Humanitext Reader

希波克拉底 · 论分利日 §1-4

疾病进程观察与急性病及破伤风的征候

第 1 段,共 2 段 · 希腊语

内容简介

论述掌握季节与疾病状况对医术的重要性,阐明疾病好转的指征、胆汁引起的急性脑病的各种谵妄幻觉症状,以及破伤风的具体临床表现。

§1## ΠΕΡΙ ΚΡΙΣΙΜΩΝ. 1. Μέγα μέρος ἡγέομαι τῆς τέχνης εἶναι τὸ δύνασθαι κατασκοπέεσθαι περὶ τῶν γεγραμμένων ὀρθῶς· ὁ γὰρ γνοὺς καὶ χρεόμενος τούτοισιν οὐκ ἄν μοι δοκέῃ μέγα σφάλλεσθαι κατὰ τὴν τέχνην.
## 论临界期 1. 我认为,能够正确地考究已记载的事物,是本术(医术)的一个重要组成部分;因为凡认识并应用这些知识的人,在我看来,在行医时断不至于犯下大错。
Δεῖ δὴ καταμανθάνειν τὴν κατάστασιν τῶν ὡρῶν ἀκριβῶς καὶ τῶν νούσων ἑκάστης· ὅ τι ἀγαθὸν, καὶ ὅ τι κινδυνῶδες, ἢ ἐν τῇ καταστάσει, ἢ ἐν τῇ νούσῳ· μακρὸν ὅ τι νούσημα καὶ θανάσιμον· μακρὸν, ὅ τι περιεστικόν· ὀξὺ, ὅ τι θανάσιμον· ὀξὺ, ὅ τὶ περιεστικὸν.
因此,必须准确掌握各季节的气候状况以及每种疾病的状况:无论在季节状况中还是在疾病中,什么是吉兆,什么是危险;什么疾病是长期且致命的,什么长期疾病是可以存活的;什么疾病是急性且致命的,什么急性疾病是可以存活的。
Τάξιν τῶν κρισίμων ἐκ τουτέων σκοπεῖσθαι, καὶ τὸ προλέγειν ἐκ τούτων εὐπορέεται· ἔτι δὲ ἀπὸ τούτων ἔστιν οὓς, ὅτε καὶ ὡς δεῖ διαιτῇν.
由此,应当观察临界期的顺序,并据此易于做出预后;此外,亦能由此得知,对哪些人、在何时、应如何进行饮食调理。
§22. Μέγιστον τοίνυν σημεῖον τοῖσι μέλλουσι τῶν καμνόντων βιώσασθαι, ἐὰν μὴ παρὰ φύσιν ᾖ ὁ καῦσος· καὶ τἄλλα δὲ νουσήματα ὡσαύτως· οὐδὲν γὰρ δεινὸν τῶν κατὰ φύσιν γίνεται, οὐδὲ θανατῶδες·
2. 因此,关于行将存活的患者,最大的指征是其急性热不违背自然常态;其他疾病亦是如此,因为凡符合自然常态的,都不会变得险恶或致命。
δεύτερον δὲ, ἐὰν μὴ αὐτή γε ἡ ὥρη τῷ νουσήματι ξυμμαχήσῃ· ὡς γὰρ ἐπὶ τὸ πουλὺ οὐ νικᾷ ἡ τοῦ ἀνθρώπου φύσις τὴν τοῦ ὅλου δύναμιν.
其次,是季节本身不与该疾病联手助虐;因为通常情况下,人体的自然力量无法战胜宇宙整体的力量。
Ἔπειτα δὲ, ἢν τὰ περὶ τὸ πρόσωπον ἰσχναίνηται, καὶ αἱ φλέβες αἱ ἐν τῇσι χερσὶ καὶ ἐν τοῖσι κανθοῖσι καὶ ἐπὶ τῇσιν ὀφρύῃσιν ἡσυχίην ἔχωσι, πρότερον μὴ ἡσυχάζουσαι.
接着,如果面部周围消瘦,而手部、眼角以及眉毛上方的静脉在先前不停搏动之后,现已恢复平静。
