§3434. Τρέφεται δὲ τὰ μὲν ἐς αὔξησιν καὶ ἐς τὸ εἶναι, τὰ δὲ ἐς τὸ εἶναι μοῦνον, οἷον γέροντες, τὰ δὲ πρὸς τούτων καὶ ἐς ῥώμην.
34. 有些是为了生长和生存而获得营养,有些仅是为了生存,如老人,有些除了这些之外,还为了力量。
Διάθεσις ἀθλητικὴ οὐ φύσει· ἕξις ὑγιεινὴ κρείσσων ἐν πᾶσιν.
运动员的体质并非天生;健康的状态在一切方面都更好。
§3535. Μέγα τὸ ποσὸν εὐστόχως ἐς δύναμιν ξυναρμοσθέν.
35. 适当地与力量相契合的份量是伟大的。
§3636. Γάλα καὶ αἷμα τροφῆς πλεονασμός.
36. 乳汁与血液是营养的过剩。
§3737. Περίοδοι ἐς πολλὰ σύμφωνοι, ἐς ἔμβρυον καὶ ἐς τὴν τούτου τροφήν· αὖτις δὲ ἄνω ῥέπει ἐς γάλα καὶ ἐς τροφὴν βρέφεος.
37. 周期在许多方面是和谐的,涉及胎儿及其营养;之后,它再次向上流向乳汁和婴儿的营养。
§3838. Ζωοῦται τὰ μὴ ζῶα, ζωοῦται τὰ ζῶα, ζωοῦται τὰ μέρεα τῶν ζώων.
38. 非生命体获得生命,生命体获得生命,生命体的各个部分获得生命。
§3939. Φύσιες πάντων ἀδίδακτοι.
39. 万物的本性是不学而能的。
§4040. Αἷμα ἀλλότριον ὠφέλιμον, αἷμα ἴδιον ὠφέλιμον, αἷμα ἀλλότριον βλαβερὸν, αἷμα ἴδιον βλαβερὸν, χυμοὶ ἴδιοι βλαβεροὶ, χυμοὶ ἀλλότριοι βλαβεροὶ, χυμοὶ ἀλλότριοι ξυμφέροντες, χυμοὶ ἴδιοι ξυμφέροντες, τὸ ξύμφωνον διάφωνον, τὸ διάφωνον ξύμφωνον, γάλα ἀλλότριον ἀστεῖον, γάλα ἴδιον βλαβερὸν, γάλα ἀλλότριον βλαβερὸν, γάλα ἴδιον ὠφέλιμον.
40. 他人的血液有益,自己的血液有益;他人的血液有害,自己的血液有害;自己的体液有害,他人的体液有害;他人的体液有益,自己的体液有益;和谐的变得不和谐,不和谐的变得和谐;他人的乳汁合适,自己的乳汁有害;他人的乳汁有害,自己的乳汁有益。
§4141. Σιτίον νέοισιν ἀκροσαπὲς, γέρουσιν ἐς τέλος μεταβεβλημένον, ἀκμάζουσιν ἀμετάβλητον.
41. 食物对年轻人而言是半变化的,对老年人而言是完全变化的,对壮年人而言则是未变化的。
§4242. Ἐς τύπωσιν λεβ ἠέλιοι, ἐς κίνησιν οβ, ἐς τελειότητα σιβ·
42. 形成需要三十七天,活动需要七十二天,完成需要二百十二天。
ἄλλοι, ἐς ἰδέην μέ, ἐς κίνησιν β, ἐς ἔξοδον σοβ·
另有说法:成形需要四十五天,活动需要九十天,产出需要二百七十二天。
ἄλλοι, β ἐς ἰδέην, ἐς πρῶτον ἅλμα ρβ, ἐς τελείοτητα β·
还有说法:成形需要五十天,初次胎动需要百二天,完成需要二百天。
ἐς διάκρισιν β, ἐς μετάβασιν β, ἐς ἔκπτωσιν σμβ·
分化需要五十天,过渡需要五十天,分娩需要二百四十二天。
οὐκ ἔστι καὶ ἔστι·
事实并非如此,却又正是如此。
γίνεται δὲ ἐν τούτοισι καὶ πλείω καὶ ἐλάσσω, καὶ ὅλον καὶ κατὰ μέρος, οὐ πολλὸν δὲ καὶ πλείω πλείω καὶ ἐλάσσω ἐλάσσω, τοσαῦτα καὶ ὅσα ἄλλα τούτοισιν ὅμοια.
在这些之中会发生较多或较少,不论是整体还是局部,但相差不大,较多者更趋于多,较少者更趋于少,这些以及其他所有与之相似的事物皆是如此。
§4343. Ὀστέων τροφῂ ἐκ κατήξιος, ῥινὶ δὶς πέντε, γνάθῳ καὶ κληβδι καὶ πλευρῇσι διπλάσιαι, πήχει τριπλάσιαι, κνήμῃ καὶ βραχίονι τετραπλάσιαι, μηρῷ πενταπλάσιαι, καὶ εἴ τι ἐν τούτοισι δύναται πλέον ἢ ἔλασσον.
