§1## ΠΑΡΑΓΓΕΛΙΑΙ.
1. Χρόνος ἐστὶν ἐν ᾧ καιρὸς, καὶ καιρὸς ἐν ᾧ χρόνος οὐ πολύς·
## 训诫 1. 时间是其中存有契机者,而契机是其中没有太多时间者。
ἄκεσις χρόνῳ, ἔστι δὲ ἡνίκα καὶ καιρῷ.
治疗依赖时间,但有时也依赖契机。
Δεῖ γε μὴν ταῦτα εἰδότα μὴ λογισμῷ πρότερον πιθανῷ προσέχοντα ἰητρεύειν, ἀλλὰ τριβῇ μετὰ λόγου.
然而,知晓这些的人,不应首先关注于看似合理的推理来进行治疗,而应通过伴随理性的经验。
Ὁ γὰρ λογισμὸς μνήμη τίς ἐστι ξυνθετικὴ τῶν μετ’ αἰσθήσιος ληφθέντων·
因为推理是对于伴随感觉所接受之物的一种综合记忆。
ἐφαντασιώθη γὰρ ἐναργέως ἡ αἴσθησις προπαθὴς καὶ ἀναπομπὸς ἐοῦσα εἰς διάνοιαν τῶν ὑποκειμένων· ἡ δὲ παραδεξαμένη πολλάκις, οἷς, ὅτε, ὁκοίως τηρήσασα, καὶ ἐς ἑωυτὴν καταθεμένη, ἐμνημόνευσεν.
因为感觉作为预先受动并将底层事物传送至理智者,已然被清晰地印刻;而理智在多次接受、观察了凭借何物、何时以及如何之后,并将其存入自身,便能予以记忆。
Ξυγκαταινέω μὲν οὖν καὶ τὸν λογισμὸν, ἤνπερ ἐκ περιπτώσιος ποιῆται τὴν ἀρχὴν, καὶ τὴν καταφορὴν ἐκ τῶν φαινομένων μεθοδεύῃ· ἐκ γὰρ τῶν ἐναργέως ἐπιτελεομένων ἢν τὴν ἀρχὴν ποιήσηται ὁ λογισμὸς, ἐν διανοίης δυνάμει ὑπάρχων εὑρίσκεται, παραδεχομένης αὐτῆς ἕκαστα παρ’ ἄλλων.
因此,如果推理确实以偶然遭遇为起点,并从现象中寻求其路径,我也同样赞同推理;因为如果推理以清晰实现的事物为起点,它便被发现在理智的力量中存在,而理智自身则从他者接受每一件事物。
Ὑποληπτέον οὖν τὴν φύσιν ὑπὸ τῶν πολλῶν καὶ παντοίων πρηγμάτων κινηθῆναί τε καὶ διδαχθῆναι, βίης ὑπεούσης· ἡ δὲ διάνοια παρ’ αὐτῆς λαβοῦσα, ὡς προεῖπον, ὕστερον εἰς ἀληθείην ἤγαγεν·
所以,必须认为,自然是在某种强制力存在的情况下,被众多且多种多样的事物所推动和教导的;而理智如我前文所说,从自然中获取之后,随后将其引向真理。
εἰ δὲ μὴ ἐξ ἐναργέος ἐφόδου, ἐκ δὲ πιθανῆς ἀναπλάσιος λόγου, πολλάκις βαρείην καὶ ἀνιηρὴν ἐπήνεγκε διάθεσιν.
但若不从清晰的途径出发,而是源自论证的合理虚构,则往往会带来沉重且痛苦的状态。
Οὗτοι δὲ ἀνοδίην χειρίζουσι· τί γὰρ ἂν ἦν κακὸν, ἢν τὰ ἐπίχειρα ἐκομίζοντο οἱ τὰ τῆς ἰητρικῆς ἔργα κακῶς δημιουργέοντες;
这些人所行的是无路可通之道;因为,如果那些拙劣地从事医术工作的人得到了应有的惩罚,会有什么坏处呢?
νῦν δὲ τοῖσιν ἀναιτίοισιν ἐοῦσι τῶν καμνόντων, ὁκόσοισιν οὐχ ἱκανὴ ἐφαίνετο ἐοῦσα τοῦ νοσέειν βίη, εἰ μὴ ξυνέλθοι τῇ τοῦ ἰητροῦ ἀπειρίῃ.
然而现在,他们却伤害了那些无辜的病人,对于这些病人中的许多人来说,若非与医生的无知相结合,疾病的力量本不足以致死。
Περὶ μὲν οὖν τουτέων ἅλις ἔστω διειλεγμένα.
那么,关于这些事情,谈到这里也就足够了。
§22. Τῶν δ’ ὡς λόγου μόνου ξυμπεραινομένων μὴ εἴη ἐπαύρασθαι, τῶν δὲ ὡς ἔργου ἐνδείξιος· σφαλερὴ γὰρ καὶ εὔπταιστος ἡ μετ’ ἀδολεσχίης ἰσχύρισις.
