§1## ΠΕΡΙ ΕΠΙΚΥΗΣΙΟΣ.
1. Ὁκόταν ἐπικυΐσκηται γυνὴ, ἢν μὲν ἐν τῷ μέσῳ τῆς μήτρης τὸ πρῶτον ἔχῃ παιδίον, τὸ ἐπικύημα προσπίπτει ὑπὸ τοῦ ἀρχαίου ἐξωθεύμενον·
## 论重复妊娠 1. 当妇女重复妊娠时,如果第一个胎儿位于子宫中部,重复妊娠的胚胎就会被旧有的胎儿挤压而脱落。
ἢν δὲ ἐν τῷ κέρατι τῷ ἑτέρῳ τὸ κύημα ἔχῃ, ἐπιτίκτει ὕστερον οὐ γόνιμον, ἐπὴν χαλάσῃ ἡ μήτρη καὶ ὑγρανθῇ, τοῦ γονίμου ἀπολυθεῖσα.
但如果她将胎儿怀在子宫的一侧角部,她随后会产下一个无法存活的重复胚,这是在子宫从可存活胎儿中解放出来、变得松弛和湿润的时候。
Ἢν δὲ μὴ αὐτίκα ἀποχωρέῃ τὸ ἐπικύημα, ὀδύνας τε παρέχει καὶ ῥεῦμα δυσῶδες καὶ πυρετὸν, καὶ οἰδεῖ τὸ πρόσωπον καὶ τὰς κνήμας καὶ τοὺς πόδας καὶ τὴν νηδὺν, καὶ ἀσιτέει ἕως ἂν ἐκπέσῃ.
如果重复胚没有立即排出,就会引起疼痛、恶臭的分泌物和发热,并且面部、小腿、双脚和下腹部都会肿胀,在胚胎脱落前她将无法进食。
Ἐπικυΐσκονται δὲ τῶν γυναικῶν ὧν ἂν ὁ στόμαχος μετὰ τὸ πρῶτον κύημα ξυμμεμύκῃ οὐ κάρτα ἢ μὴ ἐπιφαινομένων τῶν σημηΐων ξυμμεμύκῃ.
那些在首次怀孕后子宫口没有非常紧密闭合,或者在未出现怀孕征兆时闭合的妇女会发生重复妊娠。
Τὰ δὲ ἐπικυήματα τὰ ἐπιτικτόμενα ὕστερον, ἢν μήπω διάκρισιν ἔχῃ, ἀλλὰ σὰρξ ᾖ, οἰδέει μὲν οὒ, ἀλλὰ κατασήπεται μέχρι ἂν ἐξέλθῃ τῆς μήτρης.
至于后来产下的重复胚,如果它们尚未分化,而只是肉块,则不会肿胀,而是会在子宫内腐烂,直到排出。
§22. ᾟ τινι ἂν ἐκδύῃ τὸ παιδίον τοῦ χορίου ἐν τῇσι μήτρῃσι, πρὶν ἔξω ἄρχεσθαι χωρέειν τὸ παιδίον, δυστοκέει μᾶλλον καὶ ἐπικινδύνως, ἢν μὴ ἡ κεφαλὴ ἡγέηται.
2. 如果胎儿在子宫内、在开始向外移动之前就从卵膜中脱落出来,除非头部先露,否则该妇女分娩会更加困难且危险。
ᾟ τινι δὲ ἂν χωρέῃ ἔξω σὺν τῷ χορίῳ τὸ παιδίον καὶ προχωρῆσαν ἐς τὸν στόμαχον ἐκδύῃ τοῦ χορίου ῥαγέντος, εὐτοκέει μᾶλλον· καὶ τὸ μὲν παιδίον θύρῃφι χωρέει· τὸ δὲ χόριον ἴσχεται καὶ ἀνασπᾷ ἑωυτὸ καὶ μένει αὐτοῦ.
但如果胎儿随同卵膜一起向外移动,并在进入子宫口后,因卵膜破裂而脱出,分娩就会更加顺利;胎儿会来到体外,而卵膜则会留滞,并自行收缩留在原处。
§33. Ὁκόταν [οὐ] γόνιμον γένηται τὸ παιδίον, τουτέου ἡ σὰρξ ὑπερέχει τῶν ὀνύχων, οἱ δὲ ὄνυχες ἐλλείπουσι τῶν χειρῶν καὶ τῶν ποδῶν.
