Humanitext Reader

希波克拉底 · 论心脏 §1-7

心脏外形与心包及左右心室结构

第 1 段,共 2 段 · 希腊语

内容简介

本节详细描述了心脏的外观(金字塔形、心膜及心腔积液)、通过解剖实验论证饮水如何流入气管、以及左右心室的解剖学结构与特征。

§1## ΠΕΡΙ ΚΑΡΔΙΗΣ. Καρδίη σχῆμα μὲν ὁκοίη πυραμὶς, χροιὴν δὲ κατακορὴς φοινικέα.
【论心脏】心脏的形状像金字塔,颜色呈深红。
Καὶ περιβεβλέαται χιτῶνα λεῖον· καὶ ἔστιν ἐν αὐτέῳ ὑγρὸν σμικρὸν ὁποῖον οὖρον, ὥστε δόξεις ἐν κύστει τὴν καρδίην ἀναστρέφεσθαι·
它包裹着一层光滑的外衣;其中有少量的像尿一样的液体,以至于你会以为心脏是在一个膀胱中活动。
γεγένηται δὲ τούτου ἕνεκα, ὅκως ἅλληται ῥωσκομένως ἐν φυλακῇ· ἔχει δὲ τὸ ὕγρασμα ὁκόσον μάλιστα καὶ πυρευμένῃ ἄκος.
之所以如此,是为了让它在保护下能强力地跳动;而该液体恰好有足够的量作为其受热时的缓解。
Τοῦτο δὲ τὸ ὑγρὸν διοῤῥοῖ ἡ καρδίη πίνουσα, ἀναλαμβανομένη καὶ ἀναλίσκουσα, λάπτουσα τοῦ πνεύμονος τὸ ποτόν.
心脏在饮用、吸收和消耗时,通过过滤排出这种液体,舔食来自肺部的饮料。
§2Πίνει γὰρ ὥνθρωπος τὸ μὲν πολλὸν ἐς νηδύν· ὁ γὰρ στόμαχος ὁκοῖον χῶνος, καὶ ἐκδέχεται τὸ πλῆθος καὶ ἅσσα προσαιρόμεθα·
因为人喝水大部分是进入胃中;因为食道就像一个漏斗,接纳大部分以及我们所摄入的东西。
πίνει δὲ καὶ ἐς φάρυγγα, τυτθὸν δὲ οἷον καὶ ὁκόσον ἂν λάθοι διὰ ῥύμης ἐσρυέν·
但人也喝入气管中,只是极少的一点,即通过流道悄悄流入而不被察觉的量。
πῶμα γὰρ ἀτρεκὲς ἡ ἐπιγλωσσὶς, κἂν διήσῃ μεῖζον ποτοῦ οὐδέν.
因为会厌是一个精准的盖子,不会让任何大于饮料的东西通过。
Σημήϊον τοῦτο· ἢν γάρ τις κυάνῳ ἢ μίλτῳ φορύξας ὕδωρ δοίη δεδιψηκότι πάνυ πιεῖν, μάλιστα δὲ συῒ, τὸ γὰρ κτῆνος οὐκ ἔστιν ἐπιμελὲς οὐδὲ φιλόκαλον, ἔπειτα δὲ εἰ ἔτι πίνοντος ἀνατέμνοις τὸν λαιμὸν, εὕροις ἂν τοῦτον κεχρωσμένον τῷ ποτῷ·
这就是证据:如果有人用蓝色染料或红土将水染色,给一只非常口渴的动物(尤其是猪,因为这种牲畜既不细心也不讲究)喝,然后在它还在喝的时候剖开它的喉部,你会发现喉部被饮料染色。
ἀλλ’ οὐ παντὸς ἀνδρὸς ἡ χειρουργία.
但这种手术并非人人都能做。
Οὔκουν ἀπιστητέον ἡμῖν περὶ τοῦ ποτοῦ, εἰ εὐτρεπίζει τὴν σύριγγα τῷ ἀνθρώπῳ.
因此我们不应怀疑饮料为人类润滑了气道。
Ἀλλὰ πῶς ὕδωρ ἀνέδην ἐνοροῦον ὄχλον καὶ βῆχα παρέχει πουλλήν;
但是,为什么水肆无忌惮地涌入会引起极大的难受和剧烈的咳嗽呢?
οὕνεκα, φημὶ, ἀπάντικρυ τῆς ἀναπνοῆς φέρεται.
我说,这是因为水直接迎着呼吸的方向冲去。
Τὸ γὰρ διὰ τῆς ῥύμης ἐσρέον, ἅτε παρὰ τυτθὸν ἰὸν, οὐκ ἐνίσταται τῇ ἀναφορῇ τοῦ ἠέρος, ἀλλά τινα καὶ λείην ὁδόν οἱ παρέχει ἡ ἐπίτεγξις· τοῦτο δὲ τὸ ὑγρὸν ἀπάγει τοῦ πνεύμονος ἅμα τῷ ἠέρι.
因为那随着流势流入的水,由于是极少地行进,所以不阻碍空气的上升,反而这种润湿为空气提供了一条光滑的道路;心脏将这种液体与空气一起从肺部带走。
§3Τὸν μὲν οὖν ἠέρα χρὴ, γενόμενον θεραπείην, ἀνάγκῃ ὀπίσω τὴν αὐτὴν ὁδὸν ἐκβάλλειν ἔνθεν ἤγαγεν· τὸ δ’ ὑγρὸν, τὸ μὲν εἰς τὸν κουλεὸν αὐτέης ἀποπτύει, τὸ δ’ αὖ ξὺν τῷ ἠέρι θύραζε χωρέειν ἐῇ.
因此,空气在起到疗效之后,必然要按照带它进来的同一条通道反向排出;而对于液体,心脏则将一部分吐入其自身的鞘中,另一部分则任其随空气一同排出体外。
Ταύτῃ καὶ διαίρει τὸν οὐρανὸν, ὁκόταν παλινδρομέῃ τὸ πνεῦμα· παλινδρομέει δὲ κατὰ δίκην· οὐ γὰρ ἔστιν ἀνθρώπου φύσιος τροφὴ ταῦτα·
