- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg045.humanitext-grc1:8-12
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
心耳を呼吸のためのふいごに例えてその機能を説明し、心室の弁の精妙な構造と役割、および左右の心室における熱と栄養の非対称性について論じている。
Ἀγχοῦ δὲ τῆς ἐκφύσιος τῶν φλεβῶν σώματα τῇσι κοιλίῃσιν ἀμφιβεβήκασι, μαλθακὰ, σηραγγώδεα, ἃ κληΐσκεται μὲν οὔατα, τρήματα δὲ οὐκ ἔστιν οὐάτων· ταῦτα γὰρ οὐκ ἐνακούουσιν ἰαχῆς· ἔστι δὲ ὄργανα τοῖσιν ἡ φύσις ἁρπάζει τὸν ἠέρα. Καίτοι δοκέω τὸ ποίημα1 χειρώνακτος ἀγαθοῦ· κατασκεψάμενος γὰρ σχῆμα στερεὸν ἐσόμενον τὸ σπλάγχνον διὰ τὸ πιλητικὸν τοῦ ἐγχύματος, ἔπειτα πᾶν ἐὸν ἑλκτικὸν, παρέθηκεν αὐτέῳ φύσας, καθάπερ τοῖσι χοάνοισιν οἱ χαλκέες, ὥστε διὰ τουτέων χειροῦται τὴν πνοήν. Τεκμήριον δὲ τοῦ λόγου· τὴν μὲν γὰρ καρδίην ἴδοις ἂν ῥιπταζομένην οὐλομελῆ, τὰ δὲ οὔατα κατ’ ἰδίην ἀναφυσώμενά τε καὶ ξυμπίπτοντα.
血管の起始部の近くで、心室をまたぐようにして柔らかく海綿状の肉の塊が取り囲んでおり、これらは耳と呼ばれているが、耳の穴があるわけではない。それらは叫び声を聞くわけではないからである。しかし、これらは本性が空気を吸い込むための器官である。実に、これは優れた職人の傑作であると私は思う。なぜなら、職人はその内臓が、注入されるものの圧縮されやすい性質のために固い形状になること、そして全体として吸引力を持つようになることを見越し、鍛冶屋が鋳型の傍らにふいごを置くように、これにふいごを並べ置いたからであり、それによってこれらを通じて呼吸を支配するのである。この議論の証拠は次の通りである。心臓全体が激しく拍動しているのを見る一方で、心耳はそれ自身独自の動きで膨らんだり縮んだりしているのを見ることができる。
Διὰ τοῦτο δέ φημι καὶ φλεβία μὲν ἐργάζεται τὴν ἀναπνοὴν ἐς τὴν ἀριστερὴν κοιλίην, ἀρτηρίη δ’ ἐς τὴν ἄλλην· τὸ γὰρ μαλακὸν ἑλκτικώτερον καὶ ἐπιδόσιας ἔχον. Ἔχρη δὲ ἡμῖν μᾶλλον τὰ ἐπικείμενα τῆς καρδίης διαψύχεσθαι· βέβλαπται ἔς τι γὰρ τὸ θερμὸν ἐν τοῖσι δεξιοῖσιν, ὥστε διὰ τὴν πάθην οὐκ ἔλαβεν εὐπετὲς ὄργανον, ἵνα μὴ πάμπαν κρατηθῇ ὑπὸ τοῦ ἐσιόντος.