3. 当胎儿是无法存活的,其肉会超出指甲,且手足的指甲发育不全。
§44. Ὁκόταν γονίμου γενομένου τοῦ παιδίου χεὶρ ὑπερέχῃ, πρῶτον ἀνωθέειν ὀπίσω μέχρις ἂν ἀπώσῃς· καὶ ἢν ἀμφότεραι, ἀμφοτέρας ἀνῶσαι· καὶ ἢν τὸ σκέλος ὑπερέχῃ, ἀνωθεῖν καὶ τοῦτο·
4. 如果胎儿是可存活的,而手露了出来,首先应当将其推回,直到推远为止;如果是双手,则两只手都要推回;如果是腿露了出来,这也应当推回。
ὁκόταν δὲ ἀμφότερα τὰ σκέλεα προφανέντα μείνῃ καὶ μηδετέρωσε προχωρέῃ, πυριήματι δέον χρῆσθαι, ἀπὸ τεῦ ὑγροτάτη ἔσται ἡ ὑστέρη· ὀδμὴν δὲ ἐχέτω τὸ πυρίημα.
当双腿露出并停滞,不向任何方向推进时,应当使用熏蒸法,由此子宫会变得极度湿润;熏蒸应当带有香气。
Καὶ ὁκόταν ἡ μὲν κεφαλὴ προφανῇ, τὸ δ’ ἄλλο σῶμα ἐνῇ, καὶ ὧδε πυριῇν·
当头部露出而身体其余部分在内时,也应当这样进行熏蒸。
καὶ ὁκόταν τὸ μὲν ἐν τῇσι μήτρῃσι τοῦ σώματος ᾖ, τὸ δὲ ἐν τοῖσιν αἰδοίοισι, τὸ δὲ ἔξω τῶν αἰδοίων οἰδέῃ καὶ μείνῃ, καὶ οὕτως πυριῇν·
当身体的一部分在子宫内,一部分在阴门内,而阴门外的部分肿胀并停滞时,也应当这样进行熏蒸。
καὶ ἢν μὲν ἀπὸ τῆς πυριήσιος ἀποχωρήσῃ· εἰ δὲ μὴ, περιαλείψας τὸ στόμα τῆς μήτρης ἐλατηρίῳ παχεῖ, διεὶς ὕδατι, ὅκως ὠδῖνα ἐμποιήσῃ· καὶ ἀπὸ τῶν ποτῶν καὶ ἐδεστῶν ὠδῖνα ἐμποιέειν· καὶ τὰ αἰδοῖα αὐτὰ ἀλείφειν κηρωτῇ, ἤν σοι δοκέῃ ξηροτέρη εἶναι τοῦ καιροῦ.
如果能通过熏蒸使胎儿排出则好;如果不行,可用水稀释的浓野黄瓜汁涂抹子宫口,以诱发阵痛;也可通过饮品和食物来诱发阵痛;如果发现该处在此时显得过于干燥,还应当用蜡膏涂抹阴门本身。
§55. Ὁκόταν τοῦ παιδίου τῆς κεφαλῆς προφανείσης ἐκ τοῦ στομάχου μηκέτι ἐθέλῃ τὸ ἄλλο σῶμα προχωρεῖν, τὸ δὲ παιδίον τεθνήκῃ, τοὺς δακτύλους βρέξας ὕδατι, μεταξὺ τοῦ στομάχου καὶ τῆς κεφαλῆς παραβύσας τὸν δάκτυλον, ἐν κύκλῳ περιάγειν· εἶθ’ ὑποβάλλων τὸν δάκτυλον ὑπὸ τὸ γένειον, διαβύσας ἐς τὸ στόμα, ἔξω ἕλκειν.
5. 当胎儿头部已自子宫口露出,而身体其余部分不再向前推进,且胎儿已经死亡时,用水湿润手指,将手指塞入子宫口与头部之间,环绕一圈;然后将手指置于其下颌下方,塞入口中,向外拉出。
§66. Ὁκόταν δὲ τὸ μὲν ἄλλο σῶμα θύρῃφι ᾖ τῶν αἰδοίων, ἡ δὲ κεφαλὴ εἴσω, ἐπὶ πόδας φερομένου τοῦ ἐμβρύου, ἐπὴν περιάγῃς τὸν δάκτυλον ἐν κύκλῳ, ἀμφοτέρας τὰς χεῖρας παρεὶς μεταξὺ τοῦ στομάχου καὶ τῆς κεφαλῆς, βρέξας ὕδατι, ἐξελκύσαι.
6. 如果胎儿足先露,身体其余部分已在阴门之外,而头部仍在内部,在环绕手指一圈后,用水湿润双手,滑入子宫口与头部之间,将其拉出。
Ἢν δὲ τοῦ στομάχου ἔξω ᾖ, τῶν δὲ αἰδοίων εἴσω, παρεὶς τὰς χεῖρας, περιλαβὼν τὴν κεφαλὴν, ἐξέλκειν.
如果头部已在子宫口之外、但仍在阴门之内,则滑入双手,抱住头部拉出。