以这种方式,当气息倒流时,它也推开空腔之顶;而气息倒流是理所当然的,因为这些并不是人类本性的营养。
κῶς γὰρ ἀνθρώπου τροφὴ ἄνεμος καὶ ὕδωρ τὰ ὠμά;
风和生水怎么能成为人类的营养呢?
ἀλλὰ μᾶλλον τιμωρίη ξυγγενέος πάθης.
相反,它们更多是对同生热量的救助。
§4Περὶ δὲ οὗ ὁ λόγος, ἡ καρδίη μῦς ἐστι κάρτα ἰσχυρὸς, οὐ τῷ νεύρῳ, ἀλλὰ πιλήματι σαρκός.
回到正题,心脏是一个非常强壮的肌肉,不是靠肌腱,而是靠肌肉的压实。
Καὶ δύο γαστέρας ἔχει διακεκριμένας ἐν ἑνὶ περιβόλῳ, τὴν μὲν ἔνθα, τὴν δὲ ἔνθα· οὐδὲν δὲ ἐοίκασιν ἀλλήλῃσιν·
在一个外壁内它有两个隔开的腔室,一在这边,一在那边;但它们彼此毫无相似之处。
ἡ μὲν γὰρ ἐν τοῖσι δεξιοῖσιν ἐπὶ στόμα κέεται ὁμιλέουσα τῇ ἑτέρῃ [φλεβὶ], ἡ δὲ δεξιὴ φημὶ τῶν ἐν λαιοῖς· ἡ γὰρ πᾶσα καρδίη τουτέοισι τὴν ἕδρην ἐμπεποίηται· ἀτὰρ ἥδε καὶ πάμπαν εὐρυκοίλιος καὶ λαγαρωτέρη πολλῷ τῆς ἑτέρης, οὐδὲ τῆς καρδίης νέμεται τὴν ἐσχατιὴν, ἀλλ’ ἐγκαταλείπει τὸν οὐραχὸν στερεὸν, καί ἐστιν ὥσπερ ἔξωθεν προσεῤῥαμμένη.
因为右边的腔室朝向开口,与另一条[血管]相通——我所说的右边,是指左侧区域中的那一个;因为整个心脏都把它的位置安置在这些(左侧)——但这个腔室完全是宽腔的,且比另一个要松弛得多,它并不占据心脏的末端,而是留下了坚固的尖端,就像是从外面缝上去的一样。
Ἡ δὲ ἑτέρη κέεται ὑπένερθεν μὲν μάλιστα, καὶ κατ’ ἰθυωρίην μάλιστα μὲν μαζῷ ἀριστερῷ, ὅπη καὶ διασημαίνει τὸ ἅλμα.
而另一个腔室主要位于下方,且几乎正对着左侧乳房,那里的跳动也表明了这一点。
§5Περίβολον δὲ ἔχει παχὺν, καὶ βόθρον ἐμβεβόθρωται τὸ εἶδος εἴκελον ὅλμῳ.
它有厚厚的外壁,且形状凹陷,看起来像一个研钵。
Ἀλλὰ γὰρ ἤδη καὶ τοῦ πνεύμονος ἐνδύεται μετὰ προσηνίης, καὶ κολάζει τὴν ἀκρασίην τοῦ θερμοῦ περιβαλλομένη· ὁ γὰρ πνεύμων φύσει ψυχρός· ἀτὰρ καὶ ψυχόμενος τῇ εἰσπνοῇ.
不仅如此,它已经温和地嵌入肺中,通过被肺部包围来克制热力的过度激昂;因为肺本性是寒冷的,而且通过吸入空气而冷却。
§6Ἄμφω γε μὴν δασεῖαι τὰ ἔνδον καὶ ὥσπερ ὑποδιαβεβρωμέναι, καὶ μᾶλλον τῆς δεξιῆς ἡ λαιή· τὸ γὰρ ἔμφυτον πῦρ οὐκ ἐν τῇ δεξιῇ, ὥστε οὐ θαῦμα τρηχυτέρην γενέσθαι τὴν λαιὴν ἐσπνέουσαν ἀκρήτου· ταύτῃ καὶ παχετὸν ἐνδεδόμηται φυλακῆς εἵνεκα τῆς ἰσχύος τοῦ θερμοῦ.
然而,两者的内部都是粗糙的,就像被侵蚀了一样,且左侧比右侧更甚;因为先天之火不在右侧,所以吸入纯净空气的左侧变得更加粗糙,这并不奇怪;为此,这里也建造了厚壁,以保护热力的强度。
§7Στόματα δ’ αὐτέῃσιν οὐκ ἀνεώγασιν, εἰ μή τις ἀποκείρει τῶν οὐάτων τὴν κορυφὴν καὶ τῆς καρδίης τὴν κεφαλήν·
它们的口并没有张开,除非有人剪掉心耳的顶部和心脏的头部。
ἢν δ’ ἀποκείρῃ, φανήσεται καὶ δισσὰ στόματα ἐπὶ δυσὶ γαστέροιν· ἡ γὰρ παχείη φλὲψ ἐκ μιῆς ἀναθέουσα, πλανᾷ τὴν ὄψιν, ἢν ἀνατμηθῇ.
如果剪掉的话,在两个腔室之上就会显现出两个口;因为从一个腔室升起的粗血管在被切开时会迷惑视觉。
Αὗται πηγαὶ φύσιος ἀνθρώπου, καὶ οἱ ποταμοὶ ἐνταῦθα ἀνὰ τὸ σῶμα, τοῖσιν ἄρδεται τὸ σκῆνος, οὗτοι δὲ καὶ τὴν ζωὴν φέρουσι τῷ ἀνθρώπῳ, κἢν αὐανθέωσιν, ἀπέθανεν ὥνθρωπος.
这些是人类本性的泉源,也是流经身体各处的河流,身体靠它们得以灌溉;它们也带给人类生命,如果它们干涸了,人就死了。

