← ヒポクラテス

医師について

§8-14

静脈切開の注意と潰瘍治療および戦傷外科

腕の静脈切開における注意点、診療所の必要器具、腫瘍と潰瘍(四つの進行経路)の治療、パップ剤の使用法、および戦場における矢の摘出手術の重要性について説明している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8

​8. Τὰς δὲ ἐπὶ τῶν βραχιόνων φλέβας τῇσι καταλήψεσι χρὴ φυλάσσειν· ἡ γὰρ καλύπτουσα σὰρξ πολλοῖς οὐ καλῶς συνήρμοσται τῇ φλεβί· τῆς γὰρ σαρκὸς ὀλισθηρῆς οὔσης, οὐ καθ’ ἑαυτὰς ξυμβαίνει τὰς τομὰς ἀμφοτέρων γίνεσθαι·1 τὴν γὰρ φλέβα ἐκφυσᾶσθαι ξυμβαίνει καλυφθεῖσαν, καὶ τὴν ῥύσιν τοῦ αἵματος κωλύεσθαι, πολλοῖσι δὲ καὶ πῦος διὰ τοῦτο ξυνίστασθαι· δοκεῖ δὴ δύο βλάβας φέρειν ἡ τοιαύτη χειρουργίη, τῷ μὲν τμηθέντι πόνον, τῷ δὲ τέμνοντι πολλὴν ἀδοξίην· τὸ δ’ αὐτὸ κατὰ πασῶν παρήγγελται γίνεσθαι.

​8. 腕の静脈は、締め付けの際に注意を払わねばならない。というのも、多くの人において、それを覆っている肉が静脈とうまく結合していないからである。すなわち、肉が滑りやすいため、両方の切開がずれることなく一致して起こることがないのである。実際、静脈は覆われた状態で膨らんでしまい、流血が妨げられ、その結果多くの人に膿が溜まることになる。それゆえ、このような外科手術は二つの害をもたらすと思われる。すなわち、切開された患者には痛みをもたらし、切開した医師には多大な悪評をもたらす。同じことが、すべてにおいて行われるよう推奨されている。

§9

​9. Τὰ μὲν οὖν κατ’ ἰητρεῖον ἀναγκαῖα ὄργανα, καὶ περὶ ἃ δεῖ τεχνικὸν εἶναι τὸν μανθάνοντα, ταῦτ’ ἐστίν· ὀδοντάγρῃσι γὰρ καὶ σταφυλάγρῃσι χρῆσθαι τὸν τυχόντα ἐστίν· ἁπλῆ γὰρ ἡ χρῆσις αὐτῶν εἶναι δοκεῖ.

​9. さて、診療所で必要な器具、および学ぶ者が熟練していなければならない器具は、これらである。というのも、抜歯鉗子や口蓋垂鉗子を用いることは誰にでもできるからである。それらの使用法は単純であると思われるからである。

§10

​10. Περὶ δὲ φυμάτων καὶ ἑλκέων, ὁκόσα μειζόνων ἐστὶ νοσημάτων, τὰ μὲν φύματα τεχνικώτατον ὑπειληφέναι δεῖ δύνασθαι διαλύειν,2 καὶ τὰς συστάσεις αὐτῶν κωλύειν· ἐχόμενον δὲ τουτέων, στέλλειν εἰς τὸν ἐπιφανῆ τόπον ὡς εἰς βραχύτατον, καὶ τὴν σύστασιν ὁμαλῶς διὰ παντὸς ποιεῖσθαι τοῦ φύματος· ἀνωμάλως γὰρ ἔχοντος αὐτοῦ, ῥαγῆναί τε καὶ δυσθεράπευτον τὸ ἕλκος κίνδυνός ἐστι γενέσθαι· ἐξομαλίζειν τε χρὴ πέσσοντα πανομοίως, καὶ μήτε διαιρεῖν πρότερον μήτε αὐτόματον ἐῇν ῥαγῆναι· τὰ δὲ ἐκπέψαι δυνάμενα ὁμαλῶς ἐν ἑτέροις εἴρηται.

