§1## ΠΕΡΙ ΚΡΙΣΙΩΝ.
1.
论危象。
Περὶ κρισίων ξυντόμων ἐπὶ τὸ ἄμεινον τὰ μὲν πλεῖστα ταὐτὰ ἐστὶν, ἅπερ ἐς ὑγίην σημεῖα.
1. 关于向好方向快速转归的危象,其大部分征象与通往康复的征象相同。
Ἱδρῶτες γὰρ ἄριστοί εἰσιν καὶ τάχιστα πυρετὸν παύοντες οἱ ἐν τῇσι κρισίμῃσιν ἡμέρῃσι γινόμενοι καὶ τελέως τὸν πυρετὸν ἀπαλλάσσοντες· ἀγαθοὶ δὲ καὶ ὅσοι διὰ παντὸς τοῦ σώματος γενόμενοι εὐπετεστέρως τὸ νόσημα φέρειν ποιήσουσιν· οἳ δ’ ἂν τουτέων τι μὴ ἐργάσωνται, οὐ λυσιτελέσουσι γινόμενοι.
因为最优秀且最迅速退热的排汗,是那些在临界日发生并能完全消除发热的排汗;而那些发生在全身、使患者能较易忍受疾病的排汗也都是有益的;但如果排汗没有起到这些作用中的任何一种,即使发生也无益处。
§22. Παχύνεσθαι δὲ χρὴ τὸ διαχώρημα πρὸς τὴν κρίσιν ἰούσης τῆς νόσου· ἔστω δὲ ὑπόπυῤῥον καὶ μὴ σφόδρα δυσῶδες· ἐπιτήδειον δὲ καὶ ἕλμινθας ἐξιέναι πρὸς τὴν κρίσιν.
2. 随着疾病走向危象,排泄物应当变稠;其颜色应当微红,且不应有剧烈恶臭;在临近危象时排出蠕虫也是有利的。
§33. Οὖρον δὲ ἄριστόν ἐστιν, ὃ ἂν ἔχῃ λευκότατον ὑπόστημα καὶ λεῖον καὶ ὁμαλὸν παρὰ πάντα τὸν χρόνον ἕως ἂν κριθῇ τὸ νόσημα·
3. 最好的尿液是在疾病解决之前的整个期间,都具有极白、光滑且均匀沉淀物的尿液;因为这意味着疾病将是安全且病程短暂的。
σημαίνει γὰρ ἀσφαλέα καὶ ὀλιγοχρονίην τὴν νοῦσον ἔσεσθαι. Ἢν ἱδρῶτος ἐγγενομένου ἡ νούσος ἐκλίπῃ, καὶ τὸ οὖρον πυῤῥὸν θεωρηθῇ λευκὴν ὑπόστασιν ἔχον, τουτέοισιν αὐθημερὸν ὑποστροφὴ τοῦ πυρετοῦ γίνεται, οὗτος καὶ ἐν πέντε ἀκινδύνως κρίνεται.
如果由于排汗而病情减轻,但观察到尿液呈红色并带有白色沉淀,那么对于这些患者,在同一天发热会复发,但这种发热也会在五天内无危险地得到解决。
§44. Τοῖσιν ἐλαχίστῳ χρόνῳ μέλλουσιν ὑγιάζεσθαι μέγιστα σημεῖα ἅπαξ γίνεται· ἀπονώτεροι γὰρ διατελοῦσιν καὶ ἀκίνδυνοι, καὶ τὰς νύκτας κοιμέονται, καὶ τὰ ἄλλα σημεῖα προφαίνουσιν ἀσφαλέα.
4. 对于那些即将在最短时间内康复的人,最重要的征象会一次性显现出来;因为他们持续感到较少痛苦且没有危险,夜间能够安睡,并且表现出其他一切安全的征象。
§55. Οἷς ἐν πυρετῷ μὴ θανατώδει κεφαλῆς ἄλγημα καὶ τὰ ἄλλα περιεστικὰ σημεῖα, χολὴ τουτέων κρατεῖ.
5. 在非致命的发热中,若有头痛并伴有其他预后良好的征象,则是胆汁支配着这些患者。
§66. Οἷς ἂν ἄρξηται ὁ πόνος τῇσι πρώτῃσιν ἡμέρῃσιν, τεταρταῖοί τε μᾶλλον καὶ πεμπταῖοι πιέζονται· ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται τοῦ πυρετοῦ.
