Humanitext Reader

希波克拉底 · 诫条 §9-14

安抚患者精神与重视实践经验

第 3 段,共 3 段 · 希腊语

内容简介

本文解释了医生促进病人精神平静的重要性、重视实践经验而非一知半解理论的理由,以及治疗中各种生理与心理因素的影响。

§99. Μετὰ τουτέων δὲ πάντων μέγα ἂν τεκμήριον φανείη ξὺν τῇ οὐσίῃ τῆς τέχνης, εἴ τις καλῶς ἰητρεύων προσαγορεύσιος τοιαύτης μὴ ἀποσταίη, κελεύων τοῖσι νοσέουσι μηδὲν ὀχλεῖσθαι κατὰ διάνοιαν, ἐν τῷ σπεύδειν ἀφικέσθαι ἐς καιρὸν σωτηρίης.
9. 在这一切之外,如果一个行医优异的人不放弃那样的劝慰,命令病人在急于达到得救好机的过程中,心中不要受到任何烦扰,那么这与医术的本质一起,将显得是一个巨大的明证。
Ἡγεύμεθα γὰρ ἃ χρὴ ἐς τὴν ὑγιείην, καὶ προστασσόμενος γε οὐ διαμαρτήσει.
因为我们引导健康所需之事,而接受命令的你绝不会失误。
Αὐτοὶ μὲν γὰρ οἱ νοσέοντες διὰ τὴν ἀλγεινὴν διάθεσιν ἀπαυδέοντες ἑωυτούς τε [ἀποῤῥίπτοντες] μεταλλάσσουσι τῆς ζωῆς· ὁ δ’ ἐγκεχειρισμένος τὸν νοσέοντα, ἐὰν ἀποδείξῃ τὰ τῆς τέχνης ἐξευρήματα, σώζων οὐκ ἀλλοιῶν φύσιν, ἀποίσει τὴν παρεοῦσαν πικρίην ἢ τὴν παραυτίκα ἀπιστίην.
实际上,病人自己由于痛苦的状态而自暴自弃、[自甘沉沦]而丧失生命;但那被委以病人的人,如果展示出医术的发明,在不改变其本性的情况下予以挽救,便会消除眼前的痛苦或当下的不信任。
Ἡ γὰρ τοῦ ἀνθρώπου εὐεξίη φύσις τίς ἐστι φύσει περιπεποιημένη κίνησιν οὐκ ἀλλοτρίην, ἀλλὰ λίην γε εὐαρμοστεῦσαν, πνεύματί τε καὶ θερμασίῃ καὶ χυμῶν κατεργασίῃ, πάντη τε καὶ πάσῃ διαίτῃ καὶ τοῖσι ξύμπασι δεδημιουργημένη, ἢν μή τι ἐκ γενετῆς ἢ ἀπ’ ἀρχῆς ἔλλειμμα ᾖ· ἢν δὲ γένηταί τι, ἐξιτήλου ἐόντος, πειρᾶσθαι ἐξομοιοῦν τῇ ὑποκειμένῃ· παρὰ γὰρ φύσιν τὸ μινύθημα καὶ διὰ χρόνου.
因为人的健康生来就是一种本性,它自然地获得了一种并非异己、而是极度和谐的运动,它是由呼吸、热力、体液的熟化,在一切方面、通过一切饮食及万物所塑造的,除非有某种来自出生或最初的缺陷;即使出现了某种缺陷,在它行将消失时,也应当尝试使其与根底处的本性相一致;因为衰退是违反自然的,且是随着时间而发生的。
§1010. Φευκτέη δὲ καὶ θρύψις ἐπικρατίδων διὰ προσκύρησιν ἀκέσιος, ὀδμή τε περίεργος· διὰ γὰρ ἱκανὴν ἀξυνηθείην διαβολὴν κέκτησαι, διὰ δὲ τὴν ὀλίγην, εὐσχημοσύνην· ἐν γὰρ μέρει πόνος ὀλίγος, ἐν πᾶσι ἱκανός.
10. 还应当避免在造访治疗时穿戴头饰的矫饰,以及过分的香气;因为过度的怪异会招致非议,而少许的怪异则会带来体面;因为在局部上少许的努力就足够了,但在全体上则需要充足的努力。
Εὐχαριστίην δὲ οὐ περιαιρέω· ἀξίη γὰρ ἰητρικῆς προστασίης.
但我并不剥夺感激;因为它是配得上医学保护的。
§1111. Προσθέσιος δὲ δι’ ὀργάνων καὶ σημαντικῶν ἐπιδείξιος, καὶ τῶν τοιουτοτρόπων μνήμην παρεῖναι.
11. 对于通过仪器进行的施加、指征的展示以及此类事情,应当留有记忆。
§1212. Ἢν δὲ καὶ εἵνεκα ὁμίλου θέλῃς ἀκρόασιν ποιήσασθαι, οὐκ ἀγακλεῶς ἐπιθυμέεις, μὴ μέντοι γε μετὰ μαρτυρίης ποιητικῆς· ἀδυναμίην γὰρ ἐμφαίνει φιλοπονίη· ἀπαρνέομαι γὰρ εἰς χρῆσιν ἑτέρην φιλοπονίην μετὰ πόνου ἱστοριευμένην, διὸ ἐν ἑωυτῇ μούνῃ αἵρεσιν ἔχουσαν χαρίεσσαν· περιποιήσῃ γὰρ κηφῆνος μετὰ παραπομπῆς ματαιοκοπίην.
12. 如果你也想为了大众而举行讲座,你的渴望并非不体面,但绝不能带有诗意的引用;因为这种勤勉显出了无能;因为我拒绝将那种伴随着痛苦而探究出来的、因而仅在自身中含有优美选择的勤勉用于其他用途;因为你只会带着虚饰获得懒汉的徒劳之举。