Τοῦτο δὲ, ἢν ἡ φωνὴ ᾖ ἀσθενεστέρη καὶ λειοτέρη γίνηται, καὶ τὸ πνεῦμα μανότερον καὶ λεπτότερον, ἐς τὴν ἐπιοῦσαν ἡμέρην ἄνεσις τῆς νούσου· ταῦτα οὖν χρὴ σκοπεῖν πρὸς τὰς κρίσιας, καὶ εἰ τὸ παρὰ δικροῦν τῆς γλώσσης ὥσπερ σιάλῳ λευκῷ ἐπαλείφεται· καὶ ἐν ἄκρῃ τῇ γλώσσῃ ταὐτὸ τοῦτο γεγένηται, ἧσσον δέ· εἰ μὲν οὖν σμικρὰ ταῦτα εἴη, ἐς τὴν τρίτην ἄνεσις τῆς νούσου· ἢν δ’ ἔτι παχύτερον, αὔριον· ἢν δ’ ἔτι παχύτερον, αὐθημερόν.
再者,如果声音变得更微弱、更平缓,且呼吸变得更稀疏、更微弱,这预示着翌日病情将会缓解;因此必须针对危急期来观察这些征象,以及舌分叉处的两侧是否涂抹着一层白唾液般的东西,若在舌尖也出现同样的情况,只是程度较轻;如果这些症状轻微,病势将在第三天缓解;若涂层更厚,则在明日缓解;若还要更厚,则在当天。
Τοῦτο δὲ, τῶν ὀφθαλμῶν τὰ λευκὰ ἐν ἀρχῇ μὲν τῆς νούσου ἀνάγκη μελαίνεσθαι, ἐὰν ἰσχύῃ ἡ νοῦσος· ταῦτα οὖν καθαρὰ γινόμενα τελείην ὑγείην δηλοῖ· ἀτρέμα μὲν βραδύτερον, σφόδρα δὲ γινόμενον, θᾶσσον.
此外,如果在病发之初病势沉重,眼白必然会变暗;因此,当眼白变澄清时,便预示着彻底康复;若缓缓变清,则康复较慢;若骤然变清,则康复较快。
§33. Τὰ δὲ ὀξέα τῶν νοσημάτων γίνεται ἀπὸ χολῆς ὁκόταν ἐπὶ τὸ ἧπαρ ἐπιῤῥυῇ, καὶ ἐς τὴν κεφαλὴν καταστῇ.
3. 而急性疾病多由胆汁引起,每当胆汁流注于肝脏,并滞留于头部时。
Τάδε οὖν πάσχει· τὸ ἧπαρ οἰδέει καὶ ἀναπτύσσεται πρὸς τὰς φρένας ὑπὸ τοῦ οἰδήματος, καὶ εὐθὺς ἐς τὴν κεφαλὴν ὀδύνη ἐμπίπτει, μάλιστα δὲ ἐς τοὺς κροτάφους· καὶ τοῖσιν ὠσὶν οὐκ ὀξὺ ἀκούει, πολλάκις δὲ καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐχ ὁρῇ· καὶ φρίκη καὶ πυρετὸς ἐπιλαμβάνει.
此时患者会遭受如下痛苦:肝脏肿大,并因肿胀而向上推向横膈膜,并立刻感到头部剧痛,尤其是太阳穴部位;听觉不再敏锐,而且往往连眼睛也看不见;继之以寒战与发热。
Ταῦτα μὲν οὖν κατ’ ἀρχὰς τοῦ νοσήματος αὐτέῳ γίνεται διαλιμπάνοντα, τοτὲ μὲν σφόδρα, τοτὲ δὲ ἧσσον· ὁκόσῳ δὲ ἂν ὁ χρόνος τῆς νούσου προΐῃ, ὅ τε πόνος πλείων ἐν τῷ σώματι, καὶ αἱ κόραι σκίδνανται τῶν ὀφθαλμῶν, καὶ σκιαυγεῖ, καὶ ἢν προσφέρῃς τὸν δάκτυλον πρὸς τοὺς ὀφθαλμοὺς, οὐκ αἰσθήσεται διὰ τὸ μὴ ὁρῇν· τούτῳ δ’ ἂν γνοίης ὅτι οὐχ ὁρῇ, οὐ γὰρ σκαρδαμύσσει προσφερομένου τοῦ δακτύλου.
在病发之初,这些症状会断断续续地折磨他,时而剧烈,时而轻微;然而随着病程的发展,体内的疼痛加剧,瞳孔散大,视物模糊,即使你把手指凑到他眼前,他也会因为看不见而毫无察觉;你可以凭这一点断定他看不见:因为当手指凑近时,他并不眨眼。
Καὶ τὰς κροκίδας ἀφαιρέει ἀπὸ τῶν ἱματίων, ἤν περ ἴδῃ, δοκέων φθεῖρας εἶναι.
而且他还会去拈取衣服上的线头(如果他看得见的话),以为那是虱子。