6. 那些在最初几天开始出现疼痛的人,在第四天和第五天痛苦会加剧;但到了第七天,他们就得以退热。
§77. Οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν ἀπόλλυνται οἱ ἄνθρωποι καὶ ἐξ ὧν περιγίνονται·
7. 热病是在使人死亡或存活的相同天数的周期内决定的。
οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων τεταρταῖοι παύονται ἢ πρόσθεν· οἵ τε φονικώτατοι καὶ ἐπὶ σημείων δεινοτάτων γινόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν·
因为最温和、伴有最安全征象的热病会在第四天或更早停止;而最致命、伴有最可怕征象的热病会在第四天或更早致人于死地。
ἡ μὲν οὖν πρώτη ἔφοδος οὕτως τελευτᾷ.
因此,第一波侵袭如此结束。
Ἡ δ’ ἑτέρη ἐς ἑπτὰ περιάγει, ἡ δὲ τρίτη ἐς τὴν ἑνδεκάτην, ἡ δὲ τετάρτη ἐς τὴν τεσσαρεσκαιδεκάτην, ἡ δὲ πέμπτη ἐς τὴν ἑπτακαιδεκάτην, ἡ δὲ ἕκτη ἐς τὴν εἰκοστήν·
第二波引向第七天,第三波引向第十一天,第四波引向第十四天,第五波引向第十七天,第六波引向第二十天。
αὗται μὲν οὖν ἐπὶ τῶν ὀξυτάτων διὰ τεσσάρων ἐς τὰς εἴκοσι προσθέσεις.
这些是在最急性的疾病中,直到二十天为止每四天一次的递加。
Οὐ δύναται δὲ ὅλαις ἡμέραις οὐθὲν τουτέων ἀριθμεῖσθαι ἀτρεκέως· οὐδὲ γὰρ οἱ ἐνιαυτοί τε καὶ μῆνες ὅλαις ἡμέραις πεφύκασιν.
然而,其中任何一个都不能用整天数来精确计算;因为年和月在自然规律上也不是由整天数构成的。
§88. Ἐν τοῖσι καύσοισι τὰ ἀγαθὰ σημεῖα γινόμενα, οἷα ἐν τοῖσιν ὑγιεινοῖσι γέγραπται, μείονα μὲν ἐόντα ἐς τρίτην ἄνεσιν δηλοῖ, παχύτερα δὲ αὔριον, πάνυ παχέα δὲ αὐθημερόν.
8. 在黑热病中,当出现如前文所述通往康复的良好征象时,如果这些征象较微弱,预示着第三天会缓解;如果较显著,则是明天;如果非常显著,则是当天。
§99. Ἐν τοῖσι καύσοισιν ἢν ἑβδομαίῳ ὕστερον ἐπιγένηται ἴκτερος, δῆλον ἀνίδρωτος· τὸ γὰρ νόσημα οὐ φιλέει ἔτι ἱδροῦν, οὐδὲ ἄλλῃ ἀφίστασθαι οὐδαμῇ, ἀλλὰ ὑγιὴς γίνεται.
9. 在黑热病中,如果在第七天或更晚出现黄疸,显然是没有排汗的;因为此时疾病不再倾向于出汗,也不会以任何其他方式发生转移,但患者会康复。
§1010. Ἀνάγκη τοῦ θερμοῦ ἀπιόντος [καὶ] ἐφ’ ἑωυτὸ τὸ ὑγρὸν ἑλκύσαντος, τῷ πυρετῷ κρίσιν γενέσθαι διὰ τὰ οὖρα τὰ ἀποχωρέοντα ἢ καὶ τὰ διαχωρήματα κοιλίης, ἢ αἵματος ἐκ τῶν ῥινέων ῥύσιν, ἢ οὔρησιν πολλὴν, ἢ διαῤῥοίην ἰσχυρὴν, ἢ ἱδρῶτα, ἢ ἔμετον, γυναικὶ δὲ καὶ ἐπιμηνίων ὁδόν·
10. 当热邪退去并把湿气吸引到自身时,发热的危象必然会通过排出的尿液、腹部的排泄物、鼻腔出血、多尿、剧烈腹泻、排汗、呕吐,以及对女性而言通过月经来潮而发生。
μάλιστα μὲν οὖν ταῦτα ποιέει κρίσιν, ἢ ὅ τι ἂν τουτέων ἐγγὺς γίνηται· ποιέει δὲ καὶ ἕτερα κρίσεις, ἧττον μὲν τουτέων.
因此,尤其是这些现象,或者任何与之相似的情况会促成危象;其他事情也能引起危象,但不如这些显著。