§1## ΠΕΡΙ ΤΡΟΦΗΣ.
1.
论营养。
Τροφὴ καὶ τροφῆς εἶδος, μία καὶ πολλαί· μία μὲν ᾗ γένος ἓν, εἶδος δὲ ὑγρότητι καὶ ξηρότητι· καὶ ἐν τουτέοισιν ἰδέαι καὶ πόσον ἐστὶ καὶ ἐς τίνα καὶ ἐς τοσαῦτα.
1. 营养与营养的形式,既是一又是多;作为属是一,而因湿和干而有形式;在这些之中也有形状、数量、针对什么以及分成若干。
§22. Αὔξει δὲ καὶ ῥώννυσι καὶ σαρκοῖ καὶ ὁμοιοῖ καὶ ἀνομοιοῖ τὰ ἐν ἑκάστοισι κατὰ φύσιν τὴν ἑκάστου καὶ τὴν ἐξ ἀρχῆς δύναμιν.
2. 它根据每个人的本性和起初的力量,增加、加强、长肉、同化并异化每个人体内的东西。
§33. Ὁμοιοῖ δὲ ἐς [φύσιν καὶ] δύναμιν, ὁκόταν κρατέῃ μὲν ἡ ἐπεισιοῦσα, ἐπικρατέῃ δὲ ἡ προϋπάρχουσα.
3. 当引入的营养被克服,而原有的营养占优势时,它便同化为[本性与]力量。
§44. Γίνεται δὲ καὶ ἐξίτηλος, ὁτὲ μὲν ἡ προτέρη ἐν χρόνῳ ἀπολυθεῖσα ἢ ἐπιπροστεθεῖσα, ὁτὲ δὲ ἡ ὑστέρη ἐν χρόνῳ ἀπολυθεῖσα ἢ ἐπιπροστεθεῖσα.
4. 它也会逐渐消逝,有时是先前的营养在时间中被分离或额外添加,有时是后来的营养在时间中被分离或额外添加。
§55. Ἀμαυροῖ δὲ ἑκατέρας ἐν χρόνῳ καὶ μετὰ χρόνον ἡ ἔξωθεν συνεχὴς ἐπεισκριθεῖσα καὶ ἐπὶ πολλὸν χρόνον στερεμνίως πᾶσι τοῖσι μέλεσι διαπλεκεῖσα.
5. 但那从外部持续混入、并在很长时间里牢固地交织于所有肢体的营养,在时间之中和时间之后会使两者的力量都变得黯淡。
§66. Καὶ τὴν μὲν ἰδίην ἰδέην ἐξεβλάστησε· μεταβάλλει τε τὴν ἀρχαίαν, καὶ καταφέρεται· τρέφει δὲ πεττομένη· τὴν δὲ προτέρην ἰδέην ἐξαλλάττει ἔστιν ὅτε καὶ τὰς προτέρας ἐξημαύρωσεν.
6. 它萌发出自己特有的形式;改变古老的形式,并向下运行;被消化时提供营养;有时改变先前的形式,使先前的东西暗淡无光。
§77. Δύναμις δὲ τροφῆς ἀφικνέεται καὶ ἐς ὀστέον καὶ πάντα τὰ μέρεα αὐτοῦ, καὶ ἐς νεῦρον καὶ ἐς φλέβα καὶ ἐς ἀρτηρίην καὶ ἐς μῦν καὶ ἐς ὑμένα καὶ σάρκα καὶ πιμελὴν καὶ αἷμα καὶ φλέγμα καὶ μυελὸν καὶ ἐγκέφαλον καὶ νωτιαῖον καὶ τὰ ἐντοσθίδια καὶ πάντα τὰ μέρεα αὐτῶν, καὶ δὴ καὶ ἐς θερμασίην καὶ πνεῦμα καὶ ὑγρασίην.
7. 营养的力量到达骨骼及其所有部分,到腱、静脉、动脉、肌肉、膜、肉、脂肪、血液、粘液、骨髓、脑、脊髓、内脏及其所有部分,甚至到热、气和湿气。
§88. Τροφὴ δὲ τὸ τρέφον, τροφὴ δὲ τὸ οἷον, τροφὴ δὲ τὸ μέλλον.
8. 营养是正在滋养的东西,营养是具有此类性质的东西,营养是将要成为营养的东西。
§99. Ἀρχὴ δὲ πάντων μία καὶ τελευτὴ πάντων μία καὶ ἡ αὐτὴ τελευτὴ καὶ ἀρχή.
9. 万物的起点是一,万物的终点是一,终点与起点是同一个。
§1010. Καὶ ὅσα κατὰ μέρος ἐν τροφῇ καλῶς καὶ κακῶς διοικέεται, καλῶς μὲν ὅσα προείρηται, κακῶς δὲ ὅσα τούτοισι τὴν ἐναντίην ἔχει τάξιν.
