Humanitext Reader

希波克拉底 · 论心脏 §8-12

心耳的呼吸功能与心瓣膜及两室之热

第 2 段,共 2 段 · 希腊语

内容简介

本文将心耳比作呼吸用的风箱来解释其功能,描述了心瓣膜的精妙结构与作用,并论述了左右心室在热量与营养上的不对称性。

§8Ἀγχοῦ δὲ τῆς ἐκφύσιος τῶν φλεβῶν σώματα τῇσι κοιλίῃσιν ἀμφιβεβήκασι, μαλθακὰ, σηραγγώδεα, ἃ κληΐσκεται μὲν οὔατα, τρήματα δὲ οὐκ ἔστιν οὐάτων· ταῦτα γὰρ οὐκ ἐνακούουσιν ἰαχῆς·
在血管的起始部附近,有一些柔软且呈海绵状的实体包围着心室,它们被称为耳,但它们并非真正的耳孔;因为它们听不见声音。
ἔστι δὲ ὄργανα τοῖσιν ἡ φύσις ἁρπάζει τὸν ἠέρα.
它们是自然用以吸取空气的器官。
Καίτοι δοκέω τὸ ποίημα χειρώνακτος ἀγαθοῦ· κατασκεψάμενος γὰρ σχῆμα στερεὸν ἐσόμενον τὸ σπλάγχνον διὰ τὸ πιλητικὸν τοῦ ἐγχύματος, ἔπειτα πᾶν ἐὸν ἑλκτικὸν, παρέθηκεν αὐτέῳ φύσας, καθάπερ τοῖσι χοάνοισιν οἱ χαλκέες, ὥστε διὰ τουτέων χειροῦται τὴν πνοήν.
我确实认为,这是优秀工匠的杰作;因为他观察到,由于所注入之物的压实性质,该器官将具有坚固的形状,而且它整体具有吸引力,于是他在它旁边安放了风箱,就像铁匠在炉旁安放风箱一样,以便通过它们来控制呼吸。
Τεκμήριον δὲ τοῦ λόγου· τὴν μὲν γὰρ καρδίην ἴδοις ἂν ῥιπταζομένην οὐλομελῆ, τὰ δὲ οὔατα κατ’ ἰδίην ἀναφυσώμενά τε καὶ ξυμπίπτοντα.
这一论点的证据是:你会看到心脏整体在剧烈跳动,而心耳则在自行膨胀和收缩。
§9Διὰ τοῦτο δέ φημι καὶ φλεβία μὲν ἐργάζεται τὴν ἀναπνοὴν ἐς τὴν ἀριστερὴν κοιλίην, ἀρτηρίη δ’ ἐς τὴν ἄλλην· τὸ γὰρ μαλακὸν ἑλκτικώτερον καὶ ἐπιδόσιας ἔχον.
因此,我说,微血管将吸入的气体导入左心室,而动脉则导入另一个心室;因为柔软的东西更具吸引力且更易扩张。
Ἔχρη δὲ ἡμῖν μᾶλλον τὰ ἐπικείμενα τῆς καρδίης διαψύχεσθαι· βέβλαπται ἔς τι γὰρ τὸ θερμὸν ἐν τοῖσι δεξιοῖσιν, ὥστε διὰ τὴν πάθην οὐκ ἔλαβεν εὐπετὲς ὄργανον, ἵνα μὴ πάμπαν κρατηθῇ ὑπὸ τοῦ ἐσιόντος.
但是,我们更需要对心脏上方的部分进行冷却;因为右侧的热力在某种程度上受损,所以由于这种病态,它没有获得一个易于运作的器官,以免完全被进入的气体所压制。
§10Λοιπός ἐστιν ὁ λόγος ὁ τῆς καρδίης ὑμένες ἀφανέες, ἔργον ἀξιαπηγητότατον.
剩下的论述是关于心脏隐秘之膜的,这是一项非常值得叙述的杰作。
Ὑμένες γὰρ καὶ ἄλλοι τινὲς ἐν τῇσι κοιλίῃσιν ὁκοῖον ἀράχναι διαπετέες ζώσαντες πάντη τὰ στόματα, κτηδόνας ἐμβάλλουσιν ἐς τὴν στερεὴν καρδίην.
因为在心室中还有其他一些膜,它们像蜘蛛网一样张开,像腰带一样完全围绕着开口,并将纤维插入坚固的心脏中。
Οὗτοί μοι δοκέουσιν οἱ τόνοι τοῦ σπλάγχνου καὶ τῶν ἀγγείων, ἀρχαὶ τῇσιν ἀορτῇσιν.
在我看来,这些是该器官和血管的拉索,也是大动脉的起点。
Ἔστι δὲ αὐτέων ζεῦγος, ᾧ θύραισι μεμηχάνηνται τρεῖς ὑμένες ἑκάστῃ, περιφερέες ἐξ ἄκρου περ ὁκόσον ἡμίτομα κύκλου, οἵ τε ξυνιόντες θαυμάσιον ὡς κλείουσι τὰ στόματα, τῶν ἀορτέων πέρας·
它们有一双,在它们的门道上,每一个都设计有三个膜,其边缘呈圆弧状,大约相当于半个圆。 当它们合拢时,以令人惊叹的方式关闭了作为大动脉终点的开口。