§1313. Εὐκτέη δὲ καὶ διάθεσις ἐκτὸς ἐοῦσα ὀψιμαθίης· παρεόντων μὲν οὐδὲν ἐπιτελέει· ἀπεόντων δὲ μνήμη ἀνεκτή.
13. 还应当祈求一种远离“晚学”(一知半解)的气质;当事情在眼前时它毫无建树,而当其不在时其名声尚可容忍。
Γίνεται τοίνυν πάμμαχος ἀτυχίη, μετὰ λύμης νεαρῆς, ἀφροντιστεῦσα εὐπρεπίης, ὁρισμοῖς τε καὶ ἐπαγγελίῃσιν ὅρκοις τε παμμεγέθεσι, θεῶν εἵνεκεν, ἰητροῦ προστατέοντος νόσου, ἀναγνώσιος ξυνεχείης, κατηχήσιός τε ἰδιωτέων φιλαλυστέων λόγους ἐκ μεταφορῆς διαζηλευομένου, καὶ πρινὴ νούσῳ καταπορέωσιν ἠθροισμένοι.
于是,出现了一种不择手段的灾祸,伴随着新鲜的毁坏,不顾及体面,通过定义、许诺以及奉神之名的极大誓言,在医生管理疾病、进行不间断朗读、以及向喜爱闲聊的俗人进行传授时,热切地效仿比喻性的言辞,甚至在他们被疾病击倒之前就已经聚集起来。
Τῶν μὲν οὖν τοιουτέων ὅποι ἂν καὶ ἐπιστατήσαιμι, οὐκ ἂν ἐπὶ θεραπηΐης ξυλλόγου αἰτήσαιμι ἂν θαρσαλέως βοηθεῖν· ἱστορίης γὰρ εὐσχήμονος σύνεσις ἐν τουτέοισι διεφθαρμένη.
因此,在任何由我主导治疗的地方,我都不会在治疗的合议中,大胆地请求这些人的协助;因为在这些人中,体面探究的理解力已经败坏了。
Τουτέων οὖν δι’ ἀνάγκην ἀξυνέτων ἐόντων, παρακελεύομαι χρησίμην εἶναι τὴν τριβὴν, μὴ τὴν τήρησιν δογμάτων ἱστορίης.
所以,由于他们必然是无知的,我建议实践经验才是有用的,而不是恪守探究的教条。
Τίς γὰρ ἐπιθυμεῖ δογμάτων πολυσχιδίην ἀτρεκέως ἱστορέειν, μή γε χειροτριβίης ἀτρεμεότητι;
因为在缺乏手技稳固性的情况下,谁会渴望精确地探究教条的多歧复杂性呢?
διὸ παραινέω τουτέοισι λέγουσι μὲν προσέχειν, ποιέουσι δὲ ἐγκόπτειν.
因此,我建议对这些人:他们说话时应当注意,他们行动时则应当阻拦。
§1414. Ξυνεσταλμένης διαίτης, μὴ μακρὴν ἐγχειρέειν· τοῦ κάμνοντος χρονίη ἡ ἐπιθυμίη· ἀνίστησι καὶ ξυγχωρίη ἐν χρονίῃ νούσῳ, ἤν τις προσέχῃ τυφλῷ τὸ δέον.
14. 在饮食受限时,不要着手进行长期的尝试;病人的欲望是长久的;如果对盲目之辈给予必要的注意,那么在长期疾病中的让步也会使人恢复。
Ὡς μέγας φόβος φυλακτέος, καὶ χάρας δεινότης.
应当防范多么巨大的恐惧,以及喜悦的剧烈。
Ἠέρος αἰφνιδίη ταραχὴ φυλακτέη.
空气的突然扰动应当防范。
Ἀκμὴ ἡλικίης πάντα ἔχει χαρίεντα, ἀπόληξις δὲ τοὐναντίον.
年龄的鼎盛期拥有一切优美,而衰退期则相反。
Ἀσαφίη δὲ γλώττης γίνεται ἢ διὰ πάθος, ἢ διὰ τὰ οὔατα, πρίν τε πρότερα ἐξαγγεῖλαι, ἕτερα ἐπιλαλεῖν, ἢ πρὶν τὸ διανενοημένον εἰπεῖν, ἕτερα ἐπιδιανοεῖσθαι· τὸ μὲν ἄνευ πάθους ὁρατοῦ λελεγμένου μάλιστα ξυμβαίνει φιλοτεχνοῦσιν.
言语的含混,或是由于疾病,或是由于耳朵,在表达前事之前又说出他事,或者在说出所想之前又在加深思考他事;这种在没有明显疾病说明下的后一现象,最常发生于热爱其医术的人。
Ἡλικίης, σμικροῦ ἐόντος τοῦ ὑποκειμένου, δύναμις ἐνίοτε πάμπουλυς.
在年龄方面,即使根底的对象微小,其力量有时也极大。
Νούσου ἀταξίη μῆκος σημαίνει· κρίσις δὲ ἀπόλυσις νούσου.
疾病的无秩序意味着长期;而危象则是疾病的解除。
Μικρὴ αἰτίη ἄκεσι λύεται, ἢν μή τι περὶ τόπον καίριον πάθῃ.
除非在要害部位受损,否则微小的原因可以通过治疗解决。
Διότι ξυμπάθησις ὑπὸ λύπης ἐοῦσα ὀχλέει, ἐξ ἑτέρου συμπαθείης τινὲς ὀχλεῦνται.
由于痛苦引起的共感会带来烦扰,有些人因他人的共感而感到烦扰。
Καταύδησις λυπέει.
大声叱责会带来痛苦。
Φιλοπονίης κρατερῆς ὕπο, παραίνεσις, ἀλέα, ᾠδὴ, τόπος ὀνησιφόρος.
在严酷的辛劳下,劝慰、温暖、歌唱和有益的场所是有益的。