​10. より大きな病気に属する腫瘍と潰瘍については、まず腫瘍を、最も技術を要することとして消散させることができ、それらの形成を防ぐことができるとみなさねばならない。これに次いで、それらを表面の極めて狭い場所へと縮め、腫瘍全体にわたって均等に形成を行わせるべきである。なぜなら、それが不均等であると、破裂して、その結果生じる潰瘍が治療困難になる危険があるからである。そして、一様に成熟させながら平らにせねばならず、それより前に切開してもいけないし、自然に破裂するままにしてもいけない。それらを一様に成熟させることができる手段については、別の箇所で述べられている。

§11

​11. Τὰ δὲ ἕλκεα δοκεῖ πορείας ἔχειν τέσσαρας, μίαν μὲν ἐς βάθος· ταῦτα δ’ ἔστι τὰ συριγγώδη καὶ ὅσα ὕπουλά ἐστι, καὶ ἔνδοθεν κεκοιλασμένα· ἡ δ’ ἑτέρη εἰς ὕψος, τὰ ὑπερσαρκεῦντα· τρίτη δέ ἐστιν εἰς πλάτος· ταῦτα δέ ἐστι τὰ καλεόμενα ἑρπηστικά· τετάρτη ὁδός ἐστιν [ἐς ξύμφυσιν]· αὕτη δὲ μόνη κατὰ φύσιν εἶναι δοκέει κίνησις. Αὗται μὲν οὖν ξυμφοραὶ τοιαῦται σαρκός εἰσι· πᾶσαι δὲ κοιναὶ τοῦ ξυμφύοντος· καὶ τὰ μὲν τούτων ἐν ἑτέροις σημεῖα δεδήλωται, καὶ ᾗ χρηστέον ἐστὶν ἐπιμελείᾳ· δι’ ὧν δὲ τὸ ξυμφυόμενον διελεύσεται, καὶ τὸ πληρεύμενον, ἢ κοῖλον γενόμενον, ἢ τὴν εἰς πλάτος πορείαν ποιούμενον, προσηκόντως περὶ τουτέων ἐν ἄλλοις εἴρηται.

​11. 一方、潰瘍は四つの進路を持つと思われる。一つは深さへの方向である。これらは瘻管性のものや、皮膚の下で膿んでいるもの、内部で空洞になっているものである。第二は高さへの方向であり、肉が過剰に増殖しているものである。第三は広がりへの方向であり、いわゆる匍行性のものである。第四の道は癒合への方向である。これだけが、自然にかなった動きであると思われる。これらは肉のそのような障害であり、すべて癒合するものに共通している。これらに関する兆候と、どのような治療を用いるべきかは、別の箇所で明らかにされている。癒合するもの、および肉が満たされるもの、あるいは空洞になるもの、あるいは広がりへの進路をとるものが、何を経て進んでいくかについては、他で適切に述べられている。

§12

​12. Περὶ δὲ καταπλασμάτων ὧδε· τῶν ἐπιτιθεμένων ὀθονίων3 ὅκου ἂν ἡ χρῆσις κατὰ τοῦ νοσεύματος ἀκριβὴς εἶναι δοκέῃ, [καὶ] τῷ ἕλκει ἁρμόζου τὸ ἐπιτιθέμενον ὀθόνιον, τῷ δὲ καταπλάσματι πρὸς τὸν κύκλῳ τόπον τοῦ ἕλκεος χρῶ· χρῆσις γὰρ αὕτη καταπλάσματός ἐστιν ἔντεχνός τε καὶ πλεῖστα ὠφελεῖν δυναμένη· ἐδόκει γὰρ τῷ μὲν ἕλκει βοηθεῖν ἡ τῶν περιτιθεμένων δύναμις, τὸ δ’ ὀθόνιον φυλάσσειν· τὰ δ’ ἔξω μὲν τοῦ ἕλκεος τὸ κατάπλασμα ὠφελέει. Τὴν μὲν οὖν χρῆσιν αὐτέων εἶναι δεῖ τοιαύτην.

​12. パップ剤については次の通りである。あてがわれるリネンの布の使用が病気に対して正確に適していると思われるところでは、あてがうリネンの布を潰瘍に適合させ、パップ剤は潰瘍の周囲の場所に用いよ。なぜなら、このパップ剤の使用法こそが技術にかなっており、最も多くの益をもたらし得るからである。というのも、周囲に施されたものの効力は潰瘍を助け、リネンの布は保護し、一方でパップ剤は潰瘍の外側を益すると思われるからである。それゆえ、それらの使用法はそのようでなければならない。

§13

​13. Περὶ δὲ καιρῶν, ὁκότε τούτοις ἑκάστοις χρηστέον ἐστὶ, καὶ τὰς δυνάμιας ὡς χρὴ τῶν γεγραμμένων καταμανθάνειν, παραλέλειπται δὲ τὰ τοιαῦτα, ἐπεὶ πλεῖον προῆκται τῆς κατ’ ἰητρικὴν ἐπιμελείας καὶ πόῤῥω τοῦ τῆς τέχνης ἤδη προεληλυθότος ἐστίν.