καὶ τὴν καρδίην ἀποθανόντος ἤν τις ἐξεπιστάμενος τὸν ἀρχαῖον κόσμον ἀφελὼν, τῶνδε τὸν μὲν ἀποστήσῃ, τὸν δὲ ἐπανακλίνῃ, οὔτε ὕδωρ ἂν διέλθοι εἰς τὴν καρδίην οὔτε φῦσα ἐμβαλλομένη·
如果有人了解其原始构造,取下死人的心脏,将这些瓣膜中的一个拉开,另一个压下,那么无论是水还是吹入的风都无法穿过进入心脏。
καὶ μᾶλλον τῶν τῆς ἀριστερῆς·
左侧的瓣膜更是如此。
τοιγὰρ ἐμηχανήθησαν ἀτρεκέστερον κατὰ δίκην· γνώμη γὰρ ἡ τοῦ ἀνθρώπου πέφυκεν ἐν τῇ λαιῇ κοιλίῃ, καὶ ἄρχει τῆς ἄλλης ψυχῆς.
因此,它们理所当然地被制造得更加精确;因为人的智力天生存在于左心室中,并统治着灵魂的其余部分。
§11Τρέφεται δὲ οὔτε σιτίοισιν οὔτε ποτοῖσι τοῖσιν ἀπὸ τῆς νηδύος, ἀλλὰ καθαρῇ καὶ φωτοειδεῖ περιουσίῃ γεγονυίῃ ἐκ τῆς διακρίσιος τοῦ αἵματος.
它既不靠来自胃的食物也不靠饮料来滋养,而是靠由于血液分离而产生的纯净且如光般的余晖。
Εὐπορέει δὲ τὴν τροφὴν ἐκ τῆς ἔγγιστα δεξαμένης τοῦ αἵματος, διαβάλλουσα τὰς ἀκτῖνας, καὶ νεμομένη ὥσπερ ἐκ νηδύος καὶ ἐντέρων τὴν τροφὴν, καὶ τοῦτο κατὰ φύσιν·
它从最近的血液接收处获得充足的营养,透过其光芒,就像从胃和肠道中汲取营养一样来获取滋养,这符合自然。
ὅκως δὲ μὴ ἀνακωχῇ τὸ σιτίον τὰ ἐνεόντα ἐν τῇ ἀρτηρίῃ ἐν ζάλῃ ἐὸν, ἀποκλείει τὴν ἐπ’ αὐτὴν κέλευθον· ἡ γὰρ μεγάλη ἀρτηρίη βόσκεται τὴν γαστέρα καὶ τὰ ἔντερα, καὶ γέμει τροφῆς οὐχ ἡγεμονικῆς.
但为了不让食物阻碍大动脉中处于波动状态的物质,它关闭了通往那里的通道;因为大动脉滋养胃和肠道,并充满了非主导性的营养。
Ὅτι δὲ οὐ τρέφεται βλεπομένῳ αἵματι δῆλον ὧδε· ἀποσφαγέντος τοῦ ζώου, σχισθείσης τῆς ἀριστερῆς κοιλίης, ἐρημίη φαίνεται πᾶσα, πλὴν ἰχῶρός τινος καὶ χολῆς ξανθῆς καὶ τῶν ὑμενέων, περὶ ὧν ἤδη μοι πέφανται·
它不靠肉眼可见的血液来滋养,这由以下事实可见:在动物被宰杀、左心室被剖开后,那里显得完全空无一物,除了一些浆液、黄胆汁以及我已经提到的膜。
ἡ δὲ ἀρτηρίη οὓ λειφαιμοῦσα, οὐδὲ ἡ δεξιὴ κοιλίη.
然而大动脉并没有失去血液,右心室也是如此。
Τουτέῳ μὲν οὖν τῷ ἀγγείῳ κατ’ ἐμὸν νόον ἥδε ἡ πρόφασις τῶν ὑμένων.
因此,在我看来,这个血管拥有瓣膜的目的就在于此。
§12Τὸ δ’ αὖ φερόμενον ἐκ τῆς δεξιῆς, ζυγοῦται μὲν καὶ τοῦτο τῇ ξυμβολῇ τῶν ὑμένων, πλὴν οὐ κάρτα ἔθρωσκεν ὑπὸ ἀσθενείης· ἀλλ’ ἀνοίγεται μὲν ἐς πνεύμονα, ὡς αἷμα παρασχεῖν αὐτῷ εἰς τὴν τροφὴν, κλείεται δὲ ἐς τὴν καρδίην οὐχ ἁρμῷ, ὅκως ἐσίῃ μὲν ὁ ἠὴρ, οὐ πάνυ δὲ πουλύς·
另一方面,从右侧运送出来的东西也因膜的结合而被封闭,只是由于虚弱而没有强烈喷出;但它向肺部开放,以便为肺提供血液作为营养,而向心脏方向关闭,但并非紧密无缝,以便空气能够进入,但不至于太多。
ἀσθενὲς γὰρ ἐνταῦθα τὸ θερμὸν, δυναστευόμενον κρήματι ψυχροῦ· τὸ αἷμα γὰρ οὐκ ἐστὶ τῇ φύσει θερμὸν, οὐδὲ γὰρ ἄλλο τι ὕδωρ, ἀλλὰ θερμαίνεται· δοκέει δὲ τοῖσι πολλοῖσι φύσει θερμόν.
因为这里的热力微弱,被寒冷的混合物所控制;因为血液在本性上并不是热的,正如其他水一样,它只是被加热的,但在大多数人看来它本性是热的。
Περὶ δὲ καρδίης τοιαῦτα εἰρήσθω.
关于心脏,就说这么多吧。