このために、小さな血管が左心室へと呼吸を導き、動脈が他方の心室へと導くと私は言うのである。柔らかいものの方がより吸引力があり、膨張性があるからである。しかし、心臓の上に位置する部分はもっと冷却されるべきであった。なぜなら、右心室の熱はある程度損なわれており、その障害のために、入ってくる空気によって完全に圧倒されてしまわないよう、扱いやすい器官を受け取らなかったからである。
Λοιπός ἐστιν ὁ λόγος ὁ τῆς καρδίης ὑμένες ἀφανέες, ἔργον ἀξιαπηγητότατον. Ὑμένες γὰρ καὶ ἄλλοι τινὲς ἐν τῇσι κοιλίῃσιν ὁκοῖον ἀράχναι διαπετέες ζώσαντες πάντη τὰ στόματα, κτηδόνας ἐμβάλλουσιν ἐς τὴν στερεὴν καρδίην. Οὗτοί μοι δοκέουσιν οἱ τόνοι τοῦ σπλάγχνου καὶ τῶν ἀγγείων, ἀρχαὶ τῇσιν ἀορτῇσιν. Ἔστι δὲ αὐτέων ζεῦγος, ᾧ θύραισι μεμηχάνηνται τρεῖς ὑμένες ἑκάστῃ, περιφερέες ἐξ ἄκρου περ ὁκόσον ἡμίτομα κύκλου, οἵ τε ξυνιόντες θαυμάσιον ὡς2 κλείουσι τὰ στόματα, τῶν ἀορτέων πέρας· καὶ τὴν καρδίην ἀποθανόντος ἤν τις ἐξεπιστάμενος τὸν ἀρχαῖον κόσμον ἀφελὼν, τῶνδε τὸν μὲν ἀποστήσῃ, τὸν δὲ ἐπανακλίνῃ, οὔτε ὕδωρ ἂν διέλθοι εἰς τὴν καρδίην οὔτε φῦσα ἐμβαλλομένη· καὶ μᾶλλον τῶν τῆς ἀριστερῆς· τοιγὰρ ἐμηχανήθησαν ἀτρεκέστερον κατὰ δίκην· γνώμη γὰρ ἡ τοῦ ἀνθρώπου πέφυκεν ἐν τῇ λαιῇ κοιλίῃ, καὶ ἄρχει τῆς ἄλλης ψυχῆς.
残る論題は、心臓の目に見えない膜についてであり、これは極めて語るに値する驚くべき作品である。なぜなら、心室には、蜘蛛の巣のように広がり、口の全体を帯のように囲んで、固い心臓の壁に繊維を差し込んでいる別の膜が存在するからである。これらは私には、内臓と血管の緊張であり、大動脈の起点であると思われる。それらの一対が存在し、それぞれに三つの膜が門扉に備え付けられており、それらは端から半円ほど丸みを帯びていて、それらが合わさると、大動脈の末端である口を驚くほど見事に閉じる。そして、死んだ人の心臓から、その元の構造をよく知っている人が取り出して、これらの弁の一方を引き離し、他方を倒してみるなら、水を通そうとしても心臓の中に入らず、風を吹き込んでも入らない。特に左心の弁においてそうである。それゆえ、これらは当然のことながら、より精密に作られている。なぜなら、人間の知性は左心室に生得的に備わっており、それが他の魂を支配しているからである。
Τρέφεται δὲ οὔτε σιτίοισιν οὔτε ποτοῖσι τοῖσιν ἀπὸ τῆς νηδύος, ἀλλὰ καθαρῇ καὶ φωτοειδεῖ περιουσίῃ γεγονυίῃ ἐκ τῆς διακρίσιος τοῦ αἵματος. Εὐπορέει δὲ τὴν τροφὴν ἐκ τῆς ἔγγιστα δεξαμένης τοῦ αἵματος, διαβάλλουσα τὰς ἀκτῖνας, καὶ νεμομένη ὥσπερ ἐκ νηδύος καὶ ἐντέρων τὴν τροφὴν, καὶ τοῦτο κατὰ φύσιν· ὅκως δὲ μὴ ἀνακωχῇ3 τὸ σιτίον τὰ ἐνεόντα ἐν τῇ ἀρτηρίῃ ἐν ζάλῃ ἐὸν, ἀποκλείει τὴν ἐπ’ αὐτὴν κέλευθον· ἡ γὰρ μεγάλη ἀρτηρίη βόσκεται τὴν γαστέρα καὶ τὰ ἔντερα, καὶ γέμει τροφῆς οὐχ ἡγεμονικῆς. Ὅτι δὲ οὐ τρέφεται βλεπομένῳ αἵματι δῆλον ὧδε· ἀποσφαγέντος τοῦ ζώου, σχισθείσης τῆς ἀριστερῆς κοιλίης, ἐρημίη φαίνεται πᾶσα, πλὴν ἰχῶρός τινος καὶ χολῆς ξανθῆς καὶ τῶν ὑμενέων, περὶ ὧν ἤδη μοι πέφανται· ἡ δὲ ἀρτηρίη οὐ λειφαιμοῦσα, οὐδὲ ἡ δεξιὴ κοιλίη. Τουτέῳ μὲν οὖν τῷ ἀγγείῳ κατ’ ἐμὸν νόον ἥδε ἡ πρόφασις τῶν ὑμένων.