2. 但愿我不要享受那些仅作为空言得出结论的论证,而要享受那些作为行动证明的论证;因为伴随着喋喋不休的断言是靠不住且易于犯错的。
Διὸ καὶ καθόλου δεῖ ἔχεσθαι τῶν γινομένων, καὶ περὶ ταῦτα μὴ ἐλαχίστως γίγνεσθαι, ἢν μέλλῃ ἕξειν ῥηϊδίην καὶ ἀναμάρτητον ἕξιν, ἣν δὴ ἰητρικὴν προσαγορεύομεν.
因此,通常必须紧紧抓住正在发生的事实,并且绝不能最少地专注于这些,如果想要获得一种轻松且无误的熟练状态——这正是我们所称的医术。
Κάρτα γὰρ μεγάλην ὠφελίην περιποιήσει τοῖσί γε νοσέουσι καὶ τοῖσι τουτέων δημιουργοῖσιν.
因为这将给病人以及这些工作的从业者带来极大的益处。
Μὴ ὀκνέειν δὲ καὶ παρὰ ἰδιωτέων ἱστορέειν, ἤν τι δοκέῃ συνοίσειν εἰς καιρὸν θεραπείης.
如果有什么似乎有助于治疗契机的事情,也不要犹豫去向门外汉请教。
Οὕτω γὰρ δοκέω τὴν ξύμπασαν τέχνην ἀναδειχθῆναι, διὰ τὸ ἐξ ἑκάστου τοῦ τέλους τηρηθῆναι καὶ εἰς ταὐτὸ ξυναλισθῆναι.
因为我认为,整个技术正是这样被展现出来的,即通过观察每一个结果并将它们聚集到同一处。
Προσέχειν οὖν δεῖ περιπτώσει τῇ ὡς ἐπιτοπολὺ, καὶ μετ’ ὠφελίης καὶ ἠρεμαιότητος μᾶλλον ἢ ἐπαγγελίης καὶ ἀπολογίης τῆς μετὰ πρήξιας.
因此,必须以有用和冷静的态度,而不是以事后的虚张声势和辩解,去关注通常发生的偶然情况。
§33. Χρήσιμος δὲ καὶ ποικίλος τῶν προσφερομένων τῷ νοσέοντι καὶ ὁ προορισμὸς, ὅτι μόνον τι προσενεχθὲν ὠφελήσει· οὐ γὰρ ἰσχυρίσιος δεῖ· πάντα γὰρ τὰ πάθη διὰ πολλὰς περιστάσιας καὶ μεταβολὰς μονῇ τινὶ προσκαθίζει.
3. 预先确定提供给病人的东西也是有用且多样的,即只有某种特定提供的东西才会有效;因为不需要强辩;因为所有的病痛经过许多情况和变化,都会固定在某一种状态中。
§44. Παραινέσιος δ’ ἂν καὶ τοῦτο ἐπιδεηθείη τῆς θεωρίης· εἰ γὰρ ἄρξαιο παρὰ μισθαρίων, ξυμβάλλει γάρ τι καὶ τῷ ξύμπαντι, τῷ μὲν ἀλγέοντι τοιαύτην διανόησιν ἐμποιήσεις τὴν ὅτι ἀπολιπὼν αὐτὸν πορεύσῃ μὴ ξυνθέμενος, ἢ ὅτι ἀμελήσεις, καὶ οὐχ ὑποθήσεις τινὰ τῷ παρεόντι.
4. 此外,这也需要对劝告进行考察:因为如果你从酬金谈起——由于这也对大局有所贡献——你会在痛苦的病人心中产生这样一种想法,即如果你不与他达成协议,你就会抛下他离去,或者你会忽视他,不为他目前的状况提供任何建议。
Ἐπιμελεῖσθαι οὖν οὐ δεῖ περὶ στάσιος μισθοῦ· ἄχρηστον γὰρ ἡγεύμεθα ἐνθύμησιν ὀχλεομένῳ τὴν τοιαύτην, πουλὺ δὲ μᾶλλον ἐν ὀξεῖ νοσήματι· νόσου γὰρ ταχύτης καιρὸν μὴ διδοῦσα ἐς ἀναστροφὴν οὐκ ἐποτρύνει τὸν καλῶς ἰητρεύοντα ζητεῖν τὸ λυσιτελὲς, ἔχεσθαι δὲ δόξης μᾶλλον·
因此,不应该为确定酬金而焦虑;因为我们认为,对于处于痛苦之中的病人,尤其是对于急性疾病,这种心思是毫无用处的;因为疾病的迅速发展不给拖延的时间,并不促使一个优秀的医生去追求利益,而是促使他更多地保持名声。
κρέσσον οὖν σωζομένοισιν ὀνειδίζειν ἢ ὀλεθρίως ἔχοντας προμύσσειν.
因此,在他们获救后对他们进行责备,要好过在他们处于垂死状态时去敲诈他们。