词汇与语法注释

  1. 8δοκέω τὸ ποίημα — 动词 δοκέω(我认为)后面接省略了 εἶναι(是)的带宾格的不定式结构(τὸ ποίημα ... [εἶναι])。或者,也可以将其解释为双宾语结构,将 τὸ ποίημα 作为直接宾语:“我认为这是……的杰作”。
  2. 10θαυμάσιον ὡς — 这是一种用作副词的惯用语,意思是“令人惊叹地”或“奇妙地”。它源自非人称主句 θαυμάσιόν ἐστιν ὡς(……是令人惊叹的),其中省略了 ἐστίν,从而固定为修饰动词 κλείουσι 的副词性短语。
  3. 11ὅκως δὲ μὴ ἀνακωχῇ — 由 ὅκως μή 引导的带有虚拟语气 ἀνακωχῇ(源自 ἀνακωχεύω/ἀνοκωχεύω,意为“阻碍、阻挡”)的目的从句(或预防/警示从句)。配合主句的主动词 ἀποκλείει(关闭),使用虚拟语气来表达防止食物阻碍流动的目的。
  4. 12δυναστευόμενον κρήματι — 被动分词 δυναστευόμενον(被支配/被控制)由表示手段或原因的与格 κρήματι(混合物/混合状态)修饰。这解释了右心的热力因肺部等寒冷要素的混入而受到制约的生理状态。

引用这一段

希波克拉底, 论心脏 §8-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg045.humanitext-grc1:8-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。