词汇与语法注释

  1. 142bεἴ τις καλῶς ἰητρεύων προσαγορεύσιος τοιαύτης μὴ ἀποσταίη — 希求语气 `ἀποσταίη` 表示一般的可能性或条件假设,而非与现在事实相反。分词 `καλῶς ἰητρεύων` 具有条件意义(“如果行医优异”)。
  2. 142bπροστασσόμενος γε οὐ διαμαρτήσει — 被动分词 `προστασσόμενος` 的逻辑主语是病人(第二人称单数),与主句动词 `οὐ διαμαρτήσει`(第二人称单数将来时)一致,意为病人接受医嘱后将不会失误。
  3. 142bἢν δὲ γένηταί τι, ἐξιτήλου ἐόντος, πειρᾶσθαι ἐξομοιοῦν — `ἐξιτήλου ἐόντος` 是属格绝对结构,用以说明前述不定代词 `τι`(缺陷)的状态。`πειρᾶσθαι` 是起命令作用的独立不定式。
  4. 142cφιλοπονίην μετὰ πόνου ἱστοριευμένην, διὸ ἐν ἑωυτῇ μούνῃ αἵρεσιν ἔχουσαν χαρίεσσαν — 两个分词 `ἱστοριευμένην` 和 `ἔχουσαν` 共同修饰 `φιλοπονίην`。关系副词 `διὸ` 插入分词短语中,表明了逻辑上的因果关系。
  5. 142dλέγουσι μὲν προσέχειν, ποιέουσι δὲ ἐγκόπτειν — 与格分词 `λέγουσι` 和 `ποιέουσι` 与主句中的 `τουτέοισι` 一致。`μὲν... δὲ` 结构形成了对比,意为“当他们说话时要加以注意,当他们行动时要予以阻拦”。
  6. 142eτὸ μὲν ἄνευ πάθους ὁρατοῦ λελεγμένου μάλιστα ξυμβαίνει φιλοτεχνοῦσιν — 中性单数带冠词代词 `τὸ μὲν` 指代前述“在说出想法前又在思考他事导致言语含混”的整个现象。与格的 `φιλοτεχνοῦσιν`(“热爱学术/医术的人”)是动词 `ξυμβαίνει` 的对象。

引用这一段

希波克拉底, 诫条 §9-14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg051.humanitext-grc1:9-14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。