43. 骨折后骨骼的营养:鼻骨为二五一十天,下颌、锁骨和肋骨为双倍(二十天),前臂为三倍(三十天),小腿和上臂为四倍(四十天),大腿为五倍(五十天),且在这些之中可能有稍多或稍少的变动。
§4444. Αἷμα ὑγρὸν καὶ αἷμα στερεόν· αἷμα ὑγρὸν ἀστεῖον, αἷμα ὑγρὸν φλαῦρον· αἷμα στερεὸν ἀστεῖον, αἷμα στερεὸν φλαῦρον· πρός τι πάντα φλαῦρα καὶ πάντα ἀστεῖα.
44. 液态血液与固态血液:液态血液好,液态血液坏;固态血液好,固态血液坏;针对特定事物,一切皆坏,一切皆好。
§4545. Ὁδὸς ἄνω κάτω, μία.
45. 往上与往下的道路是同一条。
§4646. Δύναμις τροφῆς κρέσσων ἢ ὄγκος, ὄγκος τροφῆς κρεσσων ἢ δύναμις, καὶ ἐν ὑγροῖσι καὶ ἐν ξηροῖσιν.
46. 营养的力量胜过分量,营养的分量胜过力量,这在湿物与干物中皆是如此。
§4747. Ἀφαιρέει καὶ προστίθησιν οὐ τωὐτὸ, τῷ μὲν ἀφαιρέει, τῷ δὲ προστίθησι τωὐτό.
47. 既减少又增加,但并非同等对待:从一处减少,又向另一处增加相同的东西。
§4848. Φλεβῶν διασφύξιες καὶ ἀναπνοὴ πνεύματος καθ’ ἡλικίην, καὶ ξύμφωνα καὶ διάφωνα, καὶ νούσου καὶ ὑγιείης σημήϊα, καὶ ὑγιείης μᾶλλον ἢ νούσου, καὶ νούσου μᾶλλον ἢ ὑγιείης· τροφὴ γὰρ καὶ πνεῦμα.
48. 依据年龄,静脉的脉搏与气的呼吸,或和谐或不和谐,皆是疾病与健康的征兆,且更偏向健康而非疾病,或更偏向疾病而非健康;因为它们即是营养与气。
§4949. Ὑγρὴ τροφὴ εὐμετάβλητος μᾶλλον ἢ ξηρὴ· ξηρὴ τροφὴ εὐμετάβλητος μᾶλλον ἢ ὑγρή· ἡ δυσαλλοίωτος δυσεξανάλωτος, ἡ εὐπρόσθετος εὐεξανάλωτος.
49. 湿性营养比干性更容易变化,干性营养比湿性更容易变化;难以外化的难以消耗,易于吸收的易于消耗。
§5050. Καὶ ὁκόσοι ταχείης προσθέσιος δέονται, ὑγρὸν ἴημα ἐς ἀνάληψιν δυνάμιος κράτιστον· ὁκόσοι δὲ ἔτι ταχυτέρης, δι’ ὀσφρήσιος· ὁκόσοι δὲ βραδυτέρης προσθέσιος δέονται, στερεῇ τροφῇ.
50. 凡需要快速补充者,液态疗法对恢复体力最为有效;需要更快者,通过嗅觉;而需要较慢补充者,则用固态营养。
§5151. Μῦες στερεώτεροι δυσέκτηκτοι [μᾶλλον] τῶν ἄλλων, παρὲξ ὀστέου καὶ νεύρου· δυσμετάβλητα τὰ γεγυμνασμένα, κατὰ γένος αὐτὰ ἑωυτῶν ἰσχυρότερα ἐόντα, διὰ τοῦτο αὐτὰ ἑωυτῶν δυστηκτότερα.
51. 肌肉更为结实,除骨骼和腱之外,比其他部位更难消耗;经过锻炼的部位难以改变,在其同类中比其自身更为强壮,因此比其自身更难消耗。
§5252. Πῦον τὸ ἐκ σαρκός· πυῶδες τὸ ἐξ αἵματος καὶ ἐξ ἄλλης ὑγρασίης·
52. 脓是源于肌肉者;脓样物是源于血液及其他水分者。
πῦον τροφὴ ἕλκεος· πυῶδες τροφὴ φλεβὸς, ἀρτηρίης.
脓是溃疡的营养;脓样物是静脉和动脉的营养。
§5353. Μυελὸς τροφὴ ὀστέου, διὰ τοῦτο ἐπιπωροῦται.
53. 骨髓是骨骼的营养,因此会形成骨痂。
§5454. Δύναμις πάντα αὔξει καὶ τρέφει καὶ βλαστάνει.
54. 力量使万物增殖、养育并萌芽。
§5555. Ὑγρασίη τροφῆς ὄχημα.
55. 水分是营养的载体。