​13. これらそれぞれをいつ用いるべきかという時期について、また書かれたものの効力をどのように理解すべきかについて、そのような事柄は省略されている。なぜなら、それは医学的な配慮の範囲を超えてさらに進んだものであり、すでに専門技術の遥か先へと進んでしまっているからである。

§14

​14. Ἐχόμενον δὲ τούτων ἐστὶ καὶ κατὰ στρατιὴν γινομένων τρωμάτων χειρουργίη περὶ τὴν ἐξαίρεσιν τῶν βελέων. Ἐν τῇσι κατὰ πτόλιν διατριβῇσι βραχεῖά τίς ἐστι τουτέων ἡ χρῆσις· ὀλιγάκις γὰρ ἐν παντὶ τῷ χρόνῳ γίνονται πολιτικαὶ στρατιαὶ καὶ πολεμικαί· ξυμβαίνει δὲ τὰ τοιαῦτα πλειστάκις καὶ ξυνεχέστατα περὶ τὰς ξενικὰς στρατιὰς γίνεσθαι. Τὸν μὲν οὖν μελλοντα χειρουργεῖν στρατεύεσθαι δεῖ καὶ παρηκολουθηκέναι στρατεύμασι ξενικοῖς· οὕτω γὰρ ἂν εἴη γεγυμνασμένος πρὸς ταύτην τὴν χρείαν. Ὃ δὲ εἶναι δοκεῖ περὶ ταῦτα τεχνικώτερον, εἰρήσεται· τῶν γὰρ ὅπλων ἐνόντων4 καὶ σημεῖα πεπορίσθαι τέχνης ἐστὶ πλεῖστον μέρος καὶ τῆς πρὸς ταῦτα χειρουργίης· τούτου γὰρ ὑπάρξαντος, οὐκ ἂν παραλίποιτο τρωματίας ἀγνοηθεὶς ὅταν χειρουργῆται μὴ προσηκόντως· μόνος δ’ ἂν ὁ τῶν σημείων ἔμπειρος εἰκότως ἐπιχειροίη. Περὶ δὲ τουτέων ἁπάντων ἐν ἑτέροις γεγραμμένον ἐστίν.

​14. これらに続くものは、軍陣で生じる負傷に対する、矢などの摘出に関する外科手術である。都市での生活においては、これら(摘出)の必要性はごくわずかである。なぜなら、全時期を通じても、市民の軍隊や戦争が起こることは稀だからである。しかし、そのような事態は傭兵部隊において極めて頻繁に、かつ最も絶え間なく生じる。したがって、外科手術を行おうとする者は従軍し、傭兵部隊に同行せねばならない。そうして初めて、この実務に対して訓練された状態になり得るからである。この点に関して、より専門的と思われることが語られるであろう。なぜなら、武器が体内に留まっているとき、その兆候を見出すことは、技術およびこれに対する外科手術の最も大きな部分を占めるからである。これが備わっていれば、負傷者が気づかれずに放置されたり、不適切に手術されたりすることはないからである。ただ、それらの兆候に熟練した者だけが、当然のこととして着手すべきである。これらすべてについては、別の箇所で書かれている。

構文注4 件
  1. 8οὐ καθ’ ἑαυτὰς ξυμβαίνει τὰς τομὰς ἀμφοτέρων γίνεσθαι

    「両方(皮膚と静脈)の切開がそれ自体として一致して起こることがない」と解釈される。滑りやすい肉(皮膚)の性質により、切開面が互いにずれて重ならなくなる現象を表している。

  2. 10τὰ μὲν φύματα τεχνικώτατον ὑπειληφέναι δεῖ δύνασθαι διαλύειν

    中性形容詞 τεχνικώτατον は、不定詞句 δύνασθαι διαλύειν(消散させることができること)を叙述的に修飾しており、「腫瘍を消散させることができることが、最も技術を要することであるとみなさねばならない」の意。

  3. 12τῶν ἐπιτιθεμένων ὀθονίων

    文頭の属格は、後の ὅκου ἂν... 節に先行する主題提示の属格、あるいは ὅκου ἂν 節を含む属格絶対構文。「あてがわれるリネン布」を全体の主題として導入している。

  4. 14τῶν γὰρ ὅπλων ἐνόντων

    属格絶対構文であり、「武器が(体内に)留まっているとき」という時間的または状況的な条件を表している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0627.tlg049.humanitext-grc1:8-14