἢ τὰ λεχθέντα, ὅκως μαθὼν παύσομαι τῆς αἰτίης, ἢ σὺ ἐλεγχθεὶς διακρούσῃ τοὺς ἀκαίρους γέλωτας.

    選択肢を示す 'ἢ... ἢ...' の構造。前半の 'ἢ τὰ λεχθέντα'(あるいは言われたこと[が笑いに値したのか])は直前の質問に対する選択肢の補足。'ὅκως' は目的または結果を導き、後半の 'ἢ σὺ ἐλεγχθεὶς...' は、対立するもう一つの可能性を接続している。

  4. 17γνοὺς ὅση σπουδῇ περὶ τὰ ἀσπούδαστα, φιλοτιμεύμενοι πρήσσειν τὰ μηδενὸς ἄξια

    主格複数の現在分詞 'φιλοτιμεύμενοι' は、主節の主語である 'πάντες ἄνθρωποι'(すべての人間)と性・数・格が一致しており、彼らが主節の動詞 'ἀναλίσκουσι'(費やす)を行う際の状態や態度を説明する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 原文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:17#2