10. 凡是在营养中分部被良好和糟糕管理的事情:良好者即上述一切,糟糕者则是与这些具有相反秩序的一切。
§1111. Χυλοὶ ποικίλοι καὶ χρώμασι καὶ δυνάμεσι καὶ ἐς βλάβην καὶ ἐς ὠφελείην, καὶ οὔτε βλάπτειν οὔτε ὠφελέειν, καὶ πλήθει καὶ ὑπερβολῇ καὶ ἐλλείψει καὶ διαπλοκῇ ὧν μὲν, ὧν δ’ οὔ.
11. 体液在颜色和力量上是多样的,既能致害也能获益,既不致害也不获益,在数量、过剩、不足,以及某些体液交织而某些不交织上也是多样的。
§1212. Καὶ πάντων ἐς θερμασίην βλάπτει καὶ ὠφελέει· ἐς ψύξιν βλάπτει καὶ ὠφελέει· ἐς δύναμιν βλάπτει καὶ ὠφελέει.
12. 并且在一切事物中,它对热既有害又有益,对冷既有害又有益,对力量既有害又有益。
§1313. Δυνάμιος δὲ ποικίλαι φύσιες.
13. 力量的本性是多样的。
§1414. Χυλοὶ φθείροντες καὶ ὅλον καὶ μέρος καὶ ἔξωθεν καὶ ἔνδοθεν, αὐτόματοι καὶ οὐκ αὐτόματοι, ἡμῖν μὲν αὐτόματοι, αἰτίῃ δ’ οὐκ αὐτόματοι· αἰτίης δὲ τὰ μὲν δῆλα, τὰ δ’ ἄδηλα, καὶ τὰ μὲν δυνατὰ, τὰ δ’ ἀδύνατα.
14. 体液既损害整体也损害局部,既从外部也从内部,有自发的和非自发的;对我们而言是自发的,但因其原因而非自发;在原因中,有些是显明的,有些是不显明的,有些是可能的,有些是不可能的。
§1515. Φύσις ἐξαρκέει πάντα πᾶσιν.
15. 自然对一切人的一切方面都是足够的。
§1616. Ἐς δὲ ταύτην, ἔξωθεν μὲν, κατάπλασμα, κατάχρισμα, ἄλειμμα, γυμνότης ὅλου καὶ μέρεος, καὶ σκέπη ὅλου καὶ μέρεος, θερμασίη καὶ ψύξις κατὰ τὸν αὐτὸν λόγον καὶ στύψις καὶ ἕλκωσις καὶ δηγμὸς καὶ λίπασμα· ἔνδοθεν δὲ, τινά τε τῶν εἰρημένων, καὶ ἐπὶ τούτοισιν αἰτίη ἄδηλος καὶ μέρει καὶ ὅλῳ, τινί τε καὶ οὐτινί.
16. 针对这自然,从外部有:敷贴、涂抹、油擦、整体与局部的暴露、整体与局部的覆盖、依同理的温热与冷却、收敛、溃疡、刺激和涂脂;从内部则有:前述的某些手段,以及此外对局部和整体、对某人或无人而言都不显明的原因。
§1717. Ἀποκρίσιες κατὰ φύσιν, κοιλίης, οὔρων, ἱδρῶτος, πτυάλου, μύξης, ὑστέρης, καθ’ αἱμοῤῥοΐδα, θύμον, λέπρην, φῦμα, καρκίνωμα, ἐκ ῥινῶν, ἐκ πλεύμονος, ἐκ κοιλίης, ἐξ ἕδρης, ἐκ καυλοῦ, κατὰ φύσιν καὶ παρὰ φύσιν· αἱ διακρίσιες τούτων ἄλλοισι πρὸς ἄλλον λόγον ἄλλοτε καὶ ἀλλοίως.
17. 顺应自然的排泄物有:粪便、尿、汗、唾、鼻涕、子宫分泌物、痔疮、疣、癣、肿瘤、癌、来自鼻腔、来自肺部、来自腹部、来自肛门、来自尿道,有顺应自然的,也有违背自然的;这些排泄物的分离在不同时间、以不同方式、按不同比例针对不同的人。
Μία φύσις ἐστὶ ταῦτα πάντα καὶ οὐ μία· πολλαὶ φύσιές εἰσι ταῦτα πάντα καὶ μία.
所有这些是一个自然,又不是一个;所有这些是多个自然,又是一个。
§1818. Φαρμακείη ἄνω καὶ κάτω, καὶ οὔτε ἄνω οὔτε κάτω.
18. 药剂洗涤有向上和向下,以及既不向上也不向下。