词汇与语法注释

  1. §1περιβεβλέαται — περιβεβλέαται 是 περιβάλλω 的完结中被动第三人称复数(爱奥尼亚方言形式),但在此处以单数名词 Καρδίη 为主语,作中动态使用(意为“包裹着”)。宾格 χιτῶνα 是中被动动词所保留的直接宾语(保留宾格)。
  2. §2ὁκόσον ἂν λάθοι — 关系代词 ὁκόσον 伴随 ἄν 和希求法 λάθοι(λανθάνω 的不定过去时),表示潜在或限制性的含义:“多至可能不被察觉地流入的量”。
  3. §4ἡ δὲ δεξιὴ φημὶ τῶν ἐν λαιοῖς — 插入的 φημί(我说)用以澄清或自我修正前文(ἡ μὲν γὰρ ἐν τοῖσι δεξιοῖσιν)。配合属格 τῶν ἐν λαιοῖς(左侧之物),意为“而我所说的右边,是指左侧区域中的那一个(腔室)”,反映了古代解剖学中由于心脏整体偏左而产生的空间表述上的混乱。
  4. ¦p.v.9.p.84¦ὥσπερ ἔξωθεν προσεῤῤαμμένη — ὥσπερ 结合阴性单数主格的完结被动分词 προσεῤῤαμμένη(源自 προσράπτω,与主语一致),构成比喻性描写:“就像是从外面缝上去的一样”。

引用这一段

希波克拉底, 论心脏 §1-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg045.humanitext-grc1:1-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。