それは、胃からの食物や飲料によって栄養を取るのではなく、血液のろ過によって生じる清浄で光のような余剰物によって栄養を取る。そして、最も近くで血液を受け取る場所から、その光線を透過させ、あたかも胃や腸から栄養を摂取するようにしてその栄養を豊かに得ており、これは自然の理にかなっている。しかし、食物が、動脈の中にあって動揺している血液の流れを妨げないように、動脈への道を遮断する。大動脈は胃や腸に栄養を供給するものであり、支配的ではない栄養で満ちているからである。それが通常の血液によって栄養を取っていないことは、次のことから明らかである。動物が屠殺され、左心室が切り開かれると、そこは完全に空っぽに見え、ただいくらかの漿液と黄色い胆汁、そして私がすでに述べた膜だけが見られる。しかし大動脈は血液を失っておらず、右心室も同様である。それゆえ、私の考えでは、この血管に弁が備わっている原因はこれである。
Τὸ δ’ αὖ φερόμενον ἐκ τῆς δεξιῆς, ζυγοῦται μὲν καὶ τοῦτο τῇ ξυμβολῇ τῶν ὑμένων, πλὴν οὐ κάρτα ἔθρωσκεν ὑπὸ ἀσθενείης· ἀλλ’ ἀνοίγεται μὲν ἐς πνεύμονα, ὡς αἷμα παρασχεῖν αὐτῷ εἰς τὴν τροφὴν, κλείεται δὲ ἐς τὴν καρδίην οὐχ ἁρμῷ, ὅκως ἐσίῃ μὲν ὁ ἠὴρ, οὐ πάνυ δὲ πουλύς· ἀσθενὲς γὰρ ἐνταῦθα τὸ θερμὸν, δυναστευόμενον κρήματι4 ψυχροῦ· τὸ αἷμα γὰρ οὐκ ἐστὶ τῇ φύσει θερμὸν, οὐδὲ γὰρ ἄλλο τι ὕδωρ, ἀλλὰ θερμαίνεται· δοκέει δὲ τοῖσι πολλοῖσι φύσει θερμόν. Περὶ δὲ καρδίης τοιαῦτα εἰρήσθω.
他方、右心室から運ばれるものも、膜の結合によって閉じられるが、それは弱さのために、それほど強くは噴出しない。しかし、それは肺へと開いており、肺の栄養として血液を供給する。しかし心臓の方へは、空気が入るものの決して多すぎることのないように、隙間なく閉じられるわけではない。なぜなら、そこでは熱が弱く、冷たいものの支配下にあるからである。なぜなら、血液は本性的に温かいわけではなく、他の水と同様に温められるものだからである。しかし、多くの人々には本性的に温かいと思われている。心臓については、以上のように語られるべきである。
- 8δοκέω τὸ ποίημα
δοκέω(私は考える)の後に動詞 εἶναι(〜であること)が省略された対格不定詞構文が続いている。あるいは τὸ ποίημα を直接目的語とし、二重対格の構造として「これを〜の作とみなす」と解釈することも可能である。
- 10θαυμάσιον ὡς
副詞的に用いられる慣用句で、「驚くほどに」「見事に」を意味する。θαυμάσιόν ἐστιν ὡς(〜するとは驚くべきことだ)という非人称文の主節から ἐστίν が脱落し、後続の動詞 κλείουσι を修飾する副詞句として定着したものである。
- 11ὅκως δὲ μὴ ἀνακωχῇ
接続法 ἀνακωχῇ(ἀνακωχεύω / ἀνοκωχεύω「妨げる、せき止める」)を伴う目的節(または予防・警戒の節)である。主節の「遮断する」という現在の動作に対して接続法が用いられており、食物の流れが妨げられないようにするための目的を示している。
- 12δυναστευόμενον κρήματι
受動分詞 δυναστευόμενον(支配されている)が、手段あるいは原因を表す与格 κρήματι(混合物、混合された状態)によって修飾されている。右心の熱が肺などの冷たい要素の混入によって制約されている生理的状態を説明している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-22)
- 2026-09-22 AI校閲 — 原文 1 件