Καὶ ὁκόταν τὸ ἧπαρ μᾶλλον ἀναπτυχθῇ πρὸς τὰς φρένας, παραφρονέει· καὶ προφαίνεσθαί οἱ δοκέει πρὸ τῶν ὀφθαλμῶν ἑρπετὰ καὶ ἄλλα παντοδαπὰ θηρία, καὶ ὁπλίτας μαχομένους, καὶ αὐτὸς αὐτοῖς δοκέει μάχεσθαι, καὶ τοιαῦτα λέγει ὡς ὁρέων, καὶ ἐξέρχεται, καὶ ἀπειλεῖ, ἢν μή τις αὐτὸν ἐῴη διεξιέναι, καὶ ἢν ἀναστῇ, οὐ δύναται αἴρειν τὰ σκέλεα, ἀλλὰ πίπτει.
当肝脏进一步被推向横膈膜时,他便会神志不清;他会觉得眼前出现了爬行动物及其他各种野兽,还有正在厮杀的重装步兵,自己似乎也在同它们博斗,嘴里说着仿佛亲眼所见的话,并且往外冲,要是有人不让他过去,他就会出言威胁;而他如果站起来,却无法抬起双腿,随即跌倒。
Οἱ πόδες δὲ γίνονται αἰεὶ ψυχροί· καὶ ὁκόταν καθεύδῃ, ἀναΐσσει ἀπὸ τοῦ ὕπνου, καὶ ἐνύπνια ὁρῇ φοβερά.
他的双脚总是冰冷;每当入睡,他就会从梦中惊醒,并且做噩梦。
Τοῦτο δὲ γινώσκομεν ὅτι ἀπὸ ἐνυπνίων ἀναΐσσει καὶ φοβέεται, ὅταν ἔννοος γένηται· ἀφηγεῖται γὰρ τὰ ἐνύπνια τοιαῦτα ὁκοῖα καὶ τῷ σώματι ἐποίεέ τε καὶ τῇ γλώσσῃ ἔλεγεν.
我们之所以知道他是因噩梦而惊醒和恐惧,是因为当他清醒过来时;他会讲述那些梦境,其内容正与他在肢体上所做的和嘴里所说的一模一样。
Ταῦτα μὲν οὖν ὧδε πάσχει.
因此,他便是如此遭受这些病痛的。
Ἔστι δ’ ὅτε καὶ ἄφωνος γίνεται ὅλην τὴν ἡμέρην καὶ τὴν νύκτα, ἀναπνέων πουλὺ ἀθρόον πνεῦμα.
有时,他甚至整天整夜无法言语,大口大口地促迫呼吸。
Ὅταν δὲ παύσηται παραφρονέων, εὐθὺς ἔννοος γίνεται, καὶ ἢν ἐρωτᾷ τις αὐτὸν, ὀρθῶς ἀποκρίνεται, καὶ γινώσκει πάντα τὰ λεγόμενα· εἶτα πάλιν ὀλίγῳ ὕστερον ἐν τοῖσιν αὐτοῖσιν ἄλγεσι κεῖται.
但当他停止呓语时,立刻又恢复神志,如果有人提问,他能正确回答,并能听懂所有对他说的话;可过不了多久,他重新躺倒在同样的痛苦之中。
Αὕτη ἡ νοῦσος προσπίπτει μάλιστα ἐν ἀποδημίῃ, καὶ ἤν πη ἐρήμην ὁδὸν βαδίσῃ· λαμβάνει δὲ καὶ ἄλλως.
这种疾病最常在客旅中发作,或者当行经荒僻道路时;不过在其他情况下也会发生。
§44. Τέτανοι δύο ἢ τρεῖς·
4. 破伤风有两三种。
ἢν μὲν ἐπὶ τρώματι γένηται, πάσχει τάδε. Αἱ γνάθοι πήγνυνται ὥσπερ ξύλα, καὶ τὸ στόμα ἀνοίγειν οὐ δύνανται, καὶ οἱ ὀφθαλμοὶ δακρύουσι θαμινὰ καὶ ἕλκονται, καὶ τὸ μετάφρενον πέπηγε, καὶ τὰ σκέλεα οὐ δύνανται ξυγκάμπτειν, οὐδὲ τὰς χεῖρας καὶ τὴν ῥάχιν·
如果是因外伤引起的,患者会遭受如下痛苦:双颌僵硬如木,无法张口,双眼经常流泪且发生抽搐,肩胛间部僵硬,双腿无法弯曲,手臂与脊椎亦然。
ὁκόταν δὲ θανατώδης ᾖ, τὸ ποτὸν καὶ τὰ βρώματα, ἃ πρότερον ἐβεβρώκεεν, ἀνὰ τὰς ῥῖνας ἐνίοτε ἔρχεται.
当病势致命时,饮水以及先前吃下的食物,有时会从鼻孔里逆流出来。

词汇与语法注释

  1. 1γνοὺς καὶ χρεόμενος — 不定过去时分词 `γνοὺς` 与现在时分词 `χρεόμενος` 并列。前者表示一次性或开始性的行为“获得知识(认识到)”,后者表示在实践中持续进行的行为“加以应用”,两者的体(aspect)差异十分明确。
  2. 1ἔστιν οὓς, ὅτε καὶ ὡς — 将 `ἔστιν` 解释为非人称的可能意义(“可以、能够”),支配不定式 `διαιτῇν`。关系代词 `οὓς`、`ὅτε` 和 `ὡς` 作为该不定式的宾语和副词性修饰语,意为“能够(得知)对哪些人、在何时、以及如何进行调理”。另一种解释是将 `ἔστιν οὓς` 视为习惯用法“有些人”(即 `ἔστιν οἵ` 的宾格),意为“对于某些人,应该在何时以及如何进行调理”,但将 `ἔστιν` 视为支配整个句子的潜在语气动词更为自然。
  3. 2τοῖσι μέλλουσι τῶν καμνόντων βιώσασθαι — `τῶν καμνόντων`(现在分词属格形式)为部分属格,修饰前方的名词化分词句 `τοῖσι μέλλουσι ... βιώσασθαι`(“行将存活的人”,与格形式)。整句意为“对于患者中那些将要存活下来的人”。
  4. 3τοιαῦτα ὁκοῖα — 这是一个由 `τοιαῦτα ... ὁκοῖα`(“如同……那样的”)构成的相关结构。它表明患者清醒后所讲述的梦境内容(`τὰ ἐνύπνια`),与他在神志不清时身体所做的动作(`ἐποίεε`)以及嘴里所说的话(`ἔλεγεν`)完全吻合。

引用这一段

希波克拉底, 论分利日 §1-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg053.humanitext-